← アリストテレス

アテナイ人の国制

§28-29

民衆指導者の変遷と四百人寡頭政の樹立

ペリクレス死後のアテナイにおける民衆指導者の質の低下と、シケリア遠征の失敗に伴う戦況悪化により四百人寡頭政が樹立された経緯について説明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28

​XXVIII. ἕως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου βελτίω τὰ κατὰ τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω. πρῶτον γὰρ τότε προστάτην ἔλαβεν ὁ δῆμος οὐκ εὐδοκιμοῦντα παρὰ τοῖς ἐπιεικέσιν· ἐν δὲ τοῖς πρότερον χρόνοις ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς δημαγωγοῦντες. ἐξ ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάτης τοῦ δήμου Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν καὶ γνωρίμων· καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον οἱ περὶ τὸν Ἰσαγόραν. μετὰ δὲ ταῦτα τοῦ μὲν δήμου προειστήκει Ξάνθιππος, τῶν δὲ γνωρίμων Μιλτιάδης, ἔπειτα Θεμιστοκλῆς καὶ Ἀριστείδης· μετὰ δὲ τούτους Ἐφιάλτης μὲν τοῦ δήμου, Κίμων δ’ ὁ Μιλτιάδου τῶν εὐπόρων· εἶτα Περικλῆς μὲν τοῦ δήμου, Θουκυδίδης δὲ τῶν ἑτέρων, κηδεστὴς ὢν Κίμωνος. Περικλέους δὲ τελευτήσαντος τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ δὲ δήμου Κλέων ὁ Κλεαινέτου, ὃς δοκεῖ μάλιστα διαφθεῖραι τὸν δῆμον ταῖς ὁρμαῖς, καὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε καὶ ἐλοιδορήσατο καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἄλλων ἐν κόσμῳ λεγόντων. εἶτα μετὰ τούτους τῶν μὲν ἑτέρων Θηραμένης ὁ Ἄγνωνος, τοῦ δὲ δήμου Κλεοφῶν ὁ λυροποιός, ὃς καὶ τὴν διωβελίαν ἐπόρισε πρῶτος· καὶ χρόνον μέν τινα διεδίδοτο, μετὰ δὲ ταῦτα κατέλυσε Καλλικράτης Παιανιεὺς πρῶτος ὑποσχόμενος ἐπιθήσειν πρὸς δυοῖν ὀβολοῖν ἄλλον ὀβολόν. τούτων μὲν οὖν ἀμφοτέρων θάνατον κατέγνωσαν ὕστερον· εἴωθεν γάρ, κἂν ἐξαπατηθῇ τὸ πλῆθος, ὕστερον μισεῖν τούς τι προαγαγόντας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς ἐχόντων.1 ἀπὸ δὲ Κλεοφῶντος ἤδη διεδέχοντο συνεχῶς τὴν δημαγωγίαν οἱ μάλιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, πρὸς τὰ παραυτίκα βλέποντες. δοκοῦσι δὲ βέλτιστοι γεγονέναι τῶν Ἀθήνησι πολιτευσαμένων μετὰ τοὺς ἀρχαίους Νικίας καὶ Θουκυδίδης καὶ Θηραμένης· καὶ περὶ μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν ἄνδρας γεγονέναι οὐ μόνον καλοὺς κἀγαθοὺς ἀλλὰ καὶ πολιτικοὺς καὶ τῇ πόλει πάσῃ πατρικῶς χρωμένους, περὶ δὲ Θηραμένους διὰ τὸ συμβῆναι κατ’ αὐτὸν ταραχώδεις τὰς πολιτείας ἀμφισβήτησις τῆς κρίσεώς ἐστι. δοκεῖ μέντοι τοῖς μὴ παρέργως ἀποφαινομένοις οὐχ ὥσπερ αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἕως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὅπερ ἐστὶν ἀγαθοῦ πολίτου ἔργον, παρανομούσαις δὲ οὐ συγχω[ρ]ῶν ἀλλ’ ἀπεχθανόμενος.

​XXVIII. さて、ペリクレスが民衆の指導者であった間は、国政に関する状況はより良好であったが、ペリクレスが没すると非常に悪化した。実際、このとき初めて、民衆は穏健な人々の間で評判の良くない指導者を戴くことになった。それより前の時代においては、常に穏健な人々が民衆を先導し続けていたのである。というのも、最初、かつ最初に民衆の指導者となったのは、高貴で著名な人々の一人であったソロンであり、二人目はペイシストラトスであった。僭主政が打倒された後は、アルクメオン家の一員であったクレイステネスがなり、イサゴラスの一派が追放されたため、彼には対抗する政敵がいなかった。この後、民衆の先頭に立ったのはクサンティッポスであり、著名な人々の先頭に立ったのはミルティアデスであった。次いでテミストクレスとアリステイデス。彼らの後は、エフィアルテスが民衆の、ミルティアデスの子キモンが富裕層の指導者となった。さらにその後は、ペリクレスが民衆の、キモンの義兄弟であるトゥキディデスがもう一方の側の指導者となった。ペリクレスの死後は、著名な人々の先頭に立ったのはシケリアで没したニキアスであり、民衆の先頭に立ったのはクレアイネトスの子クレオンであった。クレオンは、その衝動的な言動によって民衆を最も堕落させたと考えられており、他の人々が端正に演説していたのに対し、演台の上で最初に大声で叫び、悪口を言い、衣の帯を締めて演説した人物であった。その後、彼らの後は、もう一方の側はハグノンの子テラメネスが、民衆の側は竪琴作りのクレオポンが指導者となった。クレオポンは2オボロス手当を最初に創設した。そして、しばらくの間これは分配されていたが、その後、パイアニア区のカリクラテスが、2オボロスにさらにもう1オボロスを追加することを最初に約束して、これを廃止した。のちに、これら両名は死罪を宣告された。というのも、民衆はだまされたとしても、のちに自分たちによくない事を行うよう導いた人々を憎むのが常だからである。クレオポンの後からは、当面の利益ばかりを見て、最も厚かましく振る舞い、大衆に阿ねようとする者たちが、絶え間なく民衆の指導者の地位を引き継ぐようになった。アテナイで国政に携わった人々のうち、古代の人々に次いで最も優れた人物は、ニキアス、トゥキディデス、テラメネスであると考えられている。ニキアスとトゥキディデスについては、彼らが「美しく善い(カロス・カガトス)」人々であっただけでなく、政治家としても優れ、国家全体に父のように接したという点に、ほぼ全員が同意している。しかし、テラメネスについては、彼の時代に国政が激しく混乱したため、その評価には異論がある。とはいえ、表面的な評価にとどまらない人々によれば、彼は彼を中傷する者たちが言うように、すべての政体を打倒しようとしたのではなく、法に背かない限りはすべての政体を支持したと考えられている。彼はすべての政体のもとで国政に参画することができ(これこそが善良な市民のなすべきことである)、法に背く政体には従わず、これに敵対したからである。

§29

​XXIX. ἕως μὲν οὖν ἰσόρροπα τὰ πράγματα κατὰ τὸν πόλεμον ἦν, διεφύλαττον τὴν δημοκρατίαν. ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν ἰσχυρότερα τὰ τῶν Λακεδαιμονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα συμμαχίαν, ἠναγκάσθησαν κι[νήσα]ντες τὴν δημοκρατίαν καταστῆσαι τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου το[ῦ Ἀναφλυ]σ[τίου, μάλιστα δὲ συμπεισθέντων τῶν πολλῶν διὰ τὸ νομίζειν βασιλέα μᾶ[λ]λον ἑαυτοῖς συμπολεμήσειν, ἐὰν δι’ ὀλίγων ποιήσωνται τὴν πολιτείαν.2 | ἦν δὲ τὸ ψήφισμα τοῦ Πυθοδώρου τοιόνδε· τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προυπαρχόντων δέκα προβούλων ἄλλους εἴκοσι ἐκ τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οἵτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃ ἂν ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει συγγράψουσι περὶ τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἄλλων τῷ βουλομένῳ γράφειν, ἵν’ ἐξ ἁπάντων αἱρῶνται τὸ ἄριστον. Κλειτοφῶν δὲ τὰ μὲν ἄλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζητῆσαι δὲ τοὺς αἱρεθέντας ἔγραψεν καὶ τοὺς πατρίους νόμους οὓς Κλεισθένης ἔθηκεν ὅτε καθίστη τὴν δημοκρατίαν, ὅπως <ἂν> ἀκούσαντες καὶ τούτων βουλεύσωνται τὸ ἄριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους πολιτείαν τῇ Σόλωνος.3 οἱ δ’ αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας καὶ τὰς προσκλήσεις ἀνεῖλον, ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων· ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆται ἢ εἰσάγῃ εἰς δικαστήριον, ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατηγούς, τοὺς δὲ στρατηγοὺς παραδοῦναι τοῖς ἕνδεκα θανάτῳ ζημιῶσαι. μετὰ δὲ ταῦτα τὴν πολιτείαν διέταξαν τόνδε <τὸν> τρόπον· τὰ μὲν χρήματα <τὰ> προσιόντα μὴ ἐξεῖναι ἄλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ’ ἀρχὰς ἀμίσθους ἄρχειν ἁπάσας ἕως ἂν ὁ πόλεμος ᾖ, πλὴν τῶν ἐννέα ἀρχόντων καὶ τῶν πρυτάνεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖς ὀβολοὺς ἕκαστον τῆς ἡμέρας. τὴν δ’ ἄλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν μὴ ἔλαττον ἢ πεντακισχιλίοις, ἕως ἂν ὁ πόλεμος ᾖ· κυρίους δ’ εἶναι τούτους καὶ συνθήκας συντίθεσθαι πρὸς οὓς ἂν ἐθέλωσιν· ἑλέσθαι δὲ καὶ τῆς φυλῆς ἑκάστης δέκα ἄνδρας ὑπὲρ τετταράκοντα ἔτη γεγονότας, οἵτινες καταλέξουσι τοὺς πεντακισχιλίους ὀμόσαντες καθ’ ἱερῶν τελείων.

​XXIX. さて、戦争において戦況が拮抗している間は、彼らは民主政を維持していた。しかし、シケリアで起きた惨劇の後、王との同盟によってラケダイモン人たちの勢力がより強くなると、彼らは民主政を改変して、四百人のもとでの政体を樹立せざるを得なくなった。決議案に先立つ演説をしたのはメロビオスであり、提案を起草したのはアナプリュストス区のピュトドロスであったが、大衆が最も説得されたのは、政体を少数の手に委ねれば、王が自分たちをより支援してともに戦ってくれるだろうと考えたからであった。ピュトドロスの決議案は次のようなものであった。民衆は、既存の10人の前審議委員(プロブーロイ)に加えて、40歳を超える人々の中からさらに20人を選出すること。彼らは、国家にとって最善であると信じるものを誠実に起草することを誓ったうえで、国家の救済に関する提案を起草すること。また、すべての提案の中から最善のものを選択できるように、希望する者は他の誰であっても提案を書くことができるようにすること。クレイトポンは、他の点についてはピュトドロスが述べた通りにしながらも、選出された者たちは、クレイステネスが民主政を樹立したときに定めた祖先の法律をも捜索すべきであると提案した。彼らがこれらをも聞いたうえで最善の策を審議できるようにするためであり、それはクレイステネスの政体が民主的というよりはソロンの政体に酷似していると考えたからである。選出された者たちは、まず第一に、プリュタネイス(評議員会当番)が救済に関して述べられるすべての事柄を採決に付すことを義務付ける規定を起草し、次いで、違法提案訴追、弾劾、召喚の制度を停止した。希望するアテナイ人が誰でも眼前の課題について助言できるようにするためである。もし誰かがこれらの行為を理由に、罰金を科したり、召喚したり、法廷に引き出したりしたならば、その者に対する告発と逮捕を将軍たちに対して行うことができ、将軍たちはその者を「十一人の官」に引き渡して死刑に処さねばならないとした。この後、彼らは国政を次のような方法で組織した。入ってくる資金は、戦争以外の使途に支出してはならないこと。また、戦争が続く限り、すべての官職は無給で務めること。ただし、9人のアルコンとその時々のプリュタネイスは除外され、彼らは各自1日につき3オボロスを受け取ること。それ以外の国政全体は、戦争が続く限り、自らの身体と財産をもって奉仕する能力が最も高い5,000人以上のアテナイ人に委ねること。彼らは決定権を持ち、希望する相手と条約を締結できること。また、各部族から40歳を超える男性を10人ずつ選出し、彼らが完全な供犠の獣にかけて誓いを立てたうえで、その5,000人の名簿を作成すること。

構文注3 件
  1. 28.3τῶν μὴ καλῶς ἐχόντων

    属格支配の自動詞 ἔχω と副詞の組み合わせ(καλῶς ἔχω「良好な状態にある」)に否定の μή が付いたもので、τῶν は関係代名詞的に先行詞を伴わない名詞化(「良くない状態にある事柄」)として機能し、προαγαγόντας(導いた人々)の目的語となっている。

  2. 29.1ἐὰν δι’ ὀλίγων ποιήσωνται τὴν πολιτείαν

    条件節(ἐάν + 接続法)であり、δι’ ὀλίγων(少数の人々を通じて、すなわち寡頭制によって)という手段・媒体の表現を伴う。ποιήσωνται は中間態で「自分たちのために政体を構築する」という主体的な意図を表す。

  3. 29.3ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους πολιτείαν τῇ Σόλωνος

    ὡς と分詞 οὖσαν(対格、主語は τὴν Κλεισθένους πολιτείαν)を組み合わせた主観的理由提示の構文。「クレイステネスの政体は民主的ではなく、ソロンのそれ(τῇ Σόλωνος)に酷似しているとみなして」という意味。与格 τῇ Σόλωνος は形容詞 παραπλησίαν(類似した)に係っている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(86 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 訳文 4 件
  • 2026-10-12 底本との照合 — 原文 1 件
  • 2026-10-11 底本との照合 — 原文 76 件
  • 2026-09-22 AI校閲 — 原文 2 件
  • 2026-09-21 AI校閲 — 原文 3 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:28-29