- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:347-348
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は夏至の正午にエレファンティネとスエネで影が消える現象から、太陽の接近がナイルの減水をもたらすというヘロドトス的見解を論駁する。続いてエポロスによる「周囲の山から水が窪地に浸出する」という氾濫原因説を取り上げ、ナイル川が遥か上流の大瀑布から既に大水となって流れ下っている事実と矛盾することを指摘する。
Αἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ·1 ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται;
エチオピアに面する地域およびリビュアのエジプトに面する地域の上空真上に太陽が位置する。このことは二つの最大の実証から明らかであり、そのいずれも私たちが住む他の地域では起こらない。というのも、エジプトの端にあり、私が先ほど言及した二つの町において――なお私は瀑布の上流にあるフィラエをエジプトとエチオピアの境界と呼んでいるのだが――エレファンティネではすべてが照らし出され、神殿も人々も石柱も照らされ、太陽が最も長い〔日〕を満たすとき、正午には何ものも影を持たない。またスエネでは、同日の同じ時刻に、太陽の円盤が神聖な井戸のちょうど真ん中に現れ、まるで縁に対して四方均等な蓋のように光を投げかけるのである。しかもこれは二つのことの証拠である。第一に、冬に太陽が夏よりもリビュアに近づくことはないということ――もしエジプトが二つの部分から成るとして、エレファンティネがリビュア側に位置する都市であるとするなら――。なぜならそこではすでにすべてが合流しており、エジプト、アラビア、リビュア、エチオピアが、一方はこちらから、他方はあちらから同一の地点へと至っているからである。第二に、仮に百歩譲って太陽がリビュアに近づくことで水を蒸発させるという主張を彼に認めたとしても、まさにそのことが彼自身にとって不利に働く。なぜなら、もし冬に太陽が接近することによって川の水を蒸発させたのだとすれば、夏に太陽が川の真上に来たときには、完全に奪い去って消滅させてしまったはずであることは明らかだからである。というのも、太陽が天頂に昇った時以外の仕方で地上に近づくと言うことはできないからである。そもそも太陽がリビュアにも地上の他のどの部分にも決して近づかないということは、容易に理解できよう。太陽が夏には地上のある部分を、冬には別の部分を訪れるわけではなく、むしろ大地が太陽の運行軌道の内側にあるからである。太陽は常に大地全体から等しい距離を保っているが、正午に頭上に位置する人々に対して最も強い熱をもたらすのである。したがって、太陽はその時期に川を押し留めたり停止させたりせず、奪い去ることもなく、大きなものから小さくすることもなく、むしろ川が増水し、その流れに絶えず増量を獲得しているのを見下ろしていることが明らかである。このことにあなたは驚嘆している。しかし、もしこのような盛夏の極みにおいて川が増水していくのが見られるのだとすれば、いったいいつナイルが熱によって干上がると言うのだろうか。
ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.2 ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν3 ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι. πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν,4 καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσει
さて、夏至から反転して太陽はエチオピア人たちのほうへと向かう――私はヘロドトスの言葉遣いに合わせて言っているのだが――。それゆえ、太陽はより上流の人々に対しても常にこれと同じ配置を保ちながら進む。そしてこれらは川の進路でもあるから、常に水の少なからぬ部分を奪い去り、少しずつ干上がらせるはずであるが、太陽はそれとは反対のことを行っているように見える。もしそう言うべきならだが――いやむしろ、そうしているように見えるのは太陽ではなく、ナイル川が反対のことをしている(あるいは受けていると言うべきか)と思われる。というのも、太陽の運行に応じて川は少しずつ減水していくべきであるのに、川は増水し始めると、その増水そのものを少しずつ増していき、一方は熱気の、他方は流入の、同じ始まりと同じ極みを提供するからである。 さあ、論を移して、哲学者にして智者たるエポロスの装飾、あの男が自身と自著を飾り立てた装飾を称えるがよい。しかし私は、発見したと主張する者よりも論駁を試みる私の方がより滑稽なのではないかと恐れる。なぜなら、もしナイル川がカタドゥパのはるか上流から、そして私たちが知っている場所よりもはるかに上流からすでに増水をもたらして下って来ているのでなかったならば、リビュアの山とアラビアの山から水が下方へと引き込んで、中央にあって窪地となっているエジプトを満たすのだという憶測――熱を原因とする彼が主張していること――をあるいは受け入れたかもしれない。だが実際には、エポロスの名前すら一度も聞いたことのない人々でさえ知っている。川は何日もの航路を経て上流から高く盛り上がって下ってきて、まさにそのカタドゥパのあたりでも、またギリシア人によってヘルメスと呼ばれるであろうものが始まるエジプト領のスエネとエレファンティネの間でも驚くほど水位を上げ、驚異的な轟音とともに通り抜け、平均して言っても三十ペーキュスに達する水量を満たしていることを。それならば、エジプトを両側から閉ざしている山々からの水が、増水の起点よりもはるかに下流にありながら、これこそが増水を引き起こすものであるなどということがどうしてあり得ようか。そして同じ水が、一方では下から流れ込んでエジプトを満たしながら、他方ではエジプトの最上流部の上で、古くからの水の上にこれほどの勢いで運ばれているのが見られるなどということがどうしてあり得ようか――エポロスがこのことまでをも主張し、付け加えるのでない限りは……
- 347ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ
女性単数対格の形容詞「τὴν μεγίστην」は、「ἡμέραν」(日)が省略された慣用表現で(次文の「τῆς αὐτῆς ἡμέρας」がこれを受ける)、「太陽が最も長い日(夏至)を満たすとき」を意味する。「πληροῖ」は接続法現在3人称単数(契約動詞 πληρόω)であり、「ἐπειδάν」とともに時を表す接続法一般条件節を形成している。
- 348δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.
「δέον」は非人称動詞 δεῖ の絶対対格(accusative absolute)で、譲歩的に「〜すべきであるのに」を表す。意味上の主語「αὐτόν」はナイル川を指す。主節後半の「ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται」は高度に圧縮された交差的構造であり、「ὁ μὲν [ἥλιος] τοῦ καύματος [ἀρχὴν καὶ ἀκμὴν], ὁ δὲ [Νεῖλος] τῆς ἐπιρροῆς [ἀρχὴν καὶ ἀκμὴν] παρέχεται」と目的語「τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμήν」を共有して係っている。
- 348εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν
反実仮想文の構造。「εἰ μὴ ... κατῆγεν」と未完了過去直説法が用いられて現在の事実に反する仮定を表し、帰結節には「τάχʼ ἄν τις προσεῖτο」(προσίεμαι の第2アオリスト希求法中間態+ἄν)が用いられている。過去・現在の反実仮想の帰結に希求法が置かれるのは、仮定に対する話し手の主観的な推量・譲歩(「あるいは受け入れることもあり得たかもしれない」)を示す古典期の柔軟な統語法である。
- 348πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν
主語である名詞句「τὸ ἐκ τῶν ὀρῶν ... ὕδωρ」と、述語「τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν」の間に、「τοσοῦτον κάτω τῆς ἀναβάσεως」(氾濫の起点よりもこれほど下流にありながら)という副詞的対格を伴う前置詞句が挿入された離隔構文(hyperbaton)である。代名詞「τοῦτο」は主語を要約・強調して述語部へと結びつけている。
