← フラウィウス・ヨセフス

ユダヤ古代誌

§1.arg-1.6

第1巻の目次と本著作執筆の動機

『ユダヤ古代誌』第1巻の全19章の目次と年代計算が示された後、著者が歴史記述の多様な動機を分類し、自身が『ユダヤ戦記』および本古代史の執筆に取り組んだ理由を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.arg

Προοίμιον περὶ τῆς ὅλης πραγματείας. α. ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων. β. περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ' αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ. γ. ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ. δ. ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ' ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη. ε. ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν. ϛ. ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη. ζ. ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην. η. ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω. θ. ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων. ι. ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο. ια. πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ' οἷς ἡμάρτανον. ιβ. περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων. ιγ. περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου. ιδ. περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν. ιε. ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη. ιϛ. περὶ τῆς Ἁβράμῳ τελευτῆς. ιζ. περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς. ιη. Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον,1 καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν. ιθ. ὡς Ἴσακος τελευτήσας ἐτάφη ἐν Νεβρῶνι. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὡς Ἰώσηπος ͵γη, Ἑβραῖοι ͵αωοβ, Εὐσέβιος ͵γυνθ.

著作全体に関する序文。 1. 世界の成立と元素の配置について。 2. アダムの血統、および彼から大洪水に至る十世代について。 3. 大洪水がどのようにして起こり、ノアがどのように箱舟の中で親族とともに救われ、シナルの野に定住したかについて。 4. 彼の子供たちが神への傲慢さから建てた塔について、また神がどのように彼らの言葉を混乱させ、このことが起きた場所がバビロンと呼ばれたかについて。 5. ノアの子孫たちがどのようにして全居住地に植民したかについて。 6. 諸民族の各々が植民者たちにちなんで名づけられたことについて。 7. 我らの先祖アブラハムがカルデア人の地から旅立ち、当時はカナン、現在はユダヤと呼ばれている地をどのように領有したかについて。 8. 飢饉がカナンを襲ったため彼がエジプトへと去り、そこにある期間滞在したのちに戻ってきたことについて。 9. アッシリア軍の進攻を受けたソドム人たちの敗北について。 10. アブラハムがアッシリア軍に対して出陣して勝利し、ソドムの捕虜たちを救出し、敵が奪った戦利品を奪還したことについて。 11. ソドムの民が犯した罪のために神が怒り、どのようにその民族を破滅させたかについて。 12. アブラハムの子イシュマエルと、その子孫であるアラビア人たちについて。 13. アブラハムの嫡子であったイサクについて。 14. アブラハムの妻サラについて、ならびに彼女がどのように生涯を終えたかについて。 15. アブラハムに嫁いだケトラから、トログロデュテス・アラビア人の民族がどのように生まれたかについて。 16. アブラハムの死について。 17. イサクの子エサウとヤコブの誕生および養育について。 18. メソポタミアへのヤコブの逃走と兄への恐怖、そして彼が現地で結婚し十二人の子供をもうけて再びカナンへと戻ったことについて。 19. イサクが死後ヘブロンに葬られたことについて。 本巻は、ヨセフォスによれば3008年間、ヘブライ人によれば1872年間、エウセビオスによれば3459年間の期間を収めている。

§1.1

Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν,2 ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας.

歴史を記述しようと志す人々にとって、その熱意の動機は単一でも同一でもなく、多数にして互いに甚だしく異なっているのを私は目にする。

§1.2

τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπʼ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν·

ある者たちは言論の巧みさを誇示してそこから生じる名声を追い求め、教養のこの部門へと赴く。またある者たちは、記述の対象となる人々への奉仕として、自らの力量を超えてまでそのための労苦を引き受ける。

§1.3

εἰσὶ δʼ οἵτινες ἐβιάσθησαν ὑπʼ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν·3 πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε4 τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν.

さらにある者たちは、出来事そのものの切迫した必然性に強いられ、自らが居合わせたそれらの事件を明快な記述の中に収めた。また多くの者たちには、知られざるままに埋もれていた有益で重大な出来事が、公共の利益のためにそれらに関する歴史を世に出すよう促したのである。

§1.4

τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι· τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν, ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρʼ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων.

これら前述の動機のうち、最後の二つが私自身にも当てはまった。すなわち、我々ユダヤ人に対して起こったローマ人との戦争、その中の諸事件、そしてその結末がどのようなものであったかを体験によって学んだ私は、記述において真実を損なう者たちのゆえに、自ら詳述せざるを得なくなった。一方、この現下の大著に私が着手したのは、これがギリシア人すべてにとって研究に値するものと認められるであろうと考えたからである。本書は、我々の間にあるすべての古代史と国制の秩序を、ヘブライ語の文書から翻訳して収めることになるからである。

§1.6

ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις5 ὑφʼ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν.

そこで私は、かつて『戦記』を執筆していた折にも、ユダヤ人とは原初よりいかなる者であり、いかなる運命をたどり、どのような立法者のもとで敬虔とその他の徳の修練に関して教育され、どれほど多くの戦争を長きにわたって戦い抜いた末に、不本意ながらもローマ人との最後の戦争に突入したのかを明らかにしようと、早くから企図していたのであった。

構文注5 件
  1. 1.argἸακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον

    名詞 φυγὴ に続く対格句 καὶ τὸν ἐκ τἀδελφοῦ φόβον は、前置詞 διὰ の省略ないし方向(メソポタミアへ)と原因(兄への恐怖から)をゼウグマ的(兼合的)に統語したもの。直訳すれば「メソポタミアへの、そして兄に起因する恐怖によるヤコブの逃走」となる。

  2. 1.1Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν

    ὁρῶ の目的語として対格+分詞補文(αἰτίαν ... γινομένην)が置かれている。文頭の与格 Τοῖς ... βουλομένοις は利害関係の与格ないし判断者の与格として「歴史を執筆しようとする人々にとって」と係り、主語「私(ヨセフォス)」の見解として歴史記述の動機の多様性を導入している。

  3. 1.3οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν

    οἷς πραττομένοις は関係代名詞の牽引が生じており、先行詞 τούτοις(動詞 παρέτυχον が支配する与格)と同化している(本来は ἅ πραττόμενα)。文構造は ἐβιάσθησαν ... περιλαβεῖν ταῦτα [ἐκεῖνα] οἷς πραττομένοις παρέτυχον であり、「自らが居合わせたそれらの事件を記録した書物の中に収めるよう(強いられた)」を意味する。

  4. 1.3πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε

    語順の倒置(ハイパーバトン)。主語は μέγεθος であり、属格 χρησίμων ... πραγμάτων と分詞句 ἐν ἀγνοίᾳ κειμένων(「無知の中に置かれた有用な出来事」)が μέγεθος を挟んで修飾している。動詞 προύτρεψε は対格 πολλοὺς と不定詞 ἐξενεγκεῖν を支配する。

  5. 1.6δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις

    δηλῶσαι に従属する長大な間接疑問節群の先頭。分詞構文 τίνες ὄντες、τίσι χρησάμενοι、ὑφʼ οἵῳ τε παιδευθέντες、πόσους τε πολεμήσαντες が並列され、すべて最後の主動詞 κατέστησαν(「〔最後の戦争に〕突入した」)へと論理的・時間的に収斂していく構造をとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.arg-1.6