- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:39.1-39.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
艦隊はヒエラティス、メサンブリア、タオケーを経て進み、浜辺に打ち上げられた巨大な鯨を水夫たちが観察する。その後、激しい潮の干満に苦しみながらロゴニス川やブリクサナ川を経て、境界をなす大河オロアティス川に到達する。
ἐνθένδε ὁρμηθέντες ἐς Ἱέρατιν πόλιν ἀπίκοντο, ἐς χῶρον οἰκεόμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι ὁ πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ ἐμβεβλημένῃ ἐς θάλασσαν, ᾗ οὔνομα ἦν Ἠράτεμις.
そこから船出して、人が住んでいる土地にあるヒエラティスという都市に到着した。航海は七百五十スタディオンであった。彼らはその川から海へと注ぎ出ている運河に投錨したが、その運河の名はエラテミスといった。
ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλώουσιν ἐς ποταμὸν χειμάροον, οὔνομα Πάδαργον, ὁ δὲ χῶρος χερσόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο· οὔνομα τῷ χώρῳ Μεσαμβρίη.
日の出とともに、パダルゴスという名の急流をなす川へと沿航したが、その一帯はすべて半島であった。そしてその地には多くの果樹園があり、あらゆる種類の果樹が生育していた。その土地の名はメサンブリアといった。
ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους.1
メサンブリアから船出し、およそ二百スタディオンを航行して、グラニス川のほとりにあるタオケーに投錨した。そしてここから上流へと、川の河口から二百スタディオンほど離れたところに、ペルシア人たちの王宮があった。
κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι2 εἶναι πήχεων πεντήκοντα·
この沿岸航海の途中で、浜辺に打ち上げられた鯨が目撃され、水夫たちのうち数名が近づいて測定し、五十ペーキュスあると言った、とネアルコスは述べている。
δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν· ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺς δελφῖνας.
その皮は鱗状で、厚みが非常に深く達しており、一ペーキュスにも及ぶほどであった。また、多くのカキ、カサガイ、海藻が付着していた。また、鯨の周りには多くのイルカが見られ、そのイルカたちは内海にいるものよりも大きかった、とネアルコスは述べている。
ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμένι εὐόρμῳ· μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι.
そこから船出して、急流をなすロゴニス川の良港に着岸した。沿岸航海の長さは二百スタディオンであった。
ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο·
そこから四百スタディオンを航行して、急流をなす川のほとりで夜を過ごした。その川の名はブリクサナといった。そこでは投錨が困難であった。引き潮と浅瀬があり、海から岩礁が突き出ていたからである。しかし満潮が差し迫ってきたときに、錨を下ろした。
ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξι ἀμείβουσα3 ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ·
水が引いたとき、船は干上がった陸地に取り残された。しかし潮が規則正しく交替して再び満ちてくると、そのときに船を出して川の河口に投錨した。
οὔνομα δὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.
その川の名はオロアティスといった。この沿岸航海において外海へと注ぎ込んでいる川のうちで最大のものである、とネアルコスは述べている。
- 39.3ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους
分詞 ἀπέχοντα は中性複数主格で、主語である τὰ Περσέων βασιλήια(ペルシアの王宮群)に一致している。τοῦ ποταμοῦ τῶν ἐκβολέων は分離の属格であり(「その河口から」)、σταδίους ἐς διηκοσίους は距離を表す広がりの対格である。
- 39.4προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι
間接話法を導く動詞 λέγει に従属する対格不定詞構文。τινας τῶν ναυτέων が不定詞 ἐκμετρῆσαι および φάναι の意味上の主語であり、一致する分詞 προσπλώσαντας もともに対格をとる。続く φάναι εἶναι πήχεων πεντήκοντα の πήχεων πεντήκοντα は性質あるいは寸法の属格である。
- 39.8ἐν τάξι ἀμείβουσα
イオニア方言形 τάξι(= τάξει)を用いた表現。「順序正しく」「規則的な交代・周期に従って」の意。分詞 ἀμείβουσα は自動詞・再帰的意味(「入れ替わる」「交代する」)で用いられ、満潮(πλημμυρίς)の潮汐が規則正しく巡り戻ってきたことを表す。
