← テオプラストス

人さまざま

§3.1-3.6

多弁の定義と脈絡のない雑談を続ける男

おしゃべり(多弁)の定義を示し、見知らぬ相手を捉えて脈絡のない話題を延々とまくしたてる男の生態を描写して、そうした人物からは一目散に逃げ去るべきだと結ぶ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

ἡ δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων·

おしゃべりとは、長たらしく思慮のない言葉を語り立てることである。

§3.2

ὁ δὲ ἀδολέσχης τοιοῦτός τις, οἷος, ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον·1 εἶτα, ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθʼ ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ τὰ καθʼ ἕκαστα διεξελθεῖν.

そしておしゃべりな男とは次のような人物であり、見知らぬ人の隣に腰を下ろすと、まずは自分の妻の賛美を語り、次に昨晩見た夢を物語り、次いで夕食に何を食べたかを一品一品詳しく述べるのである。

§3.3

εἶτα δὴ προχωροῦντος τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων, καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ,2 καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι, καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλόιμον εἶναι·

それから話が進むにつれて、今の人間は昔の人々に比べてどれほどずっと邪悪であるか、市場の小麦がどれほど安くなったか、どれほど多くの異邦人が滞在しているか、ディオニュシア祭以降は海が航行可能になることなどを語る。

§3.4

καὶ εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι, καὶ ὃν ἀγρὸν εἰς νέωτα γεωργήσει, καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾷδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ χθὲς ἤμεσα, καὶ τίς ἐστιν ἡμέρα τήμερον; κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι. καὶ ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ Ἀπατούρια, Ποσιδεῶνος δὲ τὰ κατʼ ἀγροὺς Διονύσια.

そして、もしゼウスがもっと雨を降らせてくれれば作物はもっと良くなるだろうということや、来年はどの畑を耕作するか、暮らしていくのがどれほど大変か、ダミッポスが密儀で極めて大きな松明を奉納したことや、音楽堂の柱は何本あるか、そして「昨日は吐いてしまってね」また「今日は何日だっけ」などと言い、誰かが彼に付き合って辛抱してくれれば、決して離れようとしない。そしてボエドロミオン月には密儀があり、ピュアネプシオン月にはアパトゥリア祭が、ポセイデオン月には田舎のディオニュシア祭がある、などと続ける。

§3.6

Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι,3 ὅστις ἀπύρευτος βούλεται εἶναι· ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν μήτε σπουδὴν διαγινώσκουσιν.

それゆえ、熱病に冒されずにいたいと望む者は、こうした人々を振り払って上衣の裾をまくり上げ、逃げ去らねばならない。暇と多忙の区別もつかない者たちに付き合い続けるのは至難の業だからである。

構文注3 件
  1. 3.2οἷος, ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον

    関係代名詞 οἷος は定型表現 τοιοῦτος οἷος(〜するような人物)から転じて不定詞構文(εἰπεῖν, διηγήσασθαι, διεξελθεῖν, λέγειν, ἀφίστασθαι)を連続して支配し、その人物の典型的な行動特性を列挙している。挿入された関係節 ὃν μὴ γιγνώσκει は、続く指示代名詞 与格 τούτῳ(παρακαθεζόμενος の目的語)を先行詞とし、前置(prolepsis)されている。

  2. 3.3ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ

    形容詞 ἄξιος は通常「価値がある」「ふさわしい」を意味するが、市場での農産物や商品に対して用いられる場合、「値段に見合う」「安価である」という市場の商取引特有の語義を持つ。

  3. 3.6Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι

    非人称動詞 δεῖ が不定詞 ἀπαλλάττεσθαι を取り、その意味上の主語が対格分詞 παρασείσαντα および διαράμενον として現れる構文。παρασείω は相手の手や上衣を「振り払って逃れる」動作、διαίρω(ここでは中動相 διαράμενον)は「衣服の裾をまくり上げて(走りやすくする)」動作を表す慣用的表現であり、対格 τοὺς τοιούτους τῶν ἀνθρώπων は παρασείσαντα の目的語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:3.1-3.6