← プラトン

クレイトポン

§406-407

ソクラテスへの賞賛と徳への勧奨の回想

アリストニュモスの子クレイトポンとソクラテスの対話の始まり。クレイトポンは、ソクラテスの対話に対する自分の発言への誤解を解くため、かつてソクラテスが人々の教育や富への盲従を痛烈に批判し、魂のケアを求めて語った言葉にどれほど感銘を受けたかを回想する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§406

ΣΩ. Κλειτοφῶντα τὸν Ἀριστωνύμου τις ἡμῖν διηγεῖτο ἔναγχος, ὅτι Λυσίᾳ διαλεγόμενος τὰς μὲν μετὰ Σωκράτους διατριβὰς ψέγοι,1 τὴν Θρασυμάχου δὲ συνουσίαν ὑπερεπαινοῖ. ΚΛΕΙ. ὅστις, ὦ Σώκρατες, οὐκ ὀρθῶς ἀπεμνημόνευέ σοι τοὺς ἐμοὶ περὶ σοῦ γενομένους λόγους πρὸς Λυσίαν· τὰ μὲν γὰρ ἔγωγε οὐκ ἐπῄνουν σε, τὰ δὲ καὶ ἐπῄνουν. ἐπεὶ δὲ δῆλος εἶ μεμφόμενος μέν μοι, προσποιούμενος δὲ μηδὲν φροντίζειν, ἥδιστʼ ἄν σοι διεξέλθοιμι αὐτοὺς αὐτός, ἐπειδὴ καὶ μόνω τυγχάνομεν ὄντε, ἵνα ἧττόν με ἡγῇ πρὸς σὲ φαύλως ἔχειν. νῦν γὰρ ἴσως οὐκ ὀρθῶς ἀκήκοας, ὥστε φαίνῃ πρὸς ἐμὲ ἔχειν τραχυτέρως τοῦ δέοντος· εἰ δέ μοι δίδως παρρησίαν, ἥδιστα ἂν δεξαίμην καὶ ἐθέλω λέγειν.

ソクラテス:アリストニュモスの子クレイトポンが、先日リスィアスと対話した際に、ソクラテスとの交わりを非難する一方で、トラシュマコスの集まりを過剰に称賛していたと、ある人が我々に語ってくれた。 クレイトポン:ソクラテス、私がお前に関してリスィアスと交わした言葉を、その者は正しくお前に伝えていない。というのも、私はある点ではお前を称賛しなかったが、別の点では称賛もしたからだ。お前は私を責めているようでありながら、気にしていないふりをしているようだが、我々が二人きりなのだから、お前に直接その話を語りたい。そうすれば、私が君に対して悪意を抱いているとは思わなくなるだろう。今は誤って聞いて、必要以上に私に対して怒っているようだから。もし君が自由に発言することを許してくれるなら、喜んでお受けして、お話ししたいと思う。

§407

ΣΩ. ἀλλʼ αἰσχρὸν μὴν σοῦ γε ὠφελεῖν με προθυμουμένου μὴ ὑπομένειν· δῆλον γὰρ ὡς γνοὺς ὅπῃ χείρων εἰμὶ καὶ βελτίων, τὰ μὲν ἀσκήσω καὶ διώξομαι, τὰ δὲ φεύξομαι κατὰ κράτος. ΚΛΕΙ. ἀκούοις ἄν. ἐγὼ γάρ, ὦ Σώκρατες, σοὶ συγγιγνόμενος πολλάκις ἐξεπληττόμην ἀκούων, καί μοι ἐδόκεις παρὰ τοὺς ἄλλους ἀνθρώπους κάλλιστα λέγειν, ὁπότε ἐπιτιμῶν τοῖς ἀνθρώποις, ὥσπερ ἐπὶ μηχανῆς τραγικῆς θεός, ὕμνεις λέγων· ποῖ φέρεσθε, ὤνθρωποι; καὶ ἀγνοεῖτε οὐδὲν τῶν δεόντων πράττοντες, οἵτινες χρημάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχετε ὅπως ὑμῖν ἔσται, τῶν δʼ ὑέων οἷς ταῦτα παραδώσετε ὅπως ἐπιστήσονται χρῆσθαι δικαίως τούτοις, οὔτε διδασκάλους αὐτοῖς εὑρίσκετε τῆς δικαιοσύνης, εἴπερ μαθητόν2—εἰ δὲ μελετητόν τε καὶ ἀσκητόν, οἵτινες ἐξασκήσουσιν καὶ ἐκμελετήσουσιν ἱκανῶς—οὐδέ γʼ ἔτι πρότερον ὑμᾶς αὐτοὺς οὕτως ἐθεραπεύσατε. ἀλλʼ ὁρῶντες γράμματα καὶ μουσικὴν καὶ γυμναστικὴν ὑμᾶς τε αὐτοὺς καὶ τοὺς παῖδας ὑμῶν ἱκανῶς μεμαθηκότας—ἃ3 δὴ παιδείαν ἀρετῆς εἶναι τελέαν ἡγεῖσθε—κἄπειτα οὐδὲν ἧττον κακοὺς γιγνομένους περὶ τὰ χρήματα, πῶς οὐ καταφρονεῖτε τῆς νῦν παιδεύσεως οὐδὲ ζητεῖτε οἵτινες ὑμᾶς παύσουσι ταύτης τῆς ἀμουσίας; καίτοι διά γε ταύτην τὴν πλημμέλειαν καὶ ῥᾳθυμίαν, ἀλλʼ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν, καὶ ἀδελφὸς ἀδελφῷ καὶ πόλεις πόλεσιν ἀμέτρως καὶ ἀναρμόστως προσφερόμεναι στασιάζουσι καὶ πολεμοῦντες τὰ ἔσχατα δρῶσιν καὶ πάσχουσιν. ὑμεῖς δέ φατε οὐ διʼ ἀπαιδευσίαν οὐδὲ διʼ ἄγνοιαν ἀλλʼ ἑκόντας τοὺς ἀδίκους ἀδίκους εἶναι, πάλιν δʼ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ ἀδικία· πῶς οὖν δή τις τό γε τοιοῦτον κακὸν ἑκὼν αἱροῖτʼ ἄν; Ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον;4 ὥστε ἐκ παντὸς τρόπου τό γε ἀδικεῖν ἀκούσιον ὁ λόγος αἱρεῖ, καὶ δεῖν ἐπιμέλειαν τῆς νῦν πλείω ποιεῖσθαι πάντʼ ἄνδρα ἰδίᾳ θʼ ἅμα καὶ δημοσίᾳ συμπάσας τὰς πόλεις. ταῦτʼ οὖν, ὦ Σώκρατες, ἐγὼ ὅταν ἀκούω σοῦ θαμὰ λέγοντος, καὶ μάλα ἄγαμαι καὶ θαυμαστῶς ὡς ἐπαινῶ. καὶ ὁπόταν αὖ φῇς τὸ ἐφεξῆς τούτῳ, τοὺς ἀσκοῦντας μὲν τὰ σώματα, τῆς δὲ ψυχῆς ἠμεληκότας ἕτερόν τι πράττειν τοιοῦτον, τοῦ μὲν ἄρξοντος ἀμελεῖν, περὶ δὲ τὸ ἀρξόμενον ἐσπουδακέναι. καὶ ὅταν λέγῃς ὡς ὅτῳ τις μὴ ἐπίσταται χρῆσθαι, κρεῖττον ἐᾶν τὴν τούτου χρῆσιν· εἰ δή τις μὴ ἐπίσταται ὀφθαλμοῖς χρῆσθαι μηδὲ ὠσὶν μηδὲ σύμπαντι τῷ σώματι, τούτῳ μήτε ἀκούειν μήθʼ ὁρᾶν μήτʼ ἄλλην χρείαν μηδεμίαν χρῆσθαι τῷ σώματι κρεῖττον ἢ ὁπῃοῦν χρῆσθαι.

ソクラテス:だが、君が私に有益であろうと努めてくれているのに、それを受け入れないのは実に恥ずべきことだ。私がどこで劣っており、どこで優れているかを知れば、良い点は実践し、追求し、悪い点は力のかぎり避けるだろうからね。 クレイトポン:では聞いてくれ。私は、ソクラテス、君と過ごす中で、君の言葉を聞いてしばしば驚嘆させられた。他のいかなる人々よりも素晴らしく語っていると思えた。君が人々を難詰するとき、まるで悲劇の舞台の神のように、次のように歌うように語っていたからだ。 「人間たちよ、お前たちはどこへ流されていくのか。なすべきことを何一つ知らずに行っている。富については、それをどのように手に入れるかに全力を注いでいる。しかし、それを譲り渡すことになる息子たちについては、彼らがそれをいかにして正しく用いるかを知るための、正義の教師を見つけようとしない(もしそれが学べるものであるなら、あるいは、もし訓練や実践によるものであるなら、十分に訓練してくれる人を見つけようとしない)。また、それより前にまず自分自身をそのようにケアすることもしなかった。文字、音楽、体育を自分自身も子供たちも十分に学んだのを見て(これこそが徳の完全な教育だとお前たちは考えている)、それにもかかわらず富に関して少しも劣らず不徳になっている。なぜお前たちは今の教育を軽蔑せず、この不調和から救ってくれる人を探さないのか。実に、この不調和と怠惰のゆえに(竪琴に合わせる足の不調律のせいではなく)、兄弟は兄弟と、国家は国家と、不調和に不調和を重ねて争い、戦争をして破滅的なことを行い、受けるのだ。お前たちは、不正な者が不正なのは教育の欠如や無知のせいではなく、自発的に不正なのだと言う。しかし一方で、不正は醜く神に嫌われるものだと敢えて言う。どうしてそのような悪を、誰かが自発的に選ぶだろうか。『快楽に負けるのだ』とお前たちは言う。しかし、これもまた非自発的ではないか(もし勝つことが自発的であるなら)。したがって、議論があらゆる方法で示すように、不正を行うことは非自発的であり、すべての人が個人としても、また国家共同体全体としても、現在よりも多くの配慮を払わねばならないのだ。」 これらをソクラテス、お前がしばしば語るのを聞くとき、私は大いに驚嘆し、驚くほどに賞賛する。また、それに続く次のような言葉についても同様だ。すなわち、体を鍛えながら魂を怠っている者は、支配すべきものを放置し、支配されるべきものに熱中するという、それと同種のことを行っているのだ、と。また、あるものを使う知識がない者にとっては、それを使用しないほうがよい、と言うときも。もし目に、耳に、あるいは身体全体を使う知識がない者がいるなら、その人にとっては、聞くことも見ることも、他のいかなる身体の使用も、どのようにであれ使用するよりは、一切使用しないほうがよい、と。

構文注4 件
  1. 406aψέγοι

    伝聞の ὅτι 節(間接話法)において、主節の動詞が過去(διηγεῖτο)であるため、従属節の動詞(ψέγοι, ὑπερεπαινοῖ)が希求法(斜格希求法)になっている。

  2. 407bεἴπερ μαθητόν

    「もし[正義が]学べるものであるならば」の意で、名詞(ἡ δικαιοσύνη)とコピュラ動詞(ἐστίν)が省略されている。直前の τῆς δικαιοσύνης からその意味を補完して解釈する。

  3. 407cἃ

    先行詞は前文の γράμματα καὶ μουσικὴν καὶ γυμναστικὴν(中性複数)。後半の ἡγεῖσθε(二重対格をとる)の直接目的語であり、παιδείαν が目的格補語として機能している。

  4. 407dοὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον;

    「快楽に負けること」(ἥττων εἶναι τῶν ἡδονῶν)を「快楽に勝つこと」(νικᾶν)の対比例として提示している。自発的に勝利を望むのに対し、敗北(負けること)は不本意(非自発的)なことであるという含意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg029.humanitext-grc2:406-407