- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:32-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヘラクレスがストア派の回廊を破壊して論敵を圧殺することを提案するがゼウスに制止され、その後、地上から急報を持ってきたエルマゴラス(市場のヘルメス像)の知らせを受けて、神々は天の門を開けて下界の哲学者たちの論争を覗き見る。
Ἡρακλῆς ἐγὼ δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν· ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς. Ζεύς Ἡράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτιον, συναπολέσαι1 ἑνὶ πονηρῷ τοσούτους χρηστούς, καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφʼ οὗ δὲ θεὸς γεγένησαι,2 μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν. Ἡρακλῆς οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι διʼ ἐμοῦ ἐκεῖνα ἔπραττον; Ζεύς καὶ μάλα. Ἡρακλῆς καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν; Ζεύς οὐδαμῶς. Ἡρακλῆς οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας· ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, "ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων·" εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπʼ ἐμοῦ πεφονευμένων θηρίων. Ζεύς εὖ γε, οἴκοθεν ὁ μάρτυς, φασίν· ἀπέσωσάς γʼ ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών.
ヘラクレス: 父上、たとえ私が在留外国人にすぎないとしても、自分の考えを述べるのをためらいはしません。彼らがすでに集まって議論するときに、もしティモクレスが優勢であるなら、その集まりが我々のために進行するのをそのままにしておきましょう。しかし、もしそれとは異なる結果になるのであれば、そのときは私が、お許しいただけるなら、あの回廊そのものを揺さぶってダミスの上に投げ倒し、あの忌々しい奴が我々を侮辱できないようにしてやりましょう。 ゼウス: ヘラクレスよ、なんと野暮で、ひどくボイオティア的なことを言うのだ。一人の悪人のために、これほど多くの善人を一緒に滅ぼし、そのうえ回廊を、そこに描かれたマラトンの戦いもミルティアデスもキュネイゲイロスもろとも破壊しようとは。これらが崩壊してしまったら、弁論家たちは議論の最大の主題を奪われて、どうしてなお演説できるだろうか。それに、お前が生きていたときならそのようなこともできたかもしれないが、神になってからは、こうしたことは運命の女神たち(モイライ)だけが可能であり、我々はそれに関与できないのだと、お前も心得ていると思うが。 ヘラクレス: では、私がライオンやヒュドラを退治したときも、運命の女神たちが私を通じてそれらを行ったというのですか。 ゼウス: まさにその通りだ。 ヘラクレス: そして今、誰かが私を侮辱したり、私の神殿を略奪したり、私の神像を倒したりしても、運命の女神たちによってあらかじめ定められていない限り、私はその者を叩きのめすこともできないのですか。 ゼウス: いかにもできない。 ヘラクレス: それならゼウスよ、率直な意見を聞いてください。喜劇役者が言ったように、「私は野暮天だから、タライをタライと呼ぶのだ。」 あなた方の仕組みがそのようなものであるなら、私はこちらの栄誉も、肉の焦げる匂いも、生贄の血もすべて丁寧にお断りして、冥界へと下りましょう。そこなら、私が弓をむき出しで持っているのを、私が退治した獣たちの影どもだけでも恐れおののくことでしょう。 ゼウス: よく言う。ことわざにある通り「身内からの証人」だな。ダミスにそのようなことを言って吹き込んでやれば、彼を大いに助けたことになっただろうに。
Ζεύς ἀλλὰ τίς ὁ σπουδῇ προσιὼν οὗτός ἐστιν, ὁ χαλκοῦς, ὁ εὔγραμμος καὶ εὐπερίγραφος, ὁ ἀρχαῖος τὴν ἀνάδεσιν3 τῆς κόμης; μᾶλλον δὲ ὁ σός, ὦ Ἑρμῆ, ἀδελφός ἐστιν, ὁ ἀγοραῖος, ὁ παρὰ τὴν Ποικίλην· πίττης γοῦν ἀναπέπλησται ὁσημέραι ἐκματτόμενος ὑπὸ τῶν ἀνδριαντοποιῶν. τί, ὦ παῖ, δρομαῖος ἡμῖν ἀφῖξαι; ἦ πού τι ἐκ γῆς νεώτερον ἀπαγγέλλεις; Ἑρμαγόρας ὑπέρμεγα, ὦ Ζεῦ, καὶ μυρίας τῆς σπουδῆς δεόμενον. Ζεύς λέγε ἤδη, εἴ τι καὶ ἄλλο ἡμᾶς ἐπανιστάμενον λέληθεν. Ἑρμαγόρας ἐτύγχανον μὲν ἄρτι χαλκουργῶν ὕπο πιττούμενος4 στέρνον τε καὶ μετάφρενον· θώραξ δέ μοι γελοῖος ἀμφὶ σώματι πλασθεὶς παρῃώρητο μιμηλῇ τέχνῃ σφραγῖδα χαλκοῦ πᾶσαν ἐκτυπούμενος· ὁρῶ δʼ ὄχλον στείχοντα καί τινας δύο ὠχροὺς κεκράκτας, πυγμάχους σοφισμάτων, Δᾶμίν τε καὶ — Ζεύς παῦε, ὦ Ἑρμαγόρα βέλτιστε, τραγῳδῶν· οἶδα γὰρ οὕστινας λέγεις. ἀλλʼ ἐκεῖνό μοι φράσον, εἰ πάλαι συγκροτεῖται αὐτοῖς ἡ ἔρις. Ἑρμαγόρας οὐ πάνυ, ἀλλʼ ἐν ἀκροβολισμοῖς ἔτι ἦσαν ἀποσφενδονῶντες ἀλλήλοις πόρρωθέν ποθεν λοιδορούμενοι. Ζεύς τί οὖν ἔτι ποιεῖν λοιπόν, ὦ θεοί, ἢ ἀκροάσασθαι ἐπικύψαντας αὐτῶν; ὥστε ἀφαιρείτωσαν αἱ Ὧραι τὸν μοχλὸν ἤδη καὶ ἀπάγουσαι τὰ νέφη ἀναπεταννύτωσαν τὰς πύλας τοῦ οὐρανοῦ.
ゼウス: ところで、急いで近づいてくるあのブロンズ像は誰だ。均整が取れ、輪郭が美しく、古風な髪の結い方をしているが。いや、むしろヘルメス、お前の兄弟、アゴラ(市場)の、彩色柱廊(ストア・ポイキレ)のそばに立つあのヘルメスではないか。像の型を取る彫刻家たちによって日々ピッチを塗られて型取りされているせいで、すっかりピッチまみれだ。我が子よ、なぜ走って我々のもとにやってきたのだ。地上から何か新しい知らせ(異変)でも持ってきたのか。 エルマゴラス: きわめて重大なことです、ゼウスよ。一刻の猶予も許されぬほどです。 ゼウス: さあ話すがよい、何か他にもまた我々の知らぬ間に反乱を起こしているものがあるのか。 エルマゴラス: ちょうど私は鋳造工たちによって、胸と背中にピッチを塗られていたところだった。 すると、私の体に奇妙な胸当てが形作られて吊り下げられ、彼らの精巧な技術によって、ブロンズの刻印がすべて型取られていった。 そのとき、私は群衆が行進し、二人の青白い顔をした大声の叫び手、すなわち詭弁の拳闘士たちを目にした。 ダミスと、そして――ゼウス: おい、親愛なるエルマゴラスよ、悲劇を演じるのはやめろ。お前が誰のことを言っているのかは分かっている。それよりも、彼らの争いがすでに以前から激しく始まっているのかどうかを教えてくれ。 エルマゴラス: いえ、まだ小競り合いの段階で、遠くから互いに罵り合い、言葉を投げ合っているところです。 ゼウス: 神々よ、それでは我々にできることは、身を乗り出して彼らの議論を聴くこと以外に何があるだろうか。時の女神たち(ホライ)よ、今すぐ天の門の仕切りを取り除き、雲を退けて門を大きく開け放ちなさい。
Ζεύς Ἡράκλεις, ὅσον τὸ πλῆθος ἐπὶ τὴν ἀκρόασιν ἀπηντήκασιν. ὁ δὲ Τιμοκλῆς αὐτὸς οὐ πάνυ μοι ἀρέσκει ὑποτρέμων καὶ ταραττόμενος· ἀπολεῖ ἅπαντα οὗτος τήμερον· δῆλος γοῦν ἐστιν οὐδὲ ἀντάρασθαι τῷ Δάμιδι δυνησόμενος. ἀλλʼ ὅπερ ἡμῖν δυνατώτατον, εὐχώμεθα ὑπὲρ αὐτοῦ "σιγῇ ἐφʼ ἡμείων, ἵνα μὴ Δᾶμίς γε πύθηται."
ゼウス: ヘラクレスよ、何という群衆が議論を聴くために集まっていることか。しかし、ティモクレス自身は、どうも震えてうろたえていて感心せんな。今日、彼はすべてを台無しにしてしまうだろう。ダミスに立ち向かうことさえできそうにないのは明らかだ。だが、我々にできる最善のこととして、彼のためにこう祈ろうではないか。 「我々の心の中で静かに。ダミスに悟られぬように」と。
- 32συναπολέσαι
非難あるいは感嘆を表す不定詞(感嘆不定詞)。ゼウスがヘラクレスの野蛮な提案(「一人の悪人のためにこれほど多くの善人を共に滅ぼすとは!」)に対して呆れ果てている感情を示す。
- 32ἀφʼ οὗ δὲ θεὸς γεγένησαι
時を表す接続詞句。ἀφʼ οὗ(ἀπὸ τούτου ὅτε の短縮)で「〜して以来(since)」の意味を表す。ここではヘラクレスが死んで神格化されて以来の時間を指す。
- 33ἀνάδεσιν
観点の対格(あるいは限定の対格)。形容詞 ἀρχαῖος を修飾し、「髪の結い方(髪飾り)という点において古風な」という意味を表す。
- 33ἐτύγχανον ... πιττούμενος
動詞 τυγχάνω に現在分詞が伴う慣用表現で、「ちょうど〜しているところであった」という即時・偶然の進行状態を表す。悲劇的な文体を模した表現の一部。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
