← ガレノス

子宮の解剖について

§5-7

子宮の血管系と子宮壁および子宮頸部の構造

子宮に分布する主要な血管(下大静脈・大動脈・腎血管・陰部血管等からの枝)の走行と、ヘロフィロスの知見に基づくその変異について詳述し、続いて子宮壁を構成する外側の腱質膜と内側の二重の静脈質膜の構造、および硬度と開口部の広さが変化する筋肉質の子宮頸部の特徴を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Ἀπὸ τῆς κοίλης φλεβὸς καὶ τῆς ἐπικειμένης ἀρτηρίας τῆς μεγάλης ἀποφύονται δύο μὲν φλέβες, δύο δὲ ἀρτηρίαι, μία ἑκατέρωθεν, φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβὸς, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. εἶτα ἡ μὲν ἀπὸ τῶν δεξιῶν εἰς τὰ δεξιὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸ ἀριστερὸν μέρος τῆς μήτρας ἐνεχθεῖσα, πρὸ μὲν τῆς εἰς αὐτὴν ἐμφύσεως ἀποσχίδας εἰς τοὺς διδύμους ἐκτείνει· μετὰ ταῦτα δὲ ἤδη εἰς τὸ σῶμα τῆς μήτρας καταφύεται, καὶ τοῦτο διαπλέκει. ταῦτα μὲν δὴ τὰ τέτταρα ἀγγεῖα μικρὸν ὑποκάτω κεῖται τῶν ὑπὸ τοὺς νεφρούς· πολλῷ δὲ μείζους αἱ φλέβες τῶν ἀρτηριῶν. ἕτερα δὲ τέτταρα οὐκ ἐπὶ πασῶν γυναικῶν, ἀλλ’ ἔστιν ἐφ’ ὧν, φησὶν Ἡρόφιλος, τῶν ἐπὶ τοὺς νεφροὺς ἰόντων1 ἀποφυόμενα, εἰς τὴν μήτραν ἐμβάλλει, ὅπερ ἐπὶ μὲν τῶν ἄλλων ζώων οὐχ εὗρον πλὴν σπανίως ἐν πιθήκοις. οὐ μὴν ἀπιστῶ τὸ πολλάκις εὑρεῖν αὐτὰ ἐπὶ γυναικῶν τὸν Ἡρόφιλον· ἱκανὸς γὰρ ἦν τά τε ἄλλα τῆς τέχνης, καὶ τῶν δι’ ἀνατομῆς γινωσκομένων ἐπὶ τὸ ἀκριβέστατον ἥκων, καὶ τὴν πλείστην ἐπίγνωσιν οὐκ ἐπὶ ἀλόγων ζώων, καθάπερ οἱ πολλοὶ, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἀνθρώπων πεποιημένος. οὗτος δὲ καὶ ὑμέσιν ἐμφύεσθαι τὰ τρέφοντα τὴν μήτραν ἀγγεῖά φησι, ὧν λέγομεν ἐξηρτῆσθαι κύστιν,2 καὶ γίγνεσθαι ᾽τοὺς ὑμένας ἀεὶ παχυτέρους τε καὶ σκληροτέρους καὶ τυλωδεστέρους ταῖς πλείω κυησάσαις.3 ταῦτα δὲ καὶ ἐπὶ τῶν ἄλλων φαίνεται ζώων. καὶ μὴν ἕτεραί τινες ἀρτηρίαι καὶ φλέβες ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται παρὰ τὸν αὐχένα, ἀπὸ τῆς εἰς τὸ αἰδοῖόν τε καὶ τὴν ἕδραν ἡκούσης μεμερισμέναι. τοιοῦτος μὲν δὴ καὶ ὁ περὶ τῶν τρεφόντων καὶ πλεκόντων τὴν μήτραν ἀγγείων λόγος.

下大静脈と、その上にある大動脈から、2本の静脈と2本の動脈が、左右に1本ずつ分岐している。すなわち、静脈は下大静脈から、動脈は大動脈からである。そして、右からのものは右側に、左からのものは左側に、子宮のそれぞれの部分に運ばれ、子宮自体へと深く生え込む前に、卵巣へと分枝を伸ばす。その後、すでに子宮の体部へと入り込んでいき、これを織りなす。これら4つの血管は、腎臓の下にある血管よりも少し下に位置している。そして、静脈は動脈よりもはるかに大きい。また、別の4つの血管は、すべての女性にあるわけではなく、ある特定の女性たちにおいて、腎臓へと向かう血管から分岐して子宮へと入る、とヘロフィロスは言っている。私はこのことを他の動物では、猿において稀に見られる以外には見出さなかった。しかし、ヘロフィロスがこれらを女性においてしばしば見出したということを私は疑わない。なぜなら彼は、医学一般についても、また解剖によって知される事柄についても、極めて正確な極みに達しており、多くの人々のように理性のない動物においてではなく、人間そのものにおいて、その観察の大半を行っていたからである。また彼は、子宮を養う血管が、それによって膀胱が吊り下げられていると私たちが言うあの膜の中に深く生え込んでおり、その膜は、多く妊娠した女性たちにおいて、常により厚く、より硬く、より胼胝様になる、と言っている。そしてこれらのことは、他の動物においても観察される。さらに、別のいくつかの動脈と静脈が、子宮の頸部の傍らで、左右から深く生え込んでおり、それらは外陰部や肛門へと向かう血管から分岐したものである。子宮を養い、かつ織りなしている血管についての議論は、以上の通りである。

§6

Αὐτὸ δὲ τὸ σῶμα αὐτῆς δύο χιτῶνές εἰσιν, ἀντιστρόφως κείμενοι, νευρωδέστερος μὲν ὁ ἔξωθεν, φλεβωδέστερος δὲ ὁ ἔσωθεν, ἐπὶ πολὺ διΐστασθαί τε καὶ συστέλλεσθαι πεφυκότες. τούτων ὁ μὲν ἔξωθεν ἁπλοῦς τε καὶ εἷς ἐστι, διπλοῦς δὲ ὁ ἔσωθεν, καὶ τὰ μέρη αὐτοῦ συμβάλλει μὲν ἀλλήλοις, οὐ συμφύεται δὲ, οὐδὲ ἑνοῦται, ἀλλὰ μόνον παράκειται, ὑπὸ τοῦ παρακειμένου χιτῶνος συνεχόμενα. εἰ οὖν θελήσαις ἀποδείρας χωρίσαι, δύο σοι φανοῦνται μῆτραι, ὑφ’ ἑνὶ καὶ τῷ αὐτῷ χιτῶνι κείμεναι τοῦτον γὰρ, ὥσπερ καὶ τὴν μήτραν, τὸν χιτῶνα εἰς δύο χωρίσαι οὐκέτι δυνήσῃ. ὁ μὲν φλεβώδης χιτὼν τὰ μὲν ἔνδον μέρη τραχύς ἐστιν ἱκανῶς, καὶ τοιοῦτος δὲ μάλιστα κατὰ τὸν πυθμένα· ὁ δὲ περικείμενος αὐτῷ ὁ νευρώδης παχύτερος πολλῷ τοῦ τῆς κύστεως χιτῶνος, καὶ φλεψὶ πολλαῖς καὶ ἀρτηρίαις διειλημμένος.

子宮の体部それ自体は2つの膜であり、互いに逆向きに置かれている。外側のものはより腱質であり、内側のものはより静脈質であり、大きく拡張し、また収縮する性質を持っている。これら(の膜)のうち、外側のものは単純で一つであるが、内側のものは二重であり、その部分は互いに合流しているが、融合はしておらず、一体化もしておらず、ただ並置されているだけで、それらに隣接する(外側の)膜によってまとめられている。したがって、もし皮を剥いで(これらを)分離しようとするなら、一つの同じ膜の下に2つの子宮が置かれているように見えるだろう。なぜなら、子宮自体がそうであるように、この膜を2つに分けることは、もはやできないからである。静脈質の膜は、その内側の部分がかなり粗くなっており、特に子宮底において最もそうである。また、それを包む腱質の膜は、膀胱の膜よりもはるかに厚く、多くの静脈と動脈によって貫かれている。

§7

Ὁ δὲ αὐχὴν τῆς μήτρας, μυώδης ὢν, ἐκ σαρκὸς γέγονε σκληρᾶς τε καὶ χονδρώδους, καὶ ἀεὶ σκληρότερος ἑαυτοῦ γίνεται καὶ χονδρώδης τῷ χρόνῳ, ὥστε, ὅσαι πολλά γε ἐκύησαν, ἢ πρεσβύτιδες ἤδη εἰσὶν, ἱκανῶς ταύταις ὁ αὐχὴν σκληρός τε καὶ χονδρώδης. εἰκάζει δὲ αὐτοῦ τὴν φύσιν ὁ Ἡρόφιλος βρόγχου τῷ ἄκρῳ. τρῆμα δὲ ἔχει ὁ αὐχὴν οὗτος, δι’ οὗ κενοῦται μὲν τὸ θῆλυ τὰ ἐπιμήνια, λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ γυνὴ τοῦ ἄῤῥενος τὴν γονὴν, ἔξεισί τε τῆς μήτρας δι’ αὐτοῦ τὸ ἔμβρυον. ἄπιστον γὰρ ὁ πόρος οὗτος εὐρύτητος κατὰ καιρὸν παραλλάττει,4 ὃς πυρῆνα μὲν μήλης ἐπιδέχεται, ἢ βραχύ τι τούτου παχύτερον ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ· κυούσης δὲ τῆς γυναικὸς, σφόδρα μέμυκε, καὶ οὐδὲν ἂν παραδέξαιτο. ἀπολυομένου δὲ τῆς μήτρας τοῦ ἐμβρύου, αἱ ὠδῖνες ἐπὶ πολὺ διϊστῶσιν αὐτὸν, θαῦμα καὶ ἀκοῦσαι, καὶ τὸ ζῶον ὅλον ταύτῃ δίεισιν. περαίνει δὲ αὐτὴν οὗτος εἰς τὸν γυναικεῖον κόλπον οὐκ ὀρθὸς, οὐδὲ εὐθὺς ἐπὶ πασῶν, ἀλλὰ ἐκκλίνεται ἢ παραστρέφεται ἐπί τε τὰ ἀριστερὰ καὶ τὰ δεξιὰ καὶ τὰ ἄνω καὶ τὰ κάτω. περὶ δὲ τοῦ πρόσω καὶ ὀπίσω, ὅτι δὴ ὁμοίως ἁπάσαις ἔχει, ἤδη εἴρηται.

子宮の頸部は、筋肉質であり、硬く軟骨のような肉からできており、時間とともにつねにそれ自身より硬く、軟骨のようになっていく。そのため、何度も妊娠した女性や、すでに高齢の女性たちにおいては、頸部は十分に硬く、軟骨のようになっている。ヘロフィロスは、その性質を気管の先端にたとえている。この頸部には開口部があり、これを通じて女性は月経血を排出し、また女性は男性の精液を自らの中に受け入れ、胚はこれを通じて子宮から出ていく。驚くべきことに、この通路は時期によってその広さを変化させる。それは他のすべての時期には、探針の頭、またはそれよりわずかに太いものを受け入れるにすぎないが、女性が妊娠しているときには固く閉じており、何も受け入れない。しかし、胚が子宮から離れるときには、陣痛がそれを大きく押し広げ(これは聞くだけでも驚くべきことである)、生命体全体がそこを通り抜ける。そして、この通路は子宮を女性の腟へと終わらせるが、すべての女性において真っ直ぐあるいは直通しているわけではなく、左や右、あるいは上や下へと傾いていたり、曲がっていたりする。しかし、前後について、すなわちそれがすべての女性において同様であるということについては、すでに述べられた。

構文注4 件
  1. 5τῶν ἐπὶ τοὺς νεφροὺς ἰόντων

    「腎臓へと向かう(血管)」を指す現在分詞の実質的用法であり、属格は起源(あるいは分離)を表し、そこから分岐することを示している。

  2. 5ὧν λέγομεν ἐξηρτῆσθαι κύστιν

    関係代名詞 ὧν の先行詞は直前の ὑμέσιν(膜)である。動詞 ἐξηρτῆσθαι が属格を支配するため、関係代名詞が属格(ὧν)になっている。

  3. 5ταῖς πλείω κυησάσαις

    「より多く妊娠した女性たち」を表すアオリスト分詞与格であり、いわゆる「所有の与格」あるいは「利害関係の与格」として、膜が厚く硬くなる主体の存在を明示している。

  4. 7ἄπιστον γὰρ ὁ πόρος οὗτος εὐρύτητος κατὰ καιρὸν παραλλάττει

    中性単数形容詞 ἄπιστον が文頭で非人称・副詞的に用いられ「信じがたいことに」という感嘆のニュアンスを文全体に付与している。属格 εὐρύτητος は変化の連関・性質・度合いを表す(広さの点で変化する)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0057.tlg016.humanitext-grc1:5-7