- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg004.humanitext-grc2:28-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ディオニュソスの神話的起源や男女両性具有の特質について述べ、神の持つ和解と解放の強大な力を様々な伝承を引きながら称える。
ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγείσθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος.1 τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν· αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμυήτων ἄρʼ ἦμεν,2 συμμέτρῳ τῇ φωνῇ προσείπωμεν τὸν θεόν· πάντως δὲ καὶ μήκη καὶ βραχύτητες καὶ ὁτιοῦν τῶν ἐν τῇ φύσει φίλον αὐτῷ. καί πως καὶ τὰ ἐκ τοῦ ὀνείρατος συμβαίνει, τὸ δεῖν εἶναι πολυμηχάνους περὶ τοὺς λόγους. Ζεὺς Σεμέλῃ συγγίγνεται· καὶ ἐπειδὴ ἐκύει ἡ Σεμέλη, ὁ Ζεὺς βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ,3 τὴν μὲν Σεμέλην ἐκ τῆς γῆς εἰς τὸν Ὄλυμπον κομίζει διὰ πυρὸς, αὐτὸς δὲ ἀναλαβὼν τὰς αὑτοῦ γονὰς ἐρραψάμενος τῷ μηρῷ ἐφόρει δέκα μῆνας ἐξ ἀρχῆς, δίαιταν ἔχων ἐν Νύσῃ τῇ ὑπὲρ Αἰθιοπίας. καὶ ἐπειδὴ ὡραῖον ἦν, καλέσας τὰς Νύμφας λύει τὸ ῥάμμα, καὶ γίγνεται δὴ οὕτως ὁ Διόνυσος διχόθεν προσήκων τῷ πατρί. οὕτω δή τι διαφερόντως αὐτὸν ὁ Ζεὺς ἐτίμησε παρὰ πάντας θεούς τε καὶ ἀνθρώπους. οὔτε γὰρ αὐτὸς ἄλλῳ τῳ ταῦτα ἄμφω κατέστη οὔτε ἄλλος ἄλλῳ τῳ. ταῦτʼ ἄρα4 καὶ ἄρρην τε καὶ θῆλυς ὁ θεὸς, φασὶν, ὅτι αὐτῷ καὶ ὁ πατὴρ ἑκατέρας τῆς φύσεως μετέσχεν εἰς αὐτόν. ἤδη δέ τινων ἤκουσα καὶ ἕτερον λόγον ὑπὲρ τούτων ὅτι αὐτὸς ὁ Ζεὺς εἴη ὁ Διόνυσος.5 καὶ τί ἂν εἴποις ὑπὲρ τοῦτο; ἔστι δὲ τῇ φύσει καὶ τὴν μορφὴν προσεοικώς. ὥσπερ γὰρ δίδυμος πάντη αὐτὸς πρὸς ἑαυτόν ἐστι. καὶ γὰρ ἐν ᾐθέοις καὶ ἐν κόραις * * καὶ αὖ ὡς ἐν ἄρρεσιν ἀγένειός τε καὶ Βρισεὺς, καὶ πολεμικός τε δὴ καὶ εἰρηναῖος διαφερόντως θεῶν. διδόασι δʼ αὐτῷ καὶ τὸν Πᾶνα χορευτὴν τελεώτατον θεῶν ὄντα, ὡς Πίνδαρός τε ὑμνεῖ καὶ οἱ κατʼ Αἴγυπτον ἱερεῖς κατέμαθον. καὶ μὴν καὶ τὴν Ἥραν λέγουσιν ὡς μόνος θεῶν τῷ υἱεῖ διήλλαξε κομίσας τὸν Ἥφαιστον ἄκοντα εἰς τὸν οὐρανὸν, καὶ ταῦτά γε ἀναθεὶς ὄνῳ. καὶ ὡς μὲν αἴνιγμά ἐστιν ἐν τῷ λόγῳ δῆλον, δῆλον δὲ καὶ οἷ τελευτᾷ τὸ αἴνιγμα, ὡς ἄρα πολλή τις καὶ ἄμαχος ἡ δύναμις τοῦ θεοῦ, καὶ δύναιτʼ ἂν καὶ ὄνους πτεροῦν, οὐχ ἵππους μόνον· ὥσπερ καὶ λεόντων γάλα ἀμέλγειν ἀνέθηκέ τις αὐτῷ Λακωνικὸς ποιητής· καὶ οὐδὲν ἄρα οὕτως βεβαίως δεδήσεται, οὐ νόσῳ, οὐκ ὀργῇ, οὐ τύχῃ οὐδεμιᾷ, ὃ μὴ οἷόν τʼ ἔσται λῦσαι τῷ Διονύσῳ.6 ἀλλὰ καὶ συμπότης ὁ τέως πολέμιος, καὶ ὁ γέρων ἀνηβήσει, καὶ πίεται κινοῦντος τοῦ θεοῦ. ταῦτα αὖ Σειληνοί τε
夢を示されたアスクレピオス御自身が先頭に立たれんことを。そして、踊りを捧げるべきディオニュソス御自身も、またムーサたちを率いるアポロンも先頭に立たれんことを。彼は言われるところによれば、一方の父であり、他方の兄弟である。さて、ディオニュソスに関する完成された賛歌や語りは、オルフェウスやムーサイオス、そして古代の立法者たちに委ねることにしよう。しかし我々は、まるで合言葉の代わりに、自分たちが秘儀未参入者ではないことを示すために、節度ある声で神に呼びかけよう。いずれにせよ、長さも短さも、自然の中にあるものは何であれ彼に好まれるのである。そしてどういうわけか、夢から生じる事柄も一致している。すなわち、言葉に関して工夫に富んでいなければならないということである。ゼウスはセメレと交わる。そしてセメレが身籠もったとき、ゼウスは自分自身がディオニュソスにとって父と母の双方になろうと望み、セメレを火によって地からオリンポスへと連れ去り、自身は自分の子を引き取って太ももに縫い込み、最初から十ヶ月の間、エチオピアの彼方にあるニュサで暮らしながらそれを身に帯びていた。そして適した時期になったとき、ニンフたちを呼んで縫い目をほどき、こうして実に、ディオニュソスは双方から父に属する者として誕生する。このようにゼウスは、すべての神々や人間を超えて、とりわけ彼を重んじた。というのも、彼自身が他の誰に対してもこの双方になることはなかったし、他の誰かが別の誰かに対してそうなることもなかったからである。それゆえにこそ、この神は男にして女でもあると言われている。なぜなら、彼の父が彼を生み出すにあたって、両方の性の性質を分け与えたからである。しかし私は、これらについて、ゼウス自身がディオニュソスであるという、もう一つの説をすでに何人かの人々から聞いたことがある。これ以上に何を言うことができようか。しかも彼は姿においてもその本性に似ている。というのも、彼はあらゆる点で、自分自身に対してまるで双子であるかのようだからである。実際、若者たちの間にも、乙女たちの間にも * * またさらに、男性たちの間では、髭のない若者としても、またブリーセウスとしても現れ、また神々の中でとりわけ戦争を好む者でもあり、平和を愛する者でもある。また人々は、神々の中で最も完全な踊り手であるパンを彼の伴侶として与えている。これはピンダロスが歌い、エジプトの神官たちが学んだ通りである。さらに、神々の中で彼だけが、ヘパイストスを嫌がるままに天へと連れ戻し、しかも彼をロバに乗せることによって、ヘラを彼女の息子と和解させたと言われている。そして、この物語の中に謎があることは明らかであり、またその謎がどこに行き着くかも明らかである。すなわち、この神の力はいかに強大で無敵であるかということであり、馬だけでなくロバにさえ翼を与えることができるほどだということである。あるラコニアの詩人が、彼がライオンの乳を搾るようにさせたのと同じように。それゆえ、病によっても、怒りによっても、いかなる運命によっても、ディオニュソスにとって解くことができないほどに、固く縛られるものは何もないのである。むしろ、それまで敵であった者も飲み仲間となり、老人は若返り、神が揺り動かすとき、彼は飲むであろう。これらのことはまた、セイレイノスたちも……
- 28τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος
関係代名詞的用法を伴う冠詞の属格 τοῦ μὲν ... τοῦ δὲ は、前述の「アスクレピオス」と「ディオニュソス」をそれぞれ指示する。アポロンは前者にとっての父であり、後者にとっての兄弟(異母兄弟)である。
- 28ὡς οὐ τῶν ἀμυήτων ἄρʼ ἦμεν
接続詞 ὡς および小辞 ἄρα を伴う直説法過去形 ἦμεν は、過去の客観的事実というよりも、現時点で初めて気づいた「実は〜であったのだ」という事実の発見・認識を示す(発見の未完了過去)。
- 29βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ
与格 ᾧ Διονύσῳ は関与の与格。ἀμφότερα(「双方」)は述語の πατήρ τε καὶ μήτηρ と同格。不定詞 γενέσθαι の述語として対格をとるのではなく、分詞 βουλόμενος の主語(Zeus)と一致して主格になっている。
- 29ταῦτʼ ἄρα
対格の ταῦτα が推論の小辞 ἄρα と結びつき、「それゆえにこそ」という因果関係を強調する副詞的表現(関係の対格または原因の対格)として機能している。
- 29ὅτι αὐτὸς ὁ Ζεὺς εἴη ὁ Διόνυσος
主節の動詞が過去形(ἤκουσα)である伝聞の間接話法(ὅτι 節)において、直説法(ἐστί)から移行した斜格希求法(optative of oblique discourse)である。
- 29ὃ μὴ οἷόν τʼ ἔσται λῦσαι τῷ Διονύσῳ
関係節における否定辞 μή は、先行詞の οὐδέν が特定の具体的対象ではなく、「〜であるようなものは何もない」という一般的・仮定的な性質の記述であることを示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
