← フラウィウス・ヨセフス

ユダヤ戦記

§1.497-1.506

アレクサンドロスの告発とアルケラオスの機知

投獄されたアレクサンドロスは自ら陰謀を認める一方、フェロラスやサロメを共謀者として告発する書を著す。婿の危機を知ったアルケラオス王は、激怒を装ってヘロデを丸め込み、教唆者の存在を説いて嫌疑をフェロラスへ転嫁させることに成功する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.497

τούτοις καίπερ οὐ πιθανοῖς οὖσιν ἀλλʼ ὑπὸ τῆς ἀνάγκης ἐσχεδιασμένοις ὁ βασιλεὺς ἐπίστευσεν ἡδέως, παραμυθίαν λαμβάνων τοῦ δῆσαι τὸν υἱὸν τὸ μὴ δοκεῖν ἀδίκως.1

これらは信憑性のないものであり、窮迫から捏造されたものにすぎなかったにもかかわらず、王は喜んで信じた。息子を投獄したことに対し、不当に行われたのではないと思われることを自らの慰めとしたのである。

§1.498

Ὁ δʼ Ἀλέξανδρος ἐπεὶ τὸν πατέρα μεταπείθειν ἀμήχανον ἑώρα, τοῖς δεινοῖς ὁμόσε χωρεῖν διέγνω, καὶ τέσσαρας κατὰ τῶν ἐχθρῶν βίβλους συνταξάμενος προσωμολόγει μὲν τὴν ἐπιβουλήν, κοινωνοὺς δʼ ἀπεδείκνυεν τοὺς πλείστους αὐτῶν, πρὸ δὲ πάντων Φερώραν καὶ Σαλώμην· ταύτην γὰρ δὴ καὶ μιγῆναί ποτε αὐτῷ μὴ θέλοντι νύκτωρ εἰσβιασαμένην.

一方アレクサンドロスは、父の説得が不可能であると見て危機に真っ向から立ち向かうことを決意し、敵たちに対する四巻の書を著して陰謀を自ら認める一方で、敵の大部分、とりわけフェロラスとサロメを共謀者として名指しした。サロメについては、夜間に力づくで押し入って、嫌がる自分と交わりを持ったとまで書き連ねたのである。

§1.499

αἵ τε οὖν βίβλοι παρῆσαν εἰς χεῖρας Ἡρώδῃ πολλὰ καὶ δεινὰ κατὰ τῶν δυνατωτάτων βοῶσαι, καὶ διὰ τάχους εἰς Ἰουδαίαν Ἀρχέλαος ἀφικνεῖται περὶ τῷ γαμβρῷ καὶ τῇ θυγατρὶ δείσας. γίνεται δὲ βοηθὸς αὐτοῖς μάλα προμηθὴς καὶ τέχνῃ τὴν τοῦ βασιλέως ἀπειλὴν διεκρούσατο.

こうして書はヘロデの手に渡り、最も有力な者たちに対する多くの恐るべき非難を叫び立てた。そこへ、婿と娘を案じたアルケラオスが急遽ユダヤに到着した。彼は彼らにとって極めて思慮深い救い手となり、巧みな策略によって王の脅威を逸らせた。

§1.500

συμβαλὼν γὰρ εὐθέως αὐτῷ ποῦ ποτέ ἐστιν ὁ ἀλιτήριός μου γαμβρός, ἐβόα, ποῦ δὲ τὴν πατροκτόνον ὄψομαι κεφαλήν, ἣν ταῖς ἐμαυτοῦ χερσὶν διασπαράξω; προσθήσω δὲ καὶ τὴν θυγατέρα μου τῷ καλῷ νυμφίῳ· καὶ γὰρ εἰ μὴ κεκοινώνηκεν τοῦ σκέμματος, ὅτι τοιούτου γυνὴ γέγονεν, μεμίανται.

彼は王と会うなり直ちに叫んだ。 「私のあの呪わしき婿は一体どこにいるのか。あの親殺しの首はどこで見られるのか。この私の手で八つ裂きにしてやろう。私の娘もあの立派な花婿とともに処刑してやる。陰謀に加担していなかったとしても、あのような男の妻となったことで娘は汚れているのだから。

§1.501

θαυμάζω δὲ καὶ σὲ τὸν ἐπιβουλευθέντα τῆς ἀνεξικακίας, εἰ ζῇ μέχρι νῦν Ἀλέξανδρος· ἐγὼ γὰρ ἠπειγόμην ἀπὸ Καππαδοκίας ὡς τὸν μὲν εὑρήσων πάλαι δεδωκότα δίκας, μετὰ δὲ σοῦ περὶ τῆς θυγατρὸς ἐξετάσων, ἣν ἐκείνῳ γε πρὸς τὸ σὸν ἀξίωμα βλέπων ἐνεγγύησα. νῦν δὲ περὶ ἀμφοῖν ἡμῖν βουλευτέον, κἂν ᾖς πατὴρ λίαν ἢ τοῦ κολάζειν υἱὸν ἀτονώτερος ἐπίβουλον, ἀμείψωμεν τὰς δεξιὰς καὶ γενώμεθα τῆς ἀλλήλων ὀργῆς διάδοχοι.2

また、陰謀を企てられた側のあなた自身の忍耐強さにも驚くばかりだ。アレクサンドロスが今なお生きているとは。私がカッパドキアから急行したのは、彼がとっくに処罰を受けているのを見届けるためであり、あなたの高貴な身分に鑑みて彼に嫁がせた娘について、あなたとともに吟味するためであった。今や我々二人の間で善後策を講じなければならない。もしあなたが父親の情に絆されすぎているか、謀反人の息子を罰するには弱腰であるというのなら、我々互いの手を交わし、互いの怒りを引き継ぎ合おうではないか」。

§1.502

Τούτοις περικομπήσας καίπερ παρατεταγμένον Ἡρώδην ὑπάγεται· δίδωσι γοῦν αὐτῷ τὰς συνταχθείσας ὑπʼ Ἀλεξάνδρου βίβλους ἀναγνῶναι καὶ καθʼ ἕκαστον ἐφιστὰς κεφάλαιον συνεσκέπτετο. λαμβάνει δʼ Ἀρχέλαος ἀφορμὴν τοῦ στρατηγήματος καὶ κατὰ μικρὸν εἰς τοὺς ἐγγεγραμμένους καὶ Φερώραν μετήγαγεν τὰς αἰτίας.

このようにまくし立てて、頑なになっていたヘロデを巧みに懐柔した。ヘロデはアレクサンドロスによって著された書を彼に与えて読ませ、各条項ごとに立ち止まってともに吟味した。アルケラオスはこの機を策略の発端とし、徐々に告発の矛先を書に記された者たちやフェロラスへと転じた。

§1.503

ὡς δʼ ἑώρα πιστεύοντα τὸν βασιλέα, σκεπτέον, ἔφη, μή ποτε τὸ μειράκιον ὑπὸ τοσούτων εἴη πονηρῶν ἐπιβουλευόμενον, οὐχ ὑπὸ τοῦ μειρακίου σύ·3 καὶ γὰρ οὐχ ὁρᾶν αἰτίαν, ἐξ ἧς ἂν εἰς τηλικοῦτον μύσος προέπεσεν, ἀπολαύων μὲν ἤδη βασιλείας, ἐλπίζων δὲ καὶ διαδοχήν, εἰ μή τινες ἦσαν ἀναπείθοντες καὶ τὸ τῆς ἡλικίας εὔκολον ἐπὶ κακῷ μεταχειριζόμενοι. διὰ γὰρ τῶν τοιούτων ἐξαπατᾶσθαι μὲν οὐκ ἐφήβους μόνον ἀλλὰ καὶ γέροντας, οἴκους δὲ λαμπροτάτους καὶ βασιλείας ὅλας ἀνατρέπεσθαι.

そして王が信じ始めているのを見ると、彼は言った。 「この若者がこれほど多くの悪人たちから陥れられているのであって、若者によってあなたが陥れられているのではないのではないかと、考慮すべきです。若者がすでに王権の恩恵を享受し、王位継承を期待しているというのに、彼を教唆し、その年頃の御しやすい心を悪用した者たちがいなかったとすれば、これほどの大罪に走った理由は見出せません。このような者たちによって、若者のみならず老人までもが欺かれ、名門の家柄や王国全体さえもが覆されてきたのですから」。

§1.504

Συνῄνει τοῖς λεγομένοις Ἡρώδης, καὶ τὴν μὲν πρὸς Ἀλέξανδρον ὀργὴν ἐπανίει πρὸς ὀλίγον, πρὸς δὲ Φερώραν παρωξύνετο· τῶν γὰρ τεσσάρων βίβλων οὗτος ἦν ὑπόθεσις. ὃς κατιδὼν τό τε τοῦ βασιλέως ὀξύρροπον καὶ τὴν Ἀρχελάου φιλίαν παρʼ αὐτῷ πάντων κρατοῦσαν, ὡς οὐκ ἐνῆν εὐσχήμονι σωτηρία, τὴν διʼ ἀναιδείας ἐπορίζετο· καταλείψας γοῦν Ἀλέξανδρον προσέφυγεν Ἀρχελάῳ.

ヘロデはこれらの言葉に同意し、アレクサンドロスへの怒りをひとまず鎮めたものの、フェロラスに対しては激昂した。四巻の書の主たる論題は彼であったからである。フェロラスは王の心変わりの早さと、王のもとでアルケラオスの友好関係が何ものにも勝っているのを見て取り、体面ある救済が不可能であると知ると、破廉恥な手段による救済を求めた。すなわちアレクサンドロスを見限り、アルケラオスのもとにすがりついたのである。

§1.505

κἀκεῖνος οὐχ ὁρᾶν ἔφη, πῶς ἂν αὐτὸν ἐξαιτήσαιτο τοσούτοις ἐνεχόμενον ἐγκλήμασιν, ἐξ ὧν σαφῶς ἀποδείκνυται τοῦ βασιλέως ἐπίβουλος καὶ τῶν παρόντων τῷ μειρακίῳ κακῶν αἴτιος γεγονώς, εἰ μὴ βούλεται τὸ πανοῦργον καὶ τὰς ἀρνήσεις ἀφεὶς προσομολογῆσαι μὲν τὰ κατηγορημένα, συγγνώμην δʼ αἰτήσασθαι παρὰ τἀδελφοῦ καὶ φιλοῦντος· εἰς γὰρ τοῦτο πάντα τρόπον αὐτὸς συνεργήσειν.

しかしアルケラオスは、若者の現在の災厄の原因となり王への謀反人であることが明白に示されているような数々の罪状に問われている彼を、どうして庇うことができようかと言った。ただし、狡猾な態度や否認を捨てて告発された罪を認め、愛してくれる兄弟に赦しを乞う意思があるならば話は別であり、その場合には自身があらゆる手立てを尽くして力を貸すであろう、と。

§1.506

Πείθεται Φερώρας, καὶ κατασκευάσας ἑαυτόν, ὡς ἂν οἰκτρότατος φανείη, μελαίνῃ τε ἐσθῆτι καὶ δακρύοις προσπίπτει τοῖς Ἡρώδου ποσίν, ὡς πολλάκις ἔτυχεν συγγνώμης αἰτούμενος καὶ μιαρὸν μὲν ἑαυτὸν ὁμολογῶν, δεδρακέναι γὰρ πάντα, ὅσα κατηγοροῖτο, παρακοπὴν δὲ φρενῶν καὶ μανίαν ὀδυρόμενος, ἧς αἴτιον εἶναι τὸν ἔρωτα τῆς γυναικὸς ἔλεγεν.

フェロラスはこれに同意し、できる限り憐れみを誘う姿になるよう仕立て上げ、黒衣をまとって涙を流しながらヘロデの足元に平伏した。そして、しばしば赦しを得てきたように慈悲を乞い、告発されたすべてのことを自ら行ったとして自らの邪悪さを認め、その原因は妻への情熱にあったと主張しつつ、自らの錯乱と狂気を嘆いてみせた。

構文注3 件
  1. 1.497παραμυθίαν λαμβάνων τοῦ δῆσαι τὸν υἱὸν τὸ μὴ δοκεῖν ἀδίκως

    名詞 παραμυθίαν に対し、属格不定詞句 τοῦ δῆσαι τὸν υἱόν が「息子を縛ったことについての慰め」として係り、定冠詞を伴う不定詞句 τὸ μὴ δοκεῖν ἀδίκως [sc. τοῦτο πεποιηκέναι] がその「慰め」の内容を指し示す同格句を形成している。

  2. 1.501ἀμείψωμεν τὰς δεξιὰς καὶ γενώμεθα τῆς ἀλλήλων ὀργῆς διάδοχοι

    接続法 ἀμείψωμεν と γενώμεθα は勧告の接続法(hortatory subjunctive)。「誓いを交わす」を意味する慣用句 ἀμείβειν τὰς δεξιάς に基づきつつ、続く διάδοχοι(引き継ぐ者)と呼応して「互いの怒りの役割を交代しよう/互いの怒りを引き継ぎ合おう」という演劇的で誇張された申し出を表す。

  3. 1.503σκεπτέον, ἔφη, μή ποτε τὸ μειράκιον ὑπὸ τοσούτων εἴη πονηρῶν ἐπιβουλευόμενον, οὐχ ὑπὸ τοῦ μειρακίου σύ

    非人称の動詞的形容詞 σκεπτέον [ἐστίν](〜を検討すべきである)に導かれる μή 節。過去の文脈における控えめな考慮や疑念を表すため希求法 εἴη が用いられている。主格 σύ の直前には対応する受動表現(εἴης ἐπιβουλευόμενος など)が省略されており、「若者が〜に陥れられているのであって、あなたが若者に陥れられているのではないのではないか」という対比構造をなす。

翻訳:Gemini 3.8 Flash(2026-11-29 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.497-1.506