← ルキアノス

レクシファネス

§1-3

リュキノスとレクシパネスの出会いと対抗宴会の朗読

リュキノスは、アリストンの息子に対抗した宴を描く自著を自慢げに携えるレクシパネスに出会い、その風変わりなアッティカ主義的文体で書かれた物語の一部を朗読させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Λυκῖνος Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου; Λεξιφάνης νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν. Λυκῖνος ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις; Λεξιφάνης οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν. σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα. Λυκῖνος σύγγνωθι, ὦ ἑταῖρε· πολὺ γὰρ τοῦ αὐχμοῦ1 τὸ νεοχμὸν μετέχει. ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι; Λεξιφάνης ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ. Λυκῖνος πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν. Λεξιφάνης ὀρθῶς ἀνέγνως. τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν.2 Λυκῖνος οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως· νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ. Λεξιφάνης τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε· σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε. ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς. Λυκῖνος λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται. Λεξιφάνης σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέ ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος. Λυκῖνος ἔοικε τοιοῦτος εἶναι σός γε ὤν. ἀλλʼ ἄρξαι ποτέ.

リュキノス 美しきレクシパネスが、書物を携えて? レクシパネス そうだとも、リュキノス、私の今年作の著作で、きわめて斬新なものだ。 リュキノス 何だって、君はもう、私たちのために旱魃について何か書いているのかね? レクシパネス まさか、私は「旱魃」などとは言っていない。そうではなく、君は最近書かれたものをそのように呼ぶべき時なのだ。君は耳に耳垢が詰まっているようだな。 リュキノス 許してくれ、友よ。何しろ「斬新」は「旱魃」と大いに関わりがあるからね。ところで教えてくれ、その著作の意図するところは何だね? レクシパネス その中で私はアリストンの息子に対抗して宴を催しているのだ。 リュキノス アリストンという名は多くいるが、君は「宴」ということからして、プラトンを指しているように私には思われる。 レクシパネス 正しく読み取ったな。言われたことは、他の誰にとっても理解不能だったろう。 リュキノス それなら、私にその書物から少し朗読してくれないか、私がその饗宴から完全に置いてけぼりにされないように。君はそこから、何やらネクタルのようなものを私たちに注いでくれそうだからね。 レクシパネス 皮肉屋の態度は地面に投げ捨ててくれ。そして耳の通りをよくして、今すぐ聴くがよい。キュプセロス的な耳栓は取り去っておくのだぞ。 リュキノス 安心して語りたまえ、私にはキュプセロスもペリアンドロスも耳の中に居座ってはいないから。 レクシパネス では、私がこの語りをどのように進めていくか、リュキノス、その間によく観察するがよい。これが良い滑り出しをしており、豊かな美文を示し、格調高い語り口であり、さらに縁起の良い名を持っているかどうかをね。 リュキノス 君のものなのだから、きっとそのようなものなのだろう。さあ、そろそろ始めてくれ。

§2

Λεξιφάνης εἶτα δειπνήσομεν, ἦ δ’ ὃς ὁ Καλλικλῆς, εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν· καὶ ἤδη γε ἀπιτητέα. σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν3 ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν· ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ. σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι; κἀγώ, ἦν δὲ ἐγώ, τρίπαλαι λουτιῶ·4 οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπʼ ἀστράβης ὀχηθείς. ὁ γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός. ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ ἀγρῷ· κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας. συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν· οἶσθα δὲ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα. ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος — οὔπω δὲ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, ὡς αὐτοποδητὶ βαδίζειν — ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον· καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον· χαίρω δὲ μετὰ κάματον ἀπολούμενος.

レクシパネス それから私たちは夕食にしよう、とカリクレスは言った、それから夕方にはリュケイオンを散策しよう。だが今はもう、日焼けした肌に油を塗り、ひなたで身を温め、入浴したうえでパンを食べる時間だ。さあ、もう出かけなければ。これ、小僧、肌擦りと、皮袋と、湯上りタオルと、洗浄剤を公衆浴場へ運んでいき、入浴料を持参せよ。地上の貴重品箱のそばに二オボロスある。ところで君はどうするのだ、レクシパネス?一緒に来るか、それともまだここに留まって休むつもりか? すると私は、と私は言った、とうの昔から入浴したくてたまらないのだ。体の具合が良くないし、鞍に乗せられて運ばれたので会陰のあたりが痛むのだ。というのも、鞍引きが自分で足をひきずっていながらも、私を急き立てたからだ。しかし、農場そのものでも私は暇にしていたわけではない。私は労働者たちが夏の歌を甲高く歌っているのを見いだし、また別の者たちが私の父のために墓を建設しているのを見出した。そこで、彼らと一緒に墓掘り仕事を手伝い、土手を盛り上げている者たちと自ら少しばかり共同作業をした後、寒さのせい、またうだるような暑さであったために彼らを帰らせた。激しい寒さの中でこそ、うだるような暑さが生じるものだということは君も知っているだろう。そして私は耕作地を歩き回り、そこにニンニクが生えているのを見つけ、野良人参をいくつか掘り起こし、ワイルドチャービルや野草を採集し、さらに煎り麦を買い求めた。草原はまだ、素足で歩けるほどには花の香りで満ちてはおらず、そのため鞍の上に乗せられ、私は臀部の皮をむいてしまったのだ。それで今や私は痛みに耐えながら歩き、頻繁に汗をかき、体が弱っており、水の中でできるだけ長く泳ぎ回ることを必要としている。労働の後に身を洗い流すのは実に嬉しいものだ。

§3

Λεξιφάνης ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ με περιμένειν· καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη ἀπαντᾶν. ἀλλʼ εἰς καιρὸν οὑτοσὶ5 αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας. εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ. ἐγὼ δέ, ἦ δʼ ὅς, σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις; μῶν παρὰ Ὀνομακρίτῳ; οὔ, μὰ Δίʼ. ἦν δʼ ἐγώ, ἀλλʼ ἀγρόνδε ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.

レクシパネス だから私も自分の奴隷のところへ走って戻ろう。彼はスープ売り女か、あるいはガラクタ売りのそばで私を待っているはずだ。もっとも、甘菓子売り場で落ち合うようにあらかじめ命じておいたのだがね。 おや、ちょうどいいところに彼自身がやって来た。私の見る限り、初乳プリンに、灰焼きパン、ニラ、海藻、この胃袋、肉垂、牛の百葉、それに焼き菓子を買い込んできたようだ。見事だぞ、アッティカっ子よ。お前のおかげで、私は道のりの大半を歩かずに済んだぞ。 すると彼が、と言った、私は、旦那様、旦那様を目で探しまわって、目がかすんでしまいました。昨日はどこで夕食を召し上がったのですか。まさかオノマクリトスのところでは? いや、とんでもない、と私は言った、私は「しっしっ」と急き立てて農地へと出かけていたのだ。私がどれほど農地好きか、お前も知っていよう。お前たちは、私がコッタボスでワインの滴を飛ばして遊んでいるとでも思ったのだろう。さあ、中に入って、これらや他のものを味付けし、捏ね桶を拭いて、私たちのためにレタス入りのパンを捏ねるのだ。

構文注5 件
  1. 1τοῦ αὐχμοῦ

    動詞 μετέχει(あずかる、共有する)の補語として属格 τοῦ αὐχμοῦ が用いられている。ここでは νεοχμόν(新しい)と αὐχμόν(乾燥、旱魃)の音韻上の類似による言葉遊び(パロノマシア)を形成している。

  2. 1ἀνόητον ἂν ἦν

    ἂν ἦν は直説法過去形に小辞 ἄν を伴い、反実仮想(非事実の条件)の帰結節を形成している。省略された条件節(「もし他の人に語られたとすれば」等)を含意し、「他の誰にとっても理解不能であっただろうに」という意味になる。

  3. 2ναυστολεῖν

    「船で運ぶ」を意味する詩的な動詞 ναυστολέω の不定詞。前の καιρός ἐστιν に係ると解するか、あるいは命令の代わりとして用いられる不定詞(命令的不定詞)として解する。レクシパネスの過剰に衒学的な文体を際立たせる珍奇な語彙の選択である。

  4. 2λουτιῶ

    動詞 λούω(洗う、入浴する)から派生した欲求動詞(desiderative verb)λουτιάω(入浴したがる)の現在一人称単数形。副詞 τρίπαλαι(ずっと前から)を伴って、「ずっと前から入浴したがっている」という現在の状態を示す。

  5. 3οὑτοσὶ

    指示代名詞 οὗτος に、アッティカ方言に特徴的な指示接尾辞 -ί が付着した形。話者の目の前にあるものを強く指し示す機能を持つ。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:1-3