← タクティコスのアイネイアス

攻囲された者はいかに耐えるべきか

§10.1-10.15

危機の際の市内治安維持と住民統制の布告

包囲や叛乱の危機に直面した都市において、家畜や奴隷の近隣への疎開、作物の搬入、私的集会や無届の宴会の禁止、追放者との接触規制、武器や出入国・外来者・使節の厳格な監視、物資調達への褒賞、夜間外出禁止令および密告者への懸賞金などの詳細な治安維持策を命じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.1

Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν.1

また、市民のうち役畜や奴隷を所有している者たちには、それらを都市内へ運び入れることは許されないという前提で、隣国の人々のもとに疎開させるよう命じておくべきである。

§10.2

οἷς δʼ ἂν μὴ ὑπάρξῃ ξενία παρʼ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα.

疎開先となる歓待関係の相手を持たない者たちについては、役人が公的に隣国の人々に預け、疎開させられたものが安全に保たれる方策を手配すべきである。

§10.3

Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος2 ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας.

次いで、企てを抱く者たちへの威嚇と抑止のために、一定の間隔を置いて次のような布告を行うべきである。自由民たる人々および農作物を都市内に運び入れること。そして従わない者がいれば、望む者は誰でも田野からその者の物を罰を受けることなく奪い去る権限を持つこと。

§10.4

τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος.

また、祭礼は市内で執り行うこと、私的な集会は昼夜を問わずいかなる場所でも開いてはならず、必要な集会は迎賓館、評議会、あるいはその他の公開の場で行うこと。また、占い師はいかなる者も役人抜きで私的に犠牲を捧げてはならないこと。

§10.5

μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλʼ ἐν ταῖς αὑτῶν οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν. Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται.3

また、会食組織での食事は禁じ、婚礼や追悼の宴を除いては各自の家庭内で食事を取るべきであり、これらの例外の場合も前もって役人に届け出ること。 もし追放者がいるならば、市民であれ外国人であれ奴隷であれ、立ち去ろうとする者について、これらの各人に何が待ち受けているかを布告すること。

§10.6

καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται ἢ παρʼ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς οὓς οἰσθήσεται πρότερον.

また、もし誰かが追放者の誰かと接触したり、追放者の側の誰かと接触したり、あるいは書状を送受したならば、その者には何らかの危険あるいは罰則があること。また、送り出される書状や持ち込まれる書状に対しては、検査があるものとし、まず〔検査官たち〕のもとへ運ばれること。

§10.7

ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων.

二つ以上の武器を所有する者は届け出ること、そしていかなる者もいかなる武器も外へ持ち出してはならず、抵当として受け取ってもならないこと。兵士を雇用してはならず、役人の許可なしに自らを傭兵として雇わせてはならないこと。

§10.8

ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθʼ ἃς πύλας ἐν τοῖς ἐχομένοις4 ῥηθήσεται.

市民も在留外国人も身分証明票なしに出航してはならず、船舶は後述する指定の城門の前に停泊するようあらかじめ命じられていること。

§10.9

ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρʼ ᾧ τίνες, ὅταν κατάγωνται.

到着した外来者は武器を目に見える手元に携行させ、直ちにそれらを解除すること。また、役人の許可なしには宿屋の主人を含め何人も外来者を宿泊させてはならず、彼らが宿を取る際には、役人は誰が誰の宿に滞在するかを登録すること。

§10.10

τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατʼ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι.

夜間には宿屋は役人によって外部から施錠されること。一定の期間が過ぎた後、彼らのうち困窮している者は退去を命じられること。また、教育のため、あるいは他の何らかの必要のために滞在している近隣諸国の者は登録されること。

§10.11

ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλʼ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετʼ αὐτῶν συνδιατελοῦσιν μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις.

諸都市、僭主、あるいは軍陣から公的に到着する使節団に対しては、望む者が誰でも彼らと勝手に談話してはならず、使節が滞在する間中、彼らに常に付き添う最も信頼のおける市民の幾人かが同席しなければならない。

§10.12

καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἢ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν.

また、穀物やオリーブ油、その他都市に不足している物資については、輸入する者に対し輸入量に応じた報奨金が提示され、栄誉として冠が授与されること。そして船主には船の引き上げおよび進水の権利が与えられること。

§10.13

ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατʼ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι.

頻繁に武装点呼を実施し、市内に滞在する外来者はその間、指定の場所へ退去するか、屋内に留まり続けること。他の場所で見出された場合には、違法行為を働いた者として罰則が科されること。

§10.14

ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι·

また合図が鳴ったならば、これらの者たちのために市場や店舗は閉鎖され、ランプは消灯され、それ以外のいかなる者ももはや外出していてはならないこと。

§10.15

ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων.

誰かに止むを得ない急用が生じた場合は、解除の命令が出るまで松明を伴って歩行すること。また、都市に対して謀叛を企てている者を密告した者、あるいは前述の禁止条項のいずれかが犯されているのを通報した者には、懸賞金が布告され、前述の事項の密告に人々がより躊躇なく踏み切れるよう、その布告された懸賞金が広場、祭壇の上、あるいは神殿内に公然と置かれていること。

構文注4 件
  1. 10.1ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν

    ὡς+属格絶対構文であり、主語は明示されず一般の市民ないし当局の意向・方針(「彼らがそれらを都市内に受け入れる気はないという前提・理由で」)を表す。οὐκ εἰσαξόντων を未来分詞能動相・複数属格と取り、主語たる都市当局または市民一般が受け入れを拒絶する方針を示している。

  2. 10.3τοῦ δὲ ἀνηκουστοῦντος

    定冠詞を伴い名詞化された現在分詞の単数属格(「従わない者の」)であり、文頭に置かれて後続の τὰ ἐκ τῆς χώρας にかかる所有属格として機能している(「従わない者については、その田野の物を」)。

  3. 10.5ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται

    ἐπικηρύσσειν の目的語となる間接疑問節を形成する。前半の関係節 ὃς ἂν... ἀποκινῇ(「市民であれ外人であれ奴隷であれ、立ち去ろうとする者が誰であれ」)に対し、疑問節 ἃ ἑκάστῳ τούτων ἔσται(「これらの各人に何[の処罰]があるかを」)が後続する。ἀποκινῇ は自動詞用法で、都市からひそかに立ち去る・抜け出す動作を表す。

  4. 10.8ἐν τοῖς ἐχομένοις

    「後続の部分において」「次に続く章において」を意味する慣用句。ἔχομαι(中動相)が空間的・時間的な連続を表す用法であり、書物における「後述の箇所で」を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:10.1-10.15