← プラトン

クリトン

§43-44

クリトンの脱獄の勧めとソクラテスの夢

刑執行が近づく早朝、クリトンがソクラテスの牢獄を訪れ、デロス島からの船の到着が迫っていることを告げて、ソクラテスに脱獄を促すが、ソクラテスは自らの夢を根拠に死の猶予を推測し、大衆の評判を過剰に気にする必要はないと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§43

ΣΩ. τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρῲ ἔτι ἐστίν; ΚΡ. πάνυ μὲν οὖν. ΣΩ. πηνίκα μάλιστα; ΚΡ. ὄρθρος βαθύς. ΣΩ. θαυμάζω ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι. ΚΡ. συνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾶν, καί τι καὶ εὐεργέτηται ὑπʼ ἐμοῦ. ΣΩ. ἄρτι δὲ ἥκεις ἢ πάλαι; ΚΡ. ἐπιεικῶς πάλαι. ΣΩ. εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι; ΚΡ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδʼ ἂν αὐτὸς ἤθελον1 ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι, ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω αἰσθανόμενος ὡς ἡδέως καθεύδεις· καὶ ἐπίτηδές σε οὐκ ἤγειρον ἵνα ὡς ἥδιστα διάγῃς. καὶ πολλάκις μὲν δή σε καὶ πρότερον ἐν παντὶ τῷ βίῳ ηὐδαιμόνισα τοῦ τρόπου, πολὺ δὲ μάλιστα ἐν τῇ νῦν παρεστώσῃ συμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πρᾴως φέρεις. ΣΩ. καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα εἰ δεῖ ἤδη τελευτᾶν. ΚΡ. καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις συμφοραῖς ἁλίσκονται, ἀλλʼ οὐδὲν αὐτοὺς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν2 τῇ παρούσῃ τύχῃ. ΣΩ. ἔστι ταῦτα. ἀλλὰ τί δὴ οὕτω πρῲ ἀφῖξαι; ΚΡ. ἀγγελίαν, ὦ Σώκρατες, φέρων χαλεπήν, οὐ σοί, ὡς ἐμοὶ φαίνεται, ἀλλʼ ἐμοὶ καὶ τοῖς σοῖς ἐπιτηδείοις πᾶσιν καὶ χαλεπὴν καὶ βαρεῖαν, ἣν ἐγώ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατʼ ἂν ἐνέγκαιμι. ΣΩ. τίνα ταύτην; ἢ τὸ πλοῖον ἀφῖκται ἐκ Δήλου, οὗ δεῖ ἀφικομένου τεθνάναι με; ΚΡ. οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖν μέν μοι ἥξει τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπὸ Σουνίου καὶ καταλιπόντες ἐκεῖ αὐτό. δῆλον οὖν ἐκ τούτων ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰς αὔριον ἔσται, ὦ Σώκρατες, τὸν βίον σε τελευτᾶν. ΣΩ. ἀλλʼ, ὦ Κρίτων, τύχῃ ἀγαθῇ, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω· οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον.

ソクラテス:こんな時間にどうして来たのだね、クリトン?まだ朝早いのではないかね?クリトン:ええ、本当に。ソクラテス:正確には何時ごろかね?クリトン:夜明け前(深い暁)です。ソクラテス:牢番がよく君の言うことを聞いて中に入れてくれたものだと驚いているよ。クリトン:ソクラテス、彼は私がたびたびここへ通っているので、もうすっかり見知り合いなのです。それに、私からいくらか恩恵も受けていますから。ソクラテス:今来たばかりかね、それともずっと前かね?クリトン:かなり前です。ソクラテス:それなら、どうしてすぐに私を起こさず、黙って私のそばに座っていたのだね?クリトン:とんでもない、ゼウスにかけて、ソクラテスよ。私自身だって、これほど大きな不眠と悲しみの中にいたくはありませんでした。しかし、私はあなたのことも、これほど心地よさそうに眠っておられるのを見て、ずっと前から感嘆していたのです。だからこそ、あなたが少しでも心地よく過ごせるようにと、わざと起こさなかったのです。これまでもあなたの全生涯を通じて、そのお人柄(気性)を幸いなものだと思ってきましたが、今直面している不幸における、あなたのその受け止め方の容易さと穏やかさを見て、今が最も強くそう思っています。ソクラテス:それはそうだよ、クリトン。この年になって、もう死なねばならぬというときに、憤るようでは不調和(見苦しいこと)だろうからね。クリトン:ソクラテス、他の人たちだって、その年齢で同じような不幸に見舞われます。しかし、年齢を重ねているからといって、目の前の運命に憤ることを免れるわけではありません。ソクラテス:その通りだ。しかし、それにしてもどうしてこんなに早く来たのだね?クリトン:ソクラテス、つらい知らせを持ってきたのです。あなたにとってではなく、私に見える限りでは、私とあなたの友人全員にとって、つらく重い知らせです。私としては、この上なく重く受け止めざるを得ないであろう知らせです。ソクラテス:それはどんな知らせかね?デロス島からの船が到着して、その到着をもって私が死なねばならぬということかね?クリトン:まだ到着してはいません。しかし、スニオンからやって来て、船をそこに残してきたという人々の報告から察するに、今日にも到着するだろうと思われます。彼らの報告からすれば、今日到着することは明らかであり、ソクラテス、そうなれば、あなたは明日にも生涯を終えなければならなくなるでしょう。ソクラテス:いや、クリトン、それは幸いな運命(幸運)とともにあれ。神々がそのように望まれるなら、そうなるが良い。しかし、私は船が今日来るとは思わないのだ。

§44

ΚΡ. πόθεν τοῦτο τεκμαίρῃ; ΣΩ. ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν ἢ ᾗ ἂν ἔλθῃ τὸ πλοῖον. ΚΡ. φασί γέ τοι δὴ οἱ τούτων κύριοι. ΣΩ. οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν ἀλλὰ τῆς ἑτέρας. τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός· καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με.3 ΚΡ. ἦν δὲ δὴ τί τὸ ἐνύπνιον; ΣΩ. ἐδόκει τίς μοι γυνὴ προσελθοῦσα καλὴ καὶ εὐειδής, λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με καὶ εἰπεῖν· ὦ Σώκρατες, "ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο." ΚΡ. ἄτοπον τὸ ἐνύπνιον, ὦ Σώκρατες. ΣΩ. ἐναργὲς μὲν οὖν, ὥς γέ μοι δοκεῖ, ὦ Κρίτων. ΚΡ. λίαν γε, ὡς ἔοικεν. ἀλλʼ, ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι· ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, ὡς οἷός τʼ ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι. καίτοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξα ἢ δοκεῖν χρήματα περὶ πλείονος ποιεῖσθαι ἢ φίλους; οὐ γὰρ πείσονται οἱ πολλοὶ ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε ἡμῶν προθυμουμένων. ΣΩ. ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπρᾶχθαι ὥσπερ ἂν πραχθῇ. ΚΡ. ἀλλʼ ὁρᾷς δὴ ὅτι ἀνάγκη, ὦ Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν. αὐτὰ δὲ δῆλα τὰ παρόντα νυνὶ ὅτι οἷοί τʼ εἰσὶν οἱ πολλοὶ οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξεργάζεσθαι ἀλλὰ τὰ μέγιστα σχεδόν, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος ᾖ. ΣΩ. εἰ γὰρ ὤφελον,4 ὦ Κρίτων, οἷοί τʼ εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐργάζεσθαι, ἵνα οἷοί τʼ ἦσαν καὶ ἀγαθὰ τὰ μέγιστα, καὶ καλῶς ἂν εἶχεν. νῦν δὲ οὐδέτερα οἷοί τε· οὔτε γὰρ φρόνιμον οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι, ποιοῦσι δὲ τοῦτο ὅτι ἂν τύχωσι. ΚΡ. ταῦτα μὲν δὴ οὕτως ἐχέτω· τάδε δέ, ὦ Σώκρατες, εἰπέ μοι. ἆρά γε μὴ ἐμοῦ προμηθῇ καὶ τῶν ἄλλων ἐπιτηδείων μή, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν ὡς σὲ ἐνθένδε ἐκκλέψασιν, καὶ ἀναγκασθῶμεν ἢ καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν ἢ συχνὰ χρήματα, ἢ καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν;

クリトン:どうしてそう推測されるのですか?ソクラテス:教えてあげよう。私は船が到着した日の翌日に死なねばならないことになっている。クリトン:確かに、この件を司る者たちはそう言っています。ソクラテス:だから、船が来るのは、来たるべき今日ではなく、その次の日だと思うのだ。私は、先ほどこの夜に見たある夢からそれを推測している。そして、君が私を起こさなかったのは、ちょうどよい時だった(好都合だった)かもしれないのだ。クリトン:その夢とは、いったいどのようなものだったのですか?ソクラテス:美しく、姿の端麗な、白い衣をまとった一人の女性が近づいてきて、私を呼び、こう言うように思われたのだ。「ソクラテスよ、三日目には、実り豊かなプティアに到着するであろう」クリトン:奇妙な夢ですね、ソクラテス。ソクラテス:いや、私の見る限りでは、きわめて明白な(夢)だよ、クリトン。クリトン:あまりにも明白すぎるようですね。しかし、不思議なソクラテスよ、今からでも私の言葉を容れて、身を救ってください。私にとって、もしあなたが死んでしまえば、単一の不幸にとどまらないのです。私にとっては、二度と見出せないような友を失うことになるだけでなく、私とあなたのことをよく知らない多くの人々から、もし私が金を出す気があればあなたを救い出せたはずなのに、それを怠ったのだと思われるでしょう。しかし、友人よりも金の方を重んじていると思われること以上に、不名誉な評判があるでしょうか。多くの人々は、私たちが熱心に勧めたのに、あなた自身がここを去ることを望まなかったのだとは、信じないでしょうから。ソクラテス:しかし、恵まれたクリトンよ、どうして私たちはそれほど大衆の評判を気にしなければならないのかね?私たちがより心にかけるべき最も良識ある人々は、事柄がまさに実際に行われた通りに行われたと考えるだろう。クリトン:しかし、ソクラテス、大衆の評判をも気にせざるを得ないことはお分かりでしょう。現に今の事態そのものが示しているように、もし誰かが彼らの間で中傷されれば、大衆は最も小さな悪ではなく、ほぼ最大の悪をなすことができるのです。ソクラテス:クリトン、大衆が最大の悪をなすことができるのであればよかったのだが。そうであれば、最大の善をもなすことができ、それこそ申し分なかっただろう。しかし実際には、彼らにはそのどちらもできない。彼らは人を賢者にすることも愚者にすることもできず、ただ行き当たりばったりに事を行うのだから。クリトン:その件は、そのようにしておきましょう。しかし、ソクラテス、これについて教えてください。もしかしてあなたは、もしあなたがここから脱出すれば、告発者たちが私たちに厄介な事態を引き起こし、あなたをここから連れ出したという理由で、私たちが全財産を失うか、あるいは多額の金を失うか、さもなければそれ以上の痛手を被るのではないかと、私や他の友人たちのことを心配しているのではないですか?

構文注4 件
  1. 43bοὐδʼ ἂν αὐτὸς ἤθελον

    接続詞 ἄν と直説法過去(ἤθελον)が組み合わさり、実現不可能な願望(または過去における条件文の帰結節)を表す。文脈としては「私自身も、そのような不眠と悲しみの中にいたくはなかっただろう(から、あなたをその状態にしたくなかった)」という反実的なニュアンスを含む。

  2. 43cτὸ μὴ οὐχὶ ἀγανακτεῖν

    否定のニュアンスを含む動詞(ここでは「解放する、免れさせる」を意味する ἐπιλύεται)の後に否定の不定詞が続く際、二重否定 μὴ οὐχί が用いられて強意の否定(「〜することを妨げない/免れさせない」=やはり憤る)を表す。

  3. 44aκινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με

    κινδυνεύω + 不定詞(ここでは οὐκ ἐγεῖραι)は通常「〜するおそれがある」という意味だが、会話表現において「〜であるらしい」「どうやら〜のようだ」という婉曲あるいは反語的な意味で使われる。ここでは「私を起こさなかったのは、結果的にちょうど良い(好都合な)時だったようだ」というソクラテスのユーモアを反映している。

  4. 44dεἰ γὰρ ὤφελον

    アオリスト(過去形)の ὤφελον(ὀφείλω 「義務がある」の過去形)に εἰ γάρ が伴うことで、実現不可能な願望(「〜であればよかったのに」)を表す。直後の不定詞(οἷοί τʼ εἶναι)がその内容を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:43-44