← アッリアノス

インド誌

§40.1-40.11

ペルシスの気候的三区分とスーサ沿岸の航海

ペルシス地方の航海距離と、酷暑の海岸部・温和な中央部・極寒の北部という三つの気候帯について概説される。続いて山岳部族の平定と農耕定住化に触れた後、干潟の広がるスーサ人の沿岸を沖合に出て通過し、水源の欠乏に備えて航海する様子が記される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§40.1

μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τοῦδε Σούσιοι. Σουσίων δὲ ἄλλο ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι. μῆκος τοῦ παραπλόου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.

ここまではペルシア人が住み、ここから先はスーサ人が住んでいる。スーサ人の内陸側の上方には自立した別の部族が隣接して住んでいる。彼らはウクシオイ人と呼ばれ、彼らについては私の別の著作において山賊であると述べてある。ペルシス地方の沿岸航海の長さは四千四百スタディオンである。

§40.2

τὴν δὲ Περσίδα γῆν τριχῆ νενεμῆσθαι τῶν ὡρέων1 λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ψαμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ καύματος, τὰ δὲ ἀπὸ τοῦδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων2 καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλοὺς καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποί, πλὴν ἐλαίης·

ペルシスの地は気候の点で三分されているという伝承が広まっている。すなわち、そのうち紅海に臨んで人が住む海沿いの地域は砂がちで熱気のために不毛であり、ここから北や北風の方向へと進む者から見れば、気候は程よく調和しており、その土地は草深く湿潤な牧草地があり、多くのブドウやすべての他の果実をもたらすが、オリーブだけは例外である。

§40.4

παραδείσοισί τε παντοίοισι τεθηλέναι, καὶ ποταμοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι, καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον.

あらゆる種類の果樹園が生い茂り、清らかな河川や湖水が流れ通い、河川や湖水周辺に生息域を持つあらゆる鳥類や馬にとって良好であり、その他の役畜の放牧にも適し、至る所で森林に富み獲物が多い。

§40.5

τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφετώδεα, ὥστε πρέσβεας τινὰς ἐκ τοῦ Εὐξείνου πόντου λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐντυχεῖν κατὰ τὴν ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι Ἀλεξάνδρῳ, καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύτητα.

さらに北へと進む者から見れば、冬の寒さが厳しく雪深いため、黒海からの使節がごくわずかな道のりを踏破しただけでペルシスの道を旅していた〔アレクサンドロス〕に出会い、アレクサンドロスには驚きとなり、彼に対して道程の短さを語ったとネアルコスは述べている。

§40.6

Σουσίοισι δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσῃσι προσεχέες οἰκέουσι, λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι.

スーサ人に隣接してウクシオイ人がいることはすでに述べたが、マルドイ人がペルシア人に隣接して住み、彼らもまた山賊であるのと同様であり、コッサイオイ人もメディア人に隣接している。

§40.7

καὶ πάντα ταῦτα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.

そしてこれらすべての部族をアレクサンドロスは服属させた。彼らが自らの土地を寄せつけぬ難所とみなしていた冬の季節に襲撃したのである。

§40.8

καὶ πόλιας ἐπέκτισε τοῦ μὴ νομάδας ἔτι εἶναι3 ἀλλὰ ἀροτῆρας καὶ γῆς ἐργάτας, καὶ ἔχειν ὑπὲρ ὅτων δειμαίνοντες μὴ κακὰ ἀλλήλους ἐργάσονται. ἐνθένδε τὴν Σουσίων γῆν παρήμειβεν ὁ στρατός.

そして彼らがもはや遊牧民ではなく農夫や土地の耕作者となり、それを気づかい恐れて互いに害悪を及ぼし合わないようなものを持つようにと、町々を創設した。そこから軍はスーサ人の地を通過していった。

§40.9

καὶ ταῦτα οὐκέτι ὡσαύτως ἀτρεκέως λέγει Νέαρχος ὅτι ἔστιν οἱ4 ἐκφράσαι, πλήν γε δὴ τοὺς ὅρμους τε καὶ τὸ μῆκος τοῦ πλόου·

そしてネアルコスは、停泊地と航海距離を除いては、これらのことをもはや同じように正確に描写することは自分にはできないと述べている。

§40.10

τὴν χώρην γὰρ τεναγώδεά τε εἶναι τὴν πολλὴν καὶ ῥηχίῃσιν ἐπὶ μέγα ἐς τὸν πόντον ἐπέχουσαν, καὶ ταύτῃ σφαλερὴν ἐγκατορμίζεσθαι. πελαγίοισιν ὦν σφίσι τὴν κομιδὴν τὸ πολλὸν γενέσθαι.

その土地の大部分が干潟であり、引き潮の浅瀬が海原へと遠くまで広がり、そのためにそこへ投錨することが危険だからである。したがって彼らにとって航行の大半は沖合でのものとなった。

§40.11

ὁρμηθῆναι μὲν δὴ ἐκ τοῦ ποταμοῦ τῶν ἐκβολέων, ἵναπερ ηὐλίσθησαν ἐπὶ τοῖσιν οὔροισι τῆς Περσίδος, ὕδωρ δὲ ἐμβαλέσθαι πέντε ἡμερέων· οὐκ ἔφασκον γὰρ εἶναι ὕδωρ οἱ κατηγεμόνες τοῦ πλόου.

ペルシスの境界で彼らが野営した河口から出航し、五日分の水を船に積み込んだ。航海の案内人たちが水はないと言ったからである。

構文注4 件
  1. 40.2τριχῆ νενεμῆσθαι τῶν ὡρέων

    τῶν ὡρέων は関係の属格あるいは分割的属格として機能しており、「季節・気候の観点から(三つに)区分されている」の意をなす。一般に地方の気候特性(hora)の差異による区分を指す。

  2. 40.3ἰόντων

    ἰόντων(ὡς πρὸς ἄρκτον... および τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον...)は、特定の主語を持たない属格独立構文、あるいは地理的記述において慣用的に用いられる「旅人・観察者」を一般的に想定した判断者の与格に類する属格表現である。全言語で「〜へ進む者から見れば/〜へ進む者にとって」という視座として一貫させている。

  3. 40.8τοῦ μὴ νομάδας ἔτι εἶναι

    冠詞の中性単数属格 τοῦ に不定詞が後続する「目的の属格不定詞構文(genitive of purpose)」。「彼らがもはや遊牧民にとどまらないようにするために」という都市建設の意図・目的を表している。

  4. 40.9ἔστιν οἱ

    非人称の ἔξεστιν(可能である)に相当するイオニア方言的な ἔστιν に、人称代名詞与格 οἱ(=αὐτῷ、ここではネアルコスを指す)が結合した構文。「彼(ネアルコス)にとって(表現することが)可能である」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:40.1-40.11