← アイリオス・アリステイデス

プラトンに向けた弁論術の擁護

§103-104

言論の美と諸技術に対する弁論術の補完性

著者は言論が合算できない美質において魂の美と類比され、行使によって減耗せず神的な起源を持つことを論じる。さらに、戦争や不正が消滅しても弁論術は不要にならず、むしろ医術や将軍術などの諸技術を補完し完成させる不可欠の力であることをホメロスの詩行を引いて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§103

σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος,1 οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλʼ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος2 ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δείκνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτʼ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαίνουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρόνος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ,3 ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παραχρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστʼ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῃ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκεται, ἀλλʼ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνομεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρωπῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύντων διʼ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύσεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστʼ εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι·

全員が集まったとしても、個々において抜きん出ている一人より優れた言論を提示することはできないであろう。また、これは合わされた武勇によって決まるものでもなく、美においてそうであるように、各人が自己に割り当てられた敗北分を保ちつつ、一人も多数も同等の力しか持ちえないのである。というのも、彼自身からより優れたものが現れ出ない限り、共同体や多数は何の価値もなく、たとえダレイオスの大軍を率いてきたとしても同様だからである。まさにこの最大の点によって、言論が美といかに類縁関係にあるか、そして肉体における美がそうであるように、魂における言論がまさにそれであることが示される。とはいえ、この部分に関しても人はこう言えよう。美は時がたやすく論破(衰微)させてしまい、実に「若さ(時)」という名がそれに割り当てられているのに対し、言論は時とともに進み、その最善のものを時ほどよく示すものはないと。ソポクレスが、正しい人は時によってのみ明らかになると言ったように。私はその付加的な部分を差し引くが、それは言論が時によってだけでなく、直ちにも心を捉える性質があるからであり、これら言論のみがその盛りを不死のものとすることを得たのである。そして富を持つ者は、恩恵を施すべきと考える者たちに施す際、自らの所有物を削って行うので、手放した分だけ残りを減らしてしまう。もしこのような張り合いを絶えず続けるならば、すぐに自らにこれを補填してくれる者を必要とするようになるであろう。しかし言論の所有と能力は、行使によって費やされることはなく、むしろ、そう言ってよければ、まさにこれによって増大する性質を持つ。その理由は、富は鉱山や採石場から、陰鬱な労働を通じて下から得られるのに対し、言論はわれわれに恩恵を施すことによって自らは何も失わない者たちからわれわれのもとに来ているからである。したがって言論のみが神的な本性を分有しているのも当然である。さらに、もし誰かが議論によって人間から病気を取り除いたとすれば、航海しない者に操舵手が必要ないように、医術はまったく不要であると言えるであろう。

§104

ῥητορικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτήματα, ἀλλʼ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρʼ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφημίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδʼ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρʼ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμάκων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖ "ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου" καὶ "ὣς ἔφαθʼ, οἱ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν" καὶ "τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν." τοιαῦτʼ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος4 βεβαιοῖ, ποιήσας τὸν Ἀγαμέμνονα τῶν μὲν "ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίας" τὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον "τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·" τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέστορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν. "τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν, Ἀχαιῶν· τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·"

しかし弁論術にとっては、たとえ私人のすべての過ちだけでなく、あらゆる戦争が人間から消え去ったとしても、事態が行き詰まることはなく、根を断たれたかのようにその力が倒れることもない。というのも、祝祭や平和の優雅な営みは、なおさら弁論術からの装飾を必要とし、ゼウスにかけて、神々や英雄の栄誉、そして優れた人々に当然負っているすべての賛美もそうだからである。弁論術はこれらすべてに臨んで飾り立て、すべてに対して同様にふさわしく現れる。さらに、もし他の技術や能力のいずれかと協調するならば、ヘラクレスよ、弁論術がもたらすものをいかに輝かせるかは言葉では言い尽くせないほどである。たとえば、医者が弁論術を身につけるならば、それによって医術そのものの恩恵を最もよく知るであろう。もし技術に従って自らに備わっている他の事柄に加えて説得する能力が加わるなら、ある人が言ったように「最も知恵ある薬」を用いて、医術の器具に触れる前に、弁論術によって多くのことを前もって治療することを何が妨げようか。さらに、将軍術と結びつくとき、将軍術の事業そのものを保全することがはるかに弁論術の本来の性質である。まさにこれこそホメロスが至る所で明瞭に示していることである。「こう語って各人の気迫と勇気を鼓舞した」また、「こう言った。すると彼らはなお一層アルゴス勢へと突進した」また、「彼らにとって、中空の船に乗って愛する祖国の地へと帰還するよりも、戦いのほうが直ちに甘美なものとなった」。ホメロスは常に言論にこのような言葉を付け加えている。そして彼は、ほとんど布告官によるも同然に最も明白にこれを確証している。アガメムノンに、「盾と兜と槍で身構えた」陣列を差し出したアイアスたちに対しては、全員がその勇気を持つことを願って、「このような勇気が皆の胸にあらんことを」と言わせたのに対し、軍陣に最善の助言をしたネストルに対しては、彼に劣らぬ相談役を全部で十人得ることを願わせたのである。「アカイアの民の中に、私にこのような相談役が十人いたならば、プリアモス王の都市はたちまち我らの手によって陥落し、略奪されて崩れ落ちたであろうに」と彼が言ったように。

構文注4 件
  1. 103σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος

    直前の箇所の末尾の ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνους を引き継ぐ構造。ἄν は直前の文脈から共有されており、希求法 παράσχοιντο 単独で潜在を表す。ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος は比較級 ἀμείνους に対する比較の属格であり、「個々人において抜きん出ている一人の人物」を指す。

  2. 103τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος

    主語の並置(εἷς καὶ πολλοί)に対して単数の ἕκαστος が配分的同格(distributive apposition)として置かれ、分詞 σώζων もそれに一致して単数男性主格となっている。τὸ ἐπιβάλλον は「割り当てられた分・相応の分け前」を意味する分詞の名詞的用法。

  3. 103τὸ τῆς προσθήκης ἀφαιρῶ

    直前のソポクレスの引用に対する話者の留保を示す表現。τῆς προσθήκης は「付け足し・誇張(時『のみ』という限定の付加)」を指し、直説法1人称単数の ἀφαιρῶ により「私はその付加の部分を差し引く」と述べ、続く ὅτι 節でその理由を示す。

  4. 104μόνον οὐχ ὑπὸ κήρυκος

    μόνον οὐ は「~も同然に」「ほとんど(virtually / all but)」を意味する慣用表現。ὑπὸ κήρυκος と結びつき、「ほとんど布告官によって公然と布告されたも同然に最も明白に」という様態を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:103-104