← タクティコスのアイネイアス

攻囲された者はいかに耐えるべきか

§10.16-10.26

内通抑止策と疑わしい市民の排除

支配者の暗殺に対する懸賞金の保証や傭兵の逃亡・反逆への罰則を規定し、さらに市民の団結を図るため、謀叛の恐れがある有力者や人質の親族を策略を用いて市外へ退去・隔離させ、夜間の明かりによる通謀を禁じる防衛策を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.16

Ἐπὶ δὲ μονάρχῳ ἢ στρατηγῷ ἢ φυγάδι δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ ὁ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον·

専制君主や敵の将軍、あるいは権力を握る追放者に対しては、次のことも前もって布告しておくべきである。すなわち、もし討ち取った本人も命を落とした場合には、その子供たちに布告された金銭が支払われること。

§10.17

ἐὰν δὲ μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ. καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν.

もし子供がいなければ、最も近親の者に支払われること。また、もしその追放者や専制君主、将軍の側近の誰かが指示された事柄のいずれかを成し遂げたならば、報酬が支払われ、その者に帰国が許されること。そうした条件があれば、人々はより躊躇なく企てに踏み切るであろうからである。

§10.18

ἐν δὲ ξενικῷ στρατοπέδῳ τοιάδ̓, ἀναγγείλαντα σιγήν, πάντων ἀκουόντων κηρῦξαι.

傭兵の軍陣においては、沈黙を命じた上で、全員が聞いている前で次のように布告すべきである。

§10.19

εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν,1 ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλʼ ὕστερον πεπωλήσεται· τὰ δʼ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον, θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι πράγμασι καὶ μάλιστʼ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπʼ ἄλλας δημοσίας ἐργασίας.

現状に不満を抱き立ち去ることを望む者がいれば、退去してよいこと。ただし、のちに捕縛された者は奴隷として売却されること。これより軽い違反行為に対しては、既定の法に従い投獄を処罰とすること。軍隊に何らかの損害を与えたり陣営を瓦解させようとしたりしているのが判明した者には、死刑をその罰とすること。これらに次いで、その他の隊列の配置にも配慮を払わねばならない。そしてまず、市民たちが一致団結しているかどうかを調査すべきである。籠城戦においてこれ以上の善はないからである。もしそうでなければ、現状に反対の思いを抱き、とりわけ市内で何らかの企ての首謀者や主犯となりそうな者たちを、疑惑を抱かれないようもっともな口実を設けて、使節として、あるいは他の公務のために他所へと派遣して退去させるべきである。

§10.21

οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα·2 γενόμενος αὐτῷ ἐν ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετʼ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε.

ちょうどディオニュシオスが自らの弟レプティネスに対して行ったようなものである。弟がシラクサの民衆に親しまれ、多くの点で強力な勢力を持っているのを見て、彼に何らかの疑念を抱き、遠ざけたいと望んだが、彼のもとに好意を伴う強大な勢力が集まり、何らかの叛乱が起きるのではないかと知って、公然と追放しようとは試みなかった。そして次のような計略を案じた。

§10.22

πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.

彼を少数の傭兵とともにヒメラという名の都市に派遣し、現地の守備隊の一部を撤退させ、別の守備隊を配置するよう命じた。彼がヒメラに到着すると、使者を送って、自らが呼び戻すまでそこに待機するよう命じたのである。

§10.23

Πόλεως δʼ ὁμηρευομένης, ὅταν ἐπʼ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ ὑπεναντίον τι πρᾶξαι.

また、都市が人質を出している場合、その都市に対して軍事行動が起こされた際には、包囲が終わるまで、人質となっている者たちの親や近親者を都市の外へと退去させるべきである。敵が攻め寄せる際に、自らの子供たちがともに連れて来られ、過酷な扱いを受けているのを目にすることがないようにするためである。彼らが市内に留まっていれば、敵に通じる企てを働く余地があるからである。

§10.24

ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως,3 μεθʼ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.

もしそうした口実を設けて退去させることが困難であるならば、彼らが関与する仕事や行動を最小限にし、自分たちがどこにいることになるのか、何をすることになるのかを前もって知ることがないようにし、夜も昼も決して彼らだけで単独行動を取らせないように共同で生活させるべきである。そして大衆が疑念を持たれないよう彼らに次から次へと任務や公役を課し、それに従事させることで、彼らが何かを見張る側になるよりも、むしろ見張られる状態に置かれるようにすべきである。

§10.25

ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι. Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι, τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας,4 ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.

彼らは監視のもとに置かれるよう分散配置されているべきである。このように配置されていれば、彼らは叛乱を企てることなどほとんど不可能になるであろうからである。 さらに、就寝場所にランプやその他の夜間の明かりを持ち込んではならない。すでに一部の者たちは、叛乱を起こすことも敵と通謀することもあらゆる手段で阻まれると、叛意を抱きつつ、次のような計略を弄したからである。すなわち、何かに身を寄せて横になるためと称して、籠や寝具とともに、ある者はランプ、ある者は松明、ある者はランタンを見張り所へと持ち込み、これらの明かりによって合図を送ったのである。それゆえ、このようなことはすべて警戒しなければならない。

構文注4 件
  1. 10.19εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν

    条件節の主語は単数の εἴ τις(もし誰かが…望むなら)であるが、分詞 μὴ ἀρεσκόμενοι は複数主格男性形をとっている。これは特定の個人ではなく「現状に不満を抱く者たち全体」という複数概念を意味の上で受けた構文(意味上の一致、constructio ad sensum)である。

  2. 10.21οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα·

    動詞 ἔπραξεν の目的語として対格 Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ が置かれ、それに分詞 ἔχοντα が一致しているが、直後に主格分詞 ὁρῶν(ディオニュシオスが見て)へと主語が戻り、後続文で具体的な策略が語られる。これは主節の目的語を前置きしつつ思考・状況を補足していく、文体上の破格(アナコルートン)を伴う統語構造である。

  3. 10.24καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως

    不定詞 ἐπιρρεῖν は他動詞的あるいは使役的に「次々と注ぎ込む、課す」の意味で機能しており、主語は中性単数主格の τὸ πλῆθος(一般市民・民衆)で、対格 ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας がその直接目的語、与格 αὐτοῖς が間接目的語(彼らに対して)である。

  4. 10.26σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας

    主格分詞 φερόμενοι(持ち込みながら)は先行する主語 τινες を受ける。直接目的語は中性複数対格 λύχνα、女性複数対格 δᾷδας、男性複数対格 λαμπτῆρας であり、その間に部分同格構文 οἱ δὲ ... οἱ δὲ ...(「ある者は松明を、ある者はランタンを」)が目的語の各要素と結びつく形で挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:10.16-10.26