← アイリオス・アリステイデス

エジプト演説

§349-350

地下水浸出説への反論と周辺地域の乾燥

著者は、山々からの地下水がエジプトを満たすというエポロスの説を、アラビアやリビュアの極端な乾燥、他地域の河川との不整合、地割れの現実を挙げて論駁し、湖の増水も川の流入に由来すると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§349

τῷ σοφῷ1 ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται,2 ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ.3 ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ4 καὶ τὸ ὕδωρ ὠθεῖ κάτω, ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ.5 ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει, εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τε

あの賢者いわく、高い所から低い窪地へと水が流れ下るように、今度は再び低い所から高い所へと反転し、海から始まった川が再び引き返して、上り坂で長距離走を走る者のように瀑布やメロエへと上流へ運ばれるのだ、と付け加えでもしない限りは。もっとも、私が思うに、こう言ったところで自身の同国人たちすら説得できまい。さて、私はこの決定的な論拠をひとまず置くことにしよう。盗難の追及とは盗品を両手に持っている現場を証明するまで続けねばならぬと言われるのではあるが。しかし別の愚論もある。そもそも第一に、あのアラビアの山岳地帯やリビュアの地が水で満ちていると考えること自体、どんな根拠があるというのか。いったいここやあそこにどんな泉があるというのか。これらの土地に水の観念すらどんなものがあるというのか。それらの土地は、人が推測して思いつくどんな場所よりも乾燥しており不毛であって、現にアラビア側にはかの悪名高き斑岩の石切場があるほどである。そこでは他の鉱山と同様におそらく罪人たちが使役されているが、人々が言うには、彼らを見張る番兵は誰もいない。水が極めて乏しく、そのために荒廃しているからであり、逃亡して捕らえられれば生きたまま焼き殺されるという定めの罰への恐怖ゆえに、鉱夫のうち留まる者たちは留まっているのである。それにもかかわらず、絶えざる炎熱に灼かれ続けるよりはむしろそちらの死を選ぶ者たちさえいる。実のところ、これこそが生きたまま焼かれるということなのだ。このように、その土地は全体にわたって砂漠であり、渇ききっている。 全体として、そもそもなぜこの理屈によればすべての川が夏に水量を増さないのか。もし太陽が地の窪みへと水を押し込み、満たされた大地がついには自ら溢れ出させるのだとすれば、酷暑の極みにおいて、それぞれの大地の窪地に位置している川がすべて最大にならないのはいったいなぜか。しかし川はその時に最大になるどころか、むしろ最小になるのである。さらに、他の川の周囲にも別の山々が存在し、それらはこれらの山に劣らないばかりか、明らかにそれよりも大きく、はるかに湿潤である。そのことは、そこに繁茂する樹木や外へと流れ出る湿気によっても明らかである。それならば、水が地の深みへと追いやられ、まさにそのことによって同時に高まるのだとしたら、混じり合わぬ性質のものが混同されているのではないか。そしてどうやら、同じ太陽がアラビアやリビュアの山を締め上げて水を下へと押し出しながら、エジプトではこの同じ水が高く湧き上がるのを放置しているらしい。いったい土地が下から水で満ちるなどということがどこで起こるのか、知恵の権化よ。この地は春分を過ぎるとたちまちひび割れ裂けて、ほとんど全土が裂け目と峡谷となり、駄獣の通行すら安全ではなくなるほどではないか。「それでは」と彼は言う、「もし雨や融雪によって増水するのだとしたら、ナイル川から遠く離れた湖が満水になるのはなぜか」。しかし、仮にこの問いが最ももっともだとしても、エポロスの議論を何ら助けるものではない。川が雨からも雪からも増水しないと同時に、水分が川へと下から浸出することが増水の原因ではない、ということもあり得るからである。いやそれどころか、私には彼が考えていることと全く正反対に思われる。すなわち、この問いは上流からの流入を何ら妨げるものではなく、むしろその場での湧水による増水が笑止千万であることを完全に論破している。というのも、他の阻害要因がない限り、川が雪と雨によって増水して下ってくるのはもっともなことであり、川が下るにつれて大地が満たされ膨張し、側面の低地へと湿り気を送り出すのであって、それは熱によるものでも乾燥させられることによるものでもなく――自分自身に必要な水すら持たない土地が余剰の水を他所へ送り出すなどというのは滑稽である――、むしろ反対に過剰な水量に対して利用可能な見えない水路を提供しているのである。もし山々に囲まれた土地の低地性こそが増水の原因であるとするなら、川から遠く離れた湖が満たされるはずはない。このことの証人はエポロス自身である。彼は論駁を逃れようとして、他の土地ではこのようなことは起こり得ない、なぜなら他の土地はエジプトのように窪地でも沖積地でもなく、古代からの、彼自身の言葉で言えば「自然に固まった」土地だからだ、と主張しているからである。これが仮にある程度までは真実であると認めよう――実際には少しも真実ではないのだが――。そうであれば、川の近くにあってまさにエジプト国内にある湖は、決して自発的に湧き出るのではなく、すべて川に由来し、エポロスが肯定しようと否定しようと運河がそこへと流れ込んでいるのである。したがって、これらの湖が川の増水の原因を何であれ共有しているとしても何ら不自然ではない。そして……

構文注5 件
  1. 349τῷ σοφῷ

    直前の箇所の末尾の動詞 προσθήσει の間接目的語(与格)。「あの賢明な人物に/あの賢明な議論に」のいずれとも取れるが、前文の Ἐφόρου τοῦ φιλοσόφου καὶ σοφοῦ を受けた皮肉表現(irony)として機能しており、後続の ὅτι 節はその内容をなす。

  2. 349ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται

    エポロスの説が孕む不合理を還元法(reductio ad absurdum)によって誇張した表現。水が低地から高地へ逆流するという帰結になれば、「海から始まってメロエへと遡上する」ことになると論難している。

  3. 349ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ

    アッティカ法における現行犯逮捕(ἐπʼ αὐτοφώρῳ)の慣用表現を踏まえた比喩。双数与格 ἐν τοῖν χεροῖν(両手に)と分詞 ἔχοντα は「盗品を現にその手に持っている者」を表し、論証を徹底的に現場証拠で詰める必要性を述べている。

  4. 349ἐξιποῖ

    動詞 ἐξιπόω(押しつぶす、圧搾する)の現在直説法能動相3人称単数。太陽が山脈を強い熱で「絞り出す」ようにして水分を排出させるというエポロスの比喩的メカニズムを指している。

  5. 350οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ

    動詞 συνθέω は「合致する、都合よく働く、味方する」の意(συντρέχω と同義的)。「たとえ対論者の主張が成り立つとしても、エポロスの議論を利することには少しもならない」という譲歩構文を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:349-350