← テオプラストス

人さまざま

§4.1-4.14

無骨さの定義と田舎者の不作法な振る舞い

無骨さ・粗野の定義を示し、不作法な身なりや奇矯な振る舞い、奴隷との密議、街中や浴場での無分別な言動など、田舎者の特徴を具体的に列挙する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι,1 καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν, καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν, καὶ μεγάλῃ τῇ φωνῇ λαλεῖν.

無骨さとは見苦しい無教養であると言えよう。そして田舎者とは次のような人物であり、キュケオンを飲んで民会へ出かけ、香油などタイムの匂いより少しも良い匂いはしないと言い張り、足よりも大きな靴を履き、大声でしゃべるのである。

§4.2

καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων· καὶ τοῖς παρʼ αὐτῷ ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι.

また、友人や身内を信用せず、自分の奴隷たちと最大の重要事について相談し、自分のところで働く畑の雇い人たちに民会での一部始終を語って聞かせる。

§4.4

καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι.

そして膝の上にまで着物をたくし上げて座り、自分の隠し所が見えるようにする。

§4.5

καὶ ἐπʼ ἄλλῳ μὲν μηδενὶ μήτε θαυμάζειν μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ βοῦν ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν.

また、路上ではほかのいかなるものにも感嘆もせず驚きもしないが、牛やロバや雄山羊を見かけると、立ち止まって眺める。

§4.6

καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου δεινὸς φαγεῖν· καὶ ζωρότερον πιεῖν.

また、食料部屋から何かを取り出してはがつがつと食べ、強い酒をあおる。

§4.7

καὶ τὴν σιτοποιὸν πειρῶν λαθεῖν,2 κᾆτʼ ἀλέσαι μετʼ αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια.

また、パン焼き女を人目を忍んで口説こうとし、それから彼女と一緒に召使たち全員と自分のための食料を挽く。

§4.8

καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν.

また、朝食をとりながら家畜たちにも同時に餌をやる。

§4.9

καὶ παρὰ τὴν θύραν ὑπακοῦσαι αὐτός.

また、扉の物音には自分で出て応対する。

§4.10

καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν οἰκίαν.

そして犬を呼び寄せ、その鼻先をつかんで言う、「こいつが畑屋敷と家を守ってくれているのだ」と。

§4.11

καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν, λίαν μὲν λυπρὸν εἶναι, καὶ ἕτερον ἀνταλλάττεσθαι· καὶ εἴ τῳ ἄροτρον ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον, ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνῃσκόμενος.

また、誰かから金銭を受け取ると、ひどく質が悪いと言って受け取りを拒み、別のものと取り替えさせる。また、誰かに鋤や籠や鎌や袋を貸していれば、夜に眠れないままそれらのことを思い出す。

§4.12

καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον ὁ ἀγὼν νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι.

また、町へ下りていく途中、すれ違う人に出会うと、獣皮や塩魚はいくらか、今日催される競技は新月祭の奉納かを尋ね、下りていったらすぐに髪を切るつもりだと言い出す。

§4.13

καὶ ἐν βαλανείῳ δὲ ᾆσαι· καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσαι.

また、公衆浴場で歌を歌い、履物に鋲を打ち込む。

§4.14

καὶ τῆς αὐτῆς ὁδοῦ3 παριὼν κομίσασθαι παρʼ Ἀρχίου τοὺς ταρίχους.

そして同じ道のついでにアルキアスの店に立ち寄って塩魚を受け取っていくのである。

構文注3 件
  1. 4.1οἷος... πορεύεσθαι

    関係代名詞 οἷος に不定詞 πορεύεσθαι が後続する構文(性向・素質を示す οἷος+不定詞)。この構文に連なる不定詞群(φάσκειν, φορεῖν, λαλεῖν, ἀπιστεῖν 等)が、この箇所の末尾まで田舎者の個々の特徴的振る舞いを列挙する主軸となっている。

  2. 4.7τὴν σιτοποιὸν πειρῶν λαθεῖν

    πειρῶν(πειράω「誘惑する、口説く」の現在能動分詞)が直接目的語 τὴν σιτοποιὸν を取り、不定詞 λαθεῖν(οἷος に続き、後の ἀλέσαι と並列)が πειρῶν を補足分詞に取って「人目を忍んで〜する」(λανθάνω+分詞)を表す構文。「パン焼き女に気づかれないように努める(πειράω+不定詞)」と解する余地もあるが、古典ギリシア語で πειρᾶν τινα は求愛・口説きの慣用表現であり、その後の「彼女と一緒に粉を挽く」という文脈からも、召使の女性に人目を盗んで手を出そうとする好色な田舎者の無分別さを表すと取るのが自然である。

  3. 4.14τῆς αὐτῆς ὁδοῦ

    名詞 ὁδός が属格で用いられた「経路・途上」を表す副詞的属格(あるいは「同一の機会・ついで」を示す時の属格)。ここでは「(町への)同じ道行きのついでに」の意を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:4.1-4.14