← ガレノス

ヒポクラテス『健康な食事法について』注釈

§1#10

胃の冷えによる消化不良と内臓痛への養生法

ガレノスは、胃の冷えによる消化不良、熱い体質における口渇への対策、および内臓の痛みに対する養生法を解説する。最後に、脳由来の病気とされるテキストの信憑性に疑問を呈する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#10

Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων1 καὶ πλείω καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον. δῆλον γὰρ δὴ ὅτι ὑπ’ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέλει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐτὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρατέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἂν ἠπεπτηκότες τυγχάνωσιν, ὡς ἄν2 γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι καὶ πίνοντες τὸν οἶνον, οἷς εἰρήκαμεν, οὐδέν τι δέονται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν. Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σιτίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον. Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύσεων, ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆσιν· ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐτὸς γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε τὴν δίαιταν ἧς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆς διαίτης τὰ δραστικώτερα, ἥ τε ὑδροποσία ἐστὶν καὶ ἡ ἀγυμνασία. κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν. ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καί μοι δοκεῖ κάλλιον ἐνταῦθα παραινέσαι. τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ οἴνου ὠφελείας. Ὁκόσοισι δὲ ὀδύναι γίγνονται ἐκ τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ὁδοιπορίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι. πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον εἰς τὸ σῶμα ἐσελθὸν, πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες, αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι, μὴ κατατείνωνται πληρώμεναι. ἐκ γὰρ τῶν τοιουτέων τὰ φύματα γίνονται καὶ οἱ πυρετοί. Περὶ πασῶν δὲ τῶν ὑποθηκῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ τελέως διελήλυθα καὶ νῦν ὅσον ὑπομνήσεως ἕνεκα καθάπερ ἐν τοῖς ἔμπροσθεν, οὕτως καὶ κατὰ τήνδε τὴν ῥῆσιν εἰρήσεται. πολλοῖς γὰρ τῶν ἀπυρέτων ὀδύναι ἐπιγίνονται κατὰ τὰ σπλάγχνα καὶ μάλιστα κατὰ τὸ ἧπαρ. ὅταν ἐπὶ σιτίοις γυμνασάμενοι τύχωσιν ἢ λουσάμενοι, καὶ γίνεται τοῦτο διὰ στενοχωρίαν μὲν τῶν ἐν τῷ σπλάγχνῳ διεξόδων πάχος τε τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμενοι γὰρ καὶ ἐνισχόμενοι τοῖς στενοῖς πέρασι τῶν φλεβῶν, καθ’ ἃ ἡ μετάληψις γίνεται τοῦ αἵματος ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ, κωλύουσι μὲν τὰς διεξόδους, διατείνουσι δὲ δηλονότι τὰς κατὰ τὰ σιμὰ τοῦ ἥπατος φλέβας, ἐφ’ αἷς οὕτω πασχούσαις ὀδυνῶνται χωρὶς τοῦ πυρέσσειν. ἀναπαύεσθαι δὲ τούτους χρὴ καθ’ ὃν ἂν ἀλγῶσι χρόνον καὶ πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων. ἂν γὰρ μὴ οὐρήσωσι, φύματα καὶ πυρετοὶ ταῖς τοιαύταις προφάσεσιν ἐπιγίνονται. Ὁκόσοισι δὲ αἱ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τἄλλα πάσχει ὁκόσα περ ἐπὶ στραγγουρίῃ, οὗτος ἐφ’ ἡμέρας ἐννέα τοῦτο πάσχει. καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου καὶ τῆς στραγγουρίης παύεται. οὐρέει δὲ ἀπόνως καὶ πουλὺ καὶ λευκὸν, ἔστ’ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι3 δὲ κλέπτεταί οἱ ἡ αὐγή. ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, συλλογισάμενον, ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωϋτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι. Εἰκότως ὑπωπτεύκασι ταύτην τὴν ῥῆσιν ἔνιοι δὲ καὶ τελείως κατεγνώκασιν, ὡς οὔτε Πολύβου γεγραφότος αὐτὴν οὔτε πολὺ μᾶλλον Ἱπποκράτους. ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου παντάπασιν ἀδιόριστος, ἀξιοῦσα4 τὰς ἀπὸ τοῦ ἐγκεφάλου νάρκην τε καὶ στραγγουρίαν ἐπιφέρειν οὔτε εἴπερ ἡγήσαιτό τις αὐτὸν οὐ πάσας τὰς ἀπὸ τοῦ ἐγκεφάλου νόσους ἀποφαίνεσθαι τοιαύτας ὑπάρχειν, ἀλλὰ μόνας ἐφ’ ὧν κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας ὕδωρ καὶ βλέννα ῥυεῖσα τὴν νόσον ἔπαυσεν, ἀληθὲς τὸ λεγόμενον, οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γιγνόμενον οὔθ’ ὡς ἐπὶ τὸ πολύ.

「そして、翌日に食物をげっぷとして戻し、季肋部が膨張する人々、食物が未消化であるかのようになっている人々、これらの人々にとっては、より長い時間眠ることが有益であり、その他の運動によって彼らの身体を強制すべきであり、彼らはよりきついワインをより多く飲み、この時期にはより少ない食物を摂取すべきである。なぜなら、弱さと冷たさのために、胃は多量の食物を消化することができないのが明らかだからである。」 彼はここで、最後に自ら付け加えたことで正しく行った。なぜなら、「弱さと冷たさのために、胃は多量の食物を消化することができないのが明らかだからである」とあるからだ。この目標を見据えて、彼は胃を温めようと試みているのである。そしてこれに従って、彼は彼らにより長い時間眠ること、および運動すること、そしてワインをよりきつく、より多く飲むこと、そして彼らが未消化の状態にあるその時期に、より少ない食物を摂取することを勧告している。それは、それ以外の時間には、彼らが運動し、動き、私たちが言ったようにワインを飲むことで、適切な量の食物を減らす必要が全くないようにするためである。 「また、激しい渇きに襲われる人々、これらの人々については、食物と運動の双方を減らし、ワインは水で薄めて、できる限り冷たいものを飲むべきである。」 今や、熱い体質の特徴はこのように語られているが、『流行病論』第6巻では次のような語り口で語られている。「熱い体質においては、冷たい飲み水、休息すること」。彼自身、身体の混合を名付けた後、続けて、そのような状態にある人々が必要とする養生法を記述した。それは冷却を主眼とするものである。そして、この養生法の主眼において、より効果的なものは、水を飲むことと運動しないことである。一方、提示されたテキストにおいては、彼は「休息すること」を別の言葉で呼び、「運動を減らすこと」と言っている。また、水を飲むことの代わりに、「ワインを水で薄め、かつできる限り冷たい状態で飲むこと」と書き、彼はここでより優れた勧告をしているように私には思われる。なぜなら、薄められた冷たい飲み物は、冷却することを欠いておらず、さらにワインからの恩恵も受け入れているからである。 「また、内臓に、運動から、あるいは他の何らかの旅から痛みが起きる人々、これらの人々にとっては、食事を摂らずに安静にしていることが有益である。また、体内に入って最も少なく、最も多くの尿を排出させるような飲み物を使用すべきである。それは、内臓を通って伸びている血管が、満たされることによって引き伸ばされないようにするためである。なぜなら、そのようなことから腫瘍と熱が生じるからである。」 これらのすべての指示については、『健康論』において完全に論じたが、今は思い起こさせるために、以前と同様に、このテキストに関しても述べられるであろう。なぜなら、熱のない多くの人々において、内臓、特に肝臓の辺りに痛みが起こるからである。彼らが食事の後に運動したり、あるいは入浴したりしたとき、これは内臓の通路の狭さと、運ばれる体液の濃さのために生じる。なぜなら、それらは血管の狭い末端、すなわち肝臓の凹部から凸部へと血液の移行が行われる場所において塞がれ、滞ることで、通路を妨げ、明らかに肝臓の凹部にある血管を引き伸ばすからである。その血管がこのように影響を受けることで、彼らは熱を伴わずに痛むのである。これらの人々は、痛む間は安静にし、利尿作用があり肝臓の閉塞を取り除くような何かを飲むべきである。もし尿を出さなければ、そのような原因によって腫瘍と熱が彼らに引き続いて生じるからである。 「また、脳から病気が生じる人々においては、まず頭が麻痺に襲われ、頻繁に尿意を催し、しぶり尿のときのようなその他の症状をすべて経験する。この人は九日間の間これを経験する。そして、もし鼻か耳から水か粘液が流れ出れば、病気から解放され、しぶり尿も止まる。そして、二十日が過ぎるまでは、痛みなく、多量に、かつ白い尿を出し、人から頭の痛みが去るが、何かを見つめる際に彼の視力は奪われる。しかし、賢明な男は、人間にとって健康が最も価値あるものであると推論し、自らの知性によって病気において助けを得る方法を知らねばならない。」 当然のことながら、一部の者はこのテキストを疑い、ある人々はこれを完全に偽作と断定している。これはポリュボスが書いたものでもなく、ましてやヒポクラテスが書いたものでもない、と。というのも、議論の始まりが完全に不特定であり、脳からの病気が麻痺としぶり尿をもたらすと主張しているからである。あるいは、たとえ脳からのすべての病気がそのようであると彼が主張しているのではなく、ただ耳や鼻から水や粘液が流れて病気が止まるものだけを指していると考えたとしても、その言われていることは真実ではない。なぜなら、このようなことが起こるのが常に観察されるわけでも、大部分において観察されるわけでもないからである。

構文注4 件
  1. 1πινόντων

    助動詞的機能を持つ χρή に導かれる不定詞句 ἀναγκάζειν に続いて現れる πινόντων は、三人称複数命令法(アッティカ・イオニア方言における πινέτωσαν に等しい)とも、属格 αὐτῶν に一致する現在分詞とも解釈できる。ガレノスがこれを不定詞 πίνειν を用いて言い換えているため、意味上は主節の義務(χρή)の下にある動作として理解される。

  2. 1ὡς ἄν

    目的を導く接続詞句 ὡς ἄν の後に直説法現在 δέονται が続いている。本来は接続法(δέωνται)が期待される箇所であり、写本における ο/ω の混同による誤記の可能性が高いが、直説法のまま解釈する場合は、「〜するように(現実にそうなる)」という結果の事実性を帯びた表現として理解される。

  3. 1ἐσορέοντι

    イオニア方言の動詞 εἰσοράω の現在分詞与格単数であり、直後の三人称代名詞与格 οἱ(彼に)と結びついて「参照の与格(または関与与格)」として機能している。「何かを見つめるに際して、彼から(視力が奪われる)」という、動作主の主観的な経験を表す構文である。

  4. 1ἀξιοῦσα

    女性単数主格分詞 ἀξιοῦσα の意味上の主語は、直前の ἡ ἀρχὴ τοῦ λόγου(議論の始まり)である。分詞が導く対格不定詞構文 τὰς ... ἐπιφέρειν において、定冠詞 τὰς の後ろには文脈から νόσους(病気)が省略されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(28 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — 訳文 4 件
  • 2026-09-16 OCRの誤りの修正 — 原文 24 件
urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#10