- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.485-1.496
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヘロデは毒殺未遂や逃亡の企てに関する密告を受けてフェロラスやサロメを追及するも赦免するが、今度はアレクサンドロスによる寵臣宦官の籠絡と王位簒奪の企図が発覚し、疑心暗鬼に陥った宮廷で告発と処刑の嵐が吹き荒れる中、アレクサンドロスは逮捕されその友人間で苛烈な拷問が行われる。
Διεβάλλετο δὲ καὶ πάλαι μὲν ἔτι ζώσης τῆς βασιλίδος ἐπιβουλεύειν αὐτῷ φαρμάκοις, τότε δὲ πλεῖστοι μηνυταὶ προσῄεσαν, ὡς καίπερ φιλαδελφότατον ὄντα τὸν Ἡρώδην εἰς πίστιν ὑπαχθῆναι τῶν λεγομένων καὶ δέος. πολλοὺς δὲ τῶν ἐν ὑπονοίᾳ βασανίσας τελευταῖον ἦλθεν ἐπὶ τοὺς Φερώρου φίλους.
フェロラスは、昔から王妃が生きていた頃にも、毒薬をもって王を害そうと企てていると中傷されていたが、そのとき多くの密告者が出頭したため、ヘロデは弟に対して極めて愛情深かったにもかかわらず、語られた告発を信じ、恐怖を抱くに至った。王は疑いのある者たちの多くを拷問にかけ、最後にはフェロラスの友人たちにも尋問の手を伸ばした。
ὧν ἐπιβουλὴν μὲν ἄντικρυς ὡμολόγησεν οὐδείς, ὅτι δὲ τὴν ἐρωμένην ἁρπασάμενος εἰς Πάρθους ἀποδρᾶναι παρεσκευάζετο,1 συμμέτοχοι δὲ τοῦ σκέμματος αὐτῷ καὶ τῆς φυγῆς Κοστόβαρος ὁ Σαλώμης ἀνήρ, ᾧ συνῴκισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ μοιχείᾳ τοῦ προτέρου διαφθαρέντος.
彼らのうち、あからさまな陰謀を認めた者はいなかったが、フェロラスが愛人を奪ってパルティア人のもとへ逃亡しようと準備していたこと、またその企てと逃亡の共謀者にはサロメの夫コストバロス――前夫が姦通の罪で処刑されたのちに王が彼女を嫁がせた人物――がいることを自白した。
ἦν δʼ ἐλευθέρα διαβολῆς οὐδὲ Σαλώμη· καὶ γὰρ αὐτῆς Φερώρας ἁδελφὸς κατηγόρει συνθήκας περὶ γάμου πρὸς Συλλαῖον τὸν Ὀβαίδα τοῦ Ἀράβων βασιλέως ἐπίτροπον, ὃς ἦν ἐχθρότατος Ἡρώδῃ. διελεγχθεῖσα δὲ καὶ τοῦτο καὶ πάνθʼ ὅσα Φερώρας ἐνεκάλει, συγγινώσκεται· καὶ αὐτὸν δὲ Φερώραν ὁ βασιλεὺς ἀπέλυσεν τῶν ἐγκλημάτων.
しかしサロメも中傷を免れていたわけではなかった。実際、兄フェロラスは、彼女がアラビア人の王オボダスの執事でありヘロデの宿敵でもあったシュッライオスと婚姻の盟約を結んでいると告発していたからである。しかし彼女はこのことに関しても、またフェロラスから非難されたすべてのことに関しても罪を立証されたものの、許された。そして王はフェロラス自身をも告発から放免したのである。
Μετέβαινεν δὲ ἐπʼ Ἀλέξανδρον ὁ χειμὼν τῆς οἰκίας καὶ περὶ τὴν ἐκείνου κεφαλὴν ὅλος ἀπηρείσατο. τρεῖς ἦσαν εὐνοῦχοι τιμιώτατοι τῷ βασιλεῖ, καὶ δῆλον ἐξ ὧν ἐλειτούργουν· τῷ μὲν γὰρ οἰνοχοεῖν προσετέτακτο, τῷ δὲ δεῖπνον προσφέρειν, ὁ δʼ αὐτὸν κατεκοίμιζέν τε καὶ συγκατεκλίνετο.
だが、王家に吹き荒れる嵐はアレクサンドロスへと移り、そのすべてが彼の頭上にのしかかった。王には最も重用されていた三人の宦官がおり、彼らの務めを見ればそれは明白であった。すなわち、一人は酌取りを命じられ、もう一人は食事を供することを命じられ、第三の宦官は王を寝床に就かせ、ともに寝床に入ることになっていたのである。
τούτους εἰς τὰ παιδικὰ δώροις μεγάλοις ὑπηγάγετο ὁ Ἀλέξανδρος. μηνυθὲν δὲ τῷ βασιλεῖ διηλέγχοντο βασάνοις, καὶ τὴν μὲν συνουσίαν εὐθέως ὡμολόγουν, ἐξέφερον δὲ καὶ τὰς εἰς αὐτὴν ὑποσχέσεις, ὃν τρόπον ἀπατηθεῖεν ὑπὸ Ἀλεξάνδρου λέγοντος, ὡς οὐκ ἐν Ἡρώδῃ δέοι τὰς ἐλπίδας ἔχειν ἀναιδεῖ γέροντι καὶ βαπτομένῳ τὰς κόμας, εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον,2 αὐτῷ δὲ προσέχειν, ὃς καὶ παρὰ ἄκοντος διαδέξεται τὴν βασιλείαν οὐκ εἰς μακράν τε τοὺς μὲν ἐχθροὺς ἀμυνεῖται, τοὺς φίλους δʼ εὐδαίμονας ποιήσει καὶ μακαρίους, πρὸ πάντων δὲ αὐτούς·
アレクサンドロスは、多額の贈り物を与えて彼らを少年の愛人関係に引き入れた。このことが王に密告されると、彼らは拷問によって尋問され、肉体関係を持ったことを直ちに自白したばかりか、その関係のために与えられた約束をも明かし、アレクサンドロスが次のように語って彼らを欺いた次第を告白した。すなわち、白髪を染める恥知らずの老人ヘロデに希望を託すべきではない(そうして若作りに励んでいるとしても、彼を本当に若いと思ってはいないだろうが)、むしろ自分に目を向けるべきである、自分は父が望まなくとも王位を継承する身であり、遠からず敵には復讐を遂げ、友人たちを、とりわけ彼ら自身を至福で恵まれた境遇にしてやるからだ、と。
εἶναι δὲ καὶ θεραπείαν τῶν δυνατῶν περὶ τὸν Ἀλέξανδρον λαθραίαν, τούς τε ἡγεμόνας τοῦ στρατιωτικοῦ καὶ τοὺς ταξιάρχους κρύφα πρὸς αὐτὸν συνιέναι.
また、有力者たちがアレクサンドロスの周りに密かに仕えており、軍の指揮官たちや千人隊長たちも秘密裏に彼のもとに集まっている、とも付け加えた。
Ταῦτα τὸν Ἡρώδην οὕτως ἐξεφόβησεν, ὡς μηδὲ παραχρῆμα τολμῆσαι τὰς μηνύσεις ἐκφέρειν, ἀλλὰ κατασκόπους ὑποπέμπων νύκτωρ καὶ μεθʼ ἡμέραν ἕκαστα τῶν πραττομένων ἢ λεγομένων διηρεύνα καὶ τοὺς ἐν ταῖς ὑποψίαις εὐθέως ἀνῄρει.
これらのことはヘロデを激しく恐怖させ、その場では告発を公にすることすらできず、昼夜を問わず密偵を放って行動や発言のすべてを探索させ、疑いをかけられた者を直ちに処刑していった。
δεινῆς δὲ ἀνομίας ἐνεπλήσθη τὸ βασίλειον· κατὰ γὰρ ἔχθραν ἢ μῖσος ἴδιον ἕκαστος ἔπλασσεν τὰς διαβολάς, καὶ πολλοὶ πρὸς τοὺς διαφόρους φονῶντι τῷ βασιλικῷ θυμῷ κατεχρῶντο. καὶ τὸ μὲν ψεῦδος εἶχεν παραχρῆμα πίστιν, αἱ κολάσεις δὲ τῶν διαβολῶν ἦσαν ὠκύτεραι. κατηγορεῖτο γοῦν τις ἄρτι κατηγορήσας, καὶ τῷ πρὸς αὐτοῦ διελεγχθέντι συναπήγετο· τὰς γὰρ ἐξετάσεις τοῦ βασιλέως ὁ περὶ τῆς ψυχῆς κίνδυνος ἐπετέμνετο.3
こうして王宮はおぞましい無法に満たされた。めいめいが私的な敵意や憎しみから中傷を捏造し、多くの者が敵対者を標的にして、血に飢えた王の激怒を悪用した。偽りは瞬く間に信じられ、処罰は中傷よりも迅速であった。告発したばかりの者がすぐさま告発され、自らが糾弾した者とともに処刑場へ引かれていく始末であった。王が自らの命の危機に怯え、吟味の手続きを切り詰めたからである。
προύβη δʼ εἰς τοσοῦτον πικρίας, ὡς μηδὲ τῶν ἀκαταιτιάτων τινὶ προσβλέπειν ἡμέρως, εἶναι δὲ καὶ τοῖς φίλοις ἀπηνέστατος· πολλοῖς γοῦν αὐτῶν ἀπεῖπεν τὸ βασίλειον, καὶ πρὸς οὓς οὐκ εἶχεν χειρὸς ἐξουσίαν τῷ λόγῳ χαλεπὸς ἦν.
王の冷酷さは頂点に達し、何の咎もない者にすら穏やかな眼差しを向けることはなく、友人たちに対しても極めて無慈悲であった。彼は実に友人たちの多くに王宮への出入りを禁じ、直接手を下す権限のない者たちに対しては言葉をもって激しく攻撃した。
συνεπέβη δὲ Ἀντίπατρος ἐν ταῖς συμφοραῖς Ἀλεξάνδρῳ καὶ στῖφος ποιήσας τῶν συγγενῶν οὐκ ἔστιν ἥντινα διαβολὴν παρέλιπεν. προήχθη γέ τοι πρὸς τοσοῦτον δέος ὁ βασιλεὺς ὑπὸ τῆς τερατείας αὐτοῦ καὶ τῶν συνταγμάτων, ὡς ἐφεστάναι δοκεῖν αὐτῷ τὸν Ἀλέξανδρον ξιφήρη.
この逆境においてアンティパトロスはアレクサンドロスに追い討ちをかけ、親族の群れをまとめ上げて、あらゆる中傷を余すところなく浴びせかけた。王は彼の詭計と謀略によってあまりの恐怖に駆られ、アレクサンドロスが剣を抜いて自らの目前に立ちふさがっているかのように錯覚するほどであった。
συλλαβὼν οὖν αὐτὸν ἐξαπίνης ἔδησεν καὶ πρὸς βάσανον ἐχώρει τῶν φίλων αὐτοῦ. σιγῶντες δὲ ἀπέθνησκον πολλοὶ καὶ μηδὲν ὑπὲρ τὸ συνειδὸς εἰπόντες· οἱ δʼ ὑπὸ τῶν ἀλγηδόνων ψεύσασθαι βιασθέντες ἔλεγον, ὡς ἐπιβουλεύοι τε αὐτῷ μετὰ Ἀριστοβούλου τοῦ ἀδελφοῦ καὶ παραφυλάττει κυνηγοῦντα κτείνας εἰς Ῥώμην ἀποδρᾶναι.
そこで王は彼を突如捕らえて縛り上げ、その友人たちの拷問に着手した。多くの者が沈黙を守ったまま、良心に反することを何一つ口にせずに息絶えたが、激痛に耐えかねて偽りの証言を強いられた者たちは、彼が兄弟アリストブロスとともに王を害そうと謀り、狩りの最中に王を待ち伏せて殺害し、ローマへ逃亡する企てを抱いている、と口走った。
- 1.486ὧν ἐπιβουλὴν μὲν ἄντικρυς ὡμολόγησεν οὐδείς, ὅτι δὲ τὴν ἐρωμένην ἁρπασάμενος εἰς Πάρθους ἀποδρᾶναι παρεσκευάζετο
ὧν は直前の τοὺς Φερώρου φίλους を受ける部分の属格。前半の οὐδείς に対し、後半の ὅτι 節の前には ὡμολόγησαν(あるいは ὡμολόγουν)などの動詞が省略されている。また συμμέτοχοι δὲ τοῦ σκέμματος αὐτῷ... の箇所でもコピュラ ἦσαν が省略されており、自白された内容の並列関係を補って読む必要がある。
- 1.490εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον
λέγοντος ὡς... に導かれた間接話法内の条件節。主節の希求法 δέοι に対し、この条件節では直説法現在 οἴονται が用いられており、アレクサンドロスの直接話法における生々しい皮肉(「染めているからといって若いと思っているのではないだろうが」)の時制・法がそのまま保持されている。
- 1.493τὰς γὰρ ἐξετάσεις τοῦ βασιλέως ὁ περὶ τῆς ψυχῆς κίνδυνος ἐπετέμνετο
主語は ὁ περὶ τῆς ψυχῆς κίνδυνος(自身の生命に関わる危機・恐怖)、目的語が τὰς ἐξετάσεις τοῦ βασιλέως(王による審理・尋問)。中動態 ἐπετέμνετο は「(自らのために)切り詰める、短縮する」の意味であり、「王の生命の危機(への恐怖)が、審問手続きを短縮させた」という因果関係を示す。
