- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.7-1.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は『古代誌』執筆の動機とエパフロディトスらの後援、旧約訳出の先例となったプトレマイオス2世と祭司エレアザロスの故事に言及し、作品全体の神学的意図とモーセの自然論への導入を予告する。
ἀλλʼ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε τοῦ λόγου περιβολή, κατʼ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν.
しかし、この主題の射程があまりに広大であったため、私はあれを単独で切り離し、それ自体の固有の発端と終結とによって記述の規模を限ったのである。時が経つにつれ、大業に手を染めようと企てる者にありがちなこととして、これほど厖大な主題を、我々にとって不慣れで見慣れぬ異邦の言語へと移し替えることに、ためらいと躊躇が私に生じるようになった。
ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπʼ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον.
だが、歴史への熱望から私をそれへと促す人々がいた。中でも誰よりも格別であったのはエパフロディトスであり、彼はあらゆる種類の教養を愛好し、実務の経験を殊のほかに喜ぶ人物であった。自ら大いなる事件や変転極まりない運命に接し、そのすべてにおいて驚くべき天賦の力量と、徳に向かう確固不動の志を示した人物である。
τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρʼ ἡμῖν ἐσπούδασαν.
有用あるいは善美なことをなしうる者たちとともに常に善美を愛する彼に促され、また、最高に美しき事柄に注ぐ労苦よりも怠惰を楽しんでいると見なされることを自ら恥じて、私はより熱意を込めて奮起した。その上、これまでに述べた事柄に加えて、我々の先祖がそのような事柄を分かち与えることを欲したかどうか、またギリシア人の側で我々の事柄を知ることに熱心であった者がいたかどうかを、決してなおざりではなく考慮したのである。
Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατʼ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, ὁ δὲ τῶν παρʼ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν,1 εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον.
そこで私が見出したのは、プトレマイオス諸王の中で第二代の王こそが、教養と書物の収集に誰よりも熱心であり、我々の律法とその律法に基づく国制の秩序をギリシア語へと翻訳することに格別の情熱を燃やしたということであった。また、我々の大祭司たちの中で徳において誰にも劣らないエレアザロスも、前述の王がこの有益さを享受することを惜しむことはなかった。もし我々にとって善き事柄を何一つ秘匿しないことが父祖伝来の習わしでなかったならば、彼は断じて反対したことであろう。
κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς·2 οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν·
ゆえに私自身にも、大祭司の高潔さに倣うこと、そして現今においても王と同様に知識を好む人々が多数存在すると見なすことがふさわしいと考えた。というのも、あの王すらも全記録を手に入れるには至らず、アレクサンドリアへ釈義のために派遣された者たちは律法に関する事柄のみを伝えたからである。
μυρία δʼ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί.
聖なる文書によって示される事柄は無数に上る。実に五千年もの歴史がその中に収められており、そこにはありとあらゆる予期せぬ変転、数多くの戦争の推移、将軍たちの勇武、そして国制の変遷が含まれている。
τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθʼ ὅσον δʼ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτʼ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν, ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρʼ ἄλλοις ἀσχήμονος μυθολογίας·
要するに、この歴史を隈なく通読しようと欲する者は、そこから何よりも次のことを学び取るであろう。すなわち、神の御心に従い、善美に制定された掟を踏み越えようと企てない者たちには、信じがたいほどにすべてのことが成就し、神から報償として幸福が授けられるが、これらの掟の綿密な配慮から離れ去る度合いに応じて、成し遂げうることも困難なものとなり、良きこととしてなそうと熱心に努めるいかなる事柄も、癒やしがたい災難へと転じるということである。それゆえ今や私は、本書を手にする人々に対し、神へと心を向け、我々の立法者を判定するよう懇請する。立法者が神の本性をその尊厳にふさわしく洞察したか、その力能に常に適う行為を神に帰したか、そして他民族に見られる見苦しい神話の一切から神に関する言論を清らかに保ったかどうかをである。
καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφʼ ὅσον πλῆθος αἰῶνος οὐδʼ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν.
もっとも、時間の長さと古さの点から言えば、彼には虚偽の創作を行う大きな余地があった。彼が生きたのは二千年前のことであり、詩人たちも、人間の行いや法律はおろか、神々自身の起源を遡って語ることすらあえてしなかったほどの長遠な時代である。
τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδʼ αὖ παραλιπών.
それゆえ、記録の中の厳密な事柄は、論述が進むにつれて固有の順序に従って明らかにされるであろう。実際、私はこの著作を通じて、何一つ付け加えることも、逆に省くこともなくこれを行うと約したのである。
Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν.3
しかし、我々のほぼすべての事柄は立法者モーセの知恵に懸かっているため、読者の一部が、法と行為に関する記録を主題とする我々の論述が、なぜこれほどまでに自然探求に関わっているのかと怪しむことのないよう、彼について予め簡潔に述べておくことが私には不可欠である。
- 1.11πάντως ἀντειπὼν ἄν
分詞 ἀντειπών に ἄν が付され、後続の接続詞節 εἰ μὴ πάτριον ἦν...(反実仮想条件文の前件)に対する帰結(後件)として機能している。直説法過去(アオリスト)の反実仮想動詞 ἀντεῖπεν ἄν に相当し、「もし〜でなかったならば、必ずや反対したであろうに」という過去の反実仮想を表す。
- 1.12τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς
κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα の支配下にある不定詞句。τῷ βασιλεῖ は副詞 ὁμοίως と結びつく与格(「王と同様に」)であるが、語順上は πολλοὺς の前に置かれて強調されている(倒置・ハイパーバトン)。意味の上では πολλοὺς εἶναι φιλομαθεῖς ὁμοίως τῷ βασιλεῖ(王と同様に知識を好む人々が多数存在する)という対格不定詞構文を形成している。
- 1.18ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν
動詞 κοινωνέω(関与する、分担する)が部分属格 φυσιολογίας を取っている。副詞的表現 ἐπὶ τοσοῦτον(これほどまでに、この程度まで)と組み合わさり、「自然探求(自然哲学)の領域にこれほど深く関わっている/足を踏み入れている」という意味を表す。
