- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:105-106
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アガメムノンによるネストル重用とホメロスの記述、舵手の例、オデュッセウスの弁論美、ピンダロスの神話的言及を引き、弁論術が戦争・平和・外交において武力や美貌に勝り、宇宙を繋ぐ神的な絆であることを論証する。
θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ·1 εἰκότως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλʼ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κατέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημάτων καὶ σκευῶν; ἀλλʼ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτʼ ἐφάνη τότε πᾶσα οὖσα παρασκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυβερνήτης δʼ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν παρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνητικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δʼ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἢ ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο Ὅμηρος μαρτυρεῖν "οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες," ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέγομεν "ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·" οὐκ ἀργῶς οὐδʼ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλʼ ἐνδεικνύμενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ ὁ στέφανος νίκης ἐστὶ σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι,2 τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶ μᾶλλον θαυμασθῆναι παρὰ τοὺς λόγους. Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα ταῦτʼ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν· ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰπεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπʼ εἰρήνης, ἡ δʼ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πολίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δʼ ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας ἐάων ὀνομάζουσιν, ἰδίᾳ δʼ οὕτως μόνον τοῦτον· καὶ ἀκάκητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρʼ αὐτοῦ δωρεὰ, ἀγαθὰ δʼ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δʼ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί.3 ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.
こうして彼は、十人の男が数において十万人より少ないのと同じほど、弁論術を将軍術より決定的なものと位置づけたのであるが、それは当然のことである。なぜなら彼は論証を遠くから取ってきたのではなく、もしあの時、出立へと駆り立てられ、すでに船の支え木を取り外し、波の音を圧倒して叫んでいたアカイア勢を、これら二人の弁論家が押し留めなかったならば、戦術家たちに何の益があったであろうか、盾や槍や船の群れ、財貨や装備に何の益があったであろうか。実に、重装歩兵にとって荷運び人がそうであるように、あの時、あらゆる備えは、これらすべてを統括する弁論術に対してまさにそのようなものとして現れたのである。また舵手も、この能力の一部を身につけ、恐れさせるべき時を心得、また勇気を持たせるように整える術を知るならば、操舵術そのものの実践においてどれほど抜きんでることであろうか。それゆえ弁論術は、それ自体としても至る所で驚嘆すべきものであり、それが加わるいかなる相手に対しても、これほど大きな決定的な重みをもたらすのではないだろうか。 私としては、美と弁論術とが合わさった場合にも、弁論術によって判定が下されるのであり、そのような人物を、語るのを喜んで聞く以上に喜んで見る者は一人もいないと主張する。そしてホメロスもこのことを証言しているように思われる。「その時私たちは、オデュッセウスの姿を見てこれほど驚嘆しはしなかった」と彼が述べたように、思想と言葉の稠密さ、そして声の荘重さを語り、その弁論を天の徴になぞらえている。また彼は、私たちが先ほど触れた箇所でも証言している。「ある者は容姿において劣っているが、神がその姿を言葉で冠する」。ここで彼は「冠する」と無為に、あるいは単に言ったのではなく、言葉が欠点を補うだけでなく、さらに勝利をもたらすことを示しているのである。冠は勝利の象徴でもあるのだから。したがって、見目悪くとも巧みに語ることのできる者を、最も美しくとも語ることの能わない者よりも上位に置くとするならば、美しくかつ弁論家でもある者が、言論のおかげで一層賞賛されると彼が述べるのは当然かつ首尾一貫している。 ピンダロスはこれほど大袈裟な強調をして、ゼウスの婚礼において、神々自身も、ゼウスが何か必要なものがあるかと問うた際、これらの偉大な事業と彼のすべての被造世界を言論と音楽で飾り立てるような神々を彼自身のために造るよう求めた、と語っている。そしてこのことは詩人たちだけでなく、すべての人間も同意している。すなわち、他のものは大体において気晴らしをもたらすか実用を満たすかのいずれかであるのに対し、これだけがとりわけ両方を満たし、有用性とともに驚くべき優美さを持っている。それゆえ人間は互いに戦争に至ったときでさえ、自らの手で人を殺す敵陣からやって来る使節を受け入れ、送り出すのであり、それは弁論家の種族を心にとどめ、言論の本性を例外として扱い、それがそもそも人類の救済と共通の必要のために世に入ってきたことを敬重するからである。そして武具を扱う習性は平時においては役に立たないが、言論の力は戦時においても不名誉なものではなく、市民にとっても有用であり、敵にとっても敬意を払うべきものであり、武具の好機においてさえ武具にしばしば打ち勝つのである。 私には、詩人たちがこの知恵の指導者にして保護者であるヘルメスを、まさにこのゆえに神々の共通の称号で彼だけを呼んでいるように思われる。というのも、共通には彼らはすべての神々を「善きものの与え手たち」と呼ぶが、個別にこのように呼ぶのは彼だけだからである。また「悪をなさない者」や「大いなる益をもたらす者」とも呼ぶが、それは彼からの賜物が何の害悪も持たず、人々に引き続いてあらゆる善きものを、戦争において、平和において、陸上において、海上において、苦難において、歓喜において、至る所で供給するからである。さらに私には、もしプラトンを信じるべきなら、人間からの事柄を神々に、神々からの事柄を人間に仲介して伝えるダイモーンたちの種族も、まさにこれを用いているように思われる、と私は主張する。したがって人は、まさにこの点によっても弁論術を宇宙の絆と呼ぶことが正当であろう。
- 105θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ
直前の箇所の末尾で言及されたホメロス(または彼が描くアガメムノン)を意味上の主語とする分詞構文。度量の与格相関構文 τοσούτῳ... ὅσῳ(〜と同じほど…)が用いられている。10人の相談役(弁論の力)を10万の軍勢(兵力)と比較し、数が圧倒的に少ない10人の方を、その数の少なさの比率と同じ度合いで決定的な力(より強い支配力)を持つものとして位置づけたという逆説的・修辞的強調の構文である。
- 105τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι
接続詞 ὅτε は時または条件(〜のとき、〜とするならば)を導き、τὸν αἰσχρὸν ... πρότερον τίθησι を従属節として構成し、後続の主節(φησὶ ...)を支えている。対比される二つの項は、定冠詞+限定句 τὸν αἰσχρὸν καλῶς δυνάμενον λέγειν(醜いが巧みに語れる者、対格)と、比較の基準となる属格 τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου(最も美しいが語れない者)である。比較級副詞 πρότερον がこれらをつなぎ、「後者よりも前者を上位に置く」という係り受けを構成している。
- 106δοκεῖν δʼ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί.
文頭の δοκεῖν δʼ ἔμοιγε は本来「私に思われるところでは」という絶対不定詞的な制限的慣用句(δοκεῖν ἐμοί)の形をとっているが、文末に φημί(私は主張する)が置かれているため、統語的な重複(アナコルートン)が生じている。構造としては、主語 τὸ τῶν δαιμόνων γένος と不定詞 κεχρῆσθαι が対格不定法を形成し、分詞 διαγγέλλον が主語を修飾している。
