← クセノポン

饗宴

§4.48-4.56

神々の友ヘルモゲネスと芸人たちの自負

ヘルモゲネスが神々の加護と質素な信仰を語った後、道化ピリッポスと人形遣いのシラクサ人がそれぞれの自負の理由を明かし、最後にソクラテスが自身の誇る「仲介の術」の吟味を始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.48

οὗτοι τοίνυν οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοὶ οὕτω μοι φίλοι εἰσὶν ὥστε διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθʼ ἡμέρας οὔθʼ ὅποι ἂν ὁρμῶμαι οὔθʼ ὅ τι ἂν μέλλω πράττειν. διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσί μοι πέμποντες ἀγγέλους φήμας καὶ ἐνύπνια καὶ οἰωνοὺς ἅ τε δεῖ καὶ ἃ οὐ χρὴ ποιεῖν, οἷς ἐγὼ ὅταν μὲν πείθωμαι, οὐδέποτέ μοι μεταμέλει· ἤδη δέ ποτε καὶ ἀπιστήσας ἐκολάσθην.

「ですから、すべてのことを知り、すべてのことができるこれらの神々は、私にとってかくも親しい友であり、私のことを気遣ってくださるために、夜であれ昼であれ、私がどこへ向かおうと、何をしようとしていようと、決してその目を逃れることはありません。そして神々はそれぞれの事の成り行きがどうなるかも前もって知っておられるがゆえに、徴や夢や鳥占いという使者を送って、なすべきこととなすべきでないことを私に指し示してくださるのです。私がそれらに従うときには、決して後悔することはありませんが、かつて一度信じなかったときには罰を受けました」

§4.49

καὶ ὁ Σωκράτης εἶπεν· ἀλλὰ τούτων μὲν οὐδὲν ἄπιστον. ἐκεῖνο μέντοι ἔγωγε ἡδέως ἂν πυθοίμην, πῶς αὐτοὺς θεραπεύων οὕτω φίλους ἔχεις. ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Ἑρμογένης, καὶ μάλα εὐτελῶς. ἐπαινῶ τε γὰρ αὐτοὺς οὐδὲν δαπανῶν, ὧν τε διδόασιν ἀεὶ αὖ παρέχομαι,1 εὐφημῶ τε ὅσα ἂν δύνωμαι καὶ ἐφʼ οἷς ἂν αὐτοὺς μάρτυρας ποιήσωμαι ἑκὼν οὐδὲν ψεύδομαι. νὴ Δίʼ, ἔφη, ὁ Σωκράτης εἰ ἄρα τοιοῦτος ὢν φίλους αὐτοὺς ἔχεις, καὶ οἱ θεοί, ὡς ἔοικε, καλοκἀγαθίᾳ ἥδονται.

するとソクラテスが言った。「いや、それらのことは決して信じ難いことではない。しかし私としては、どのような奉仕をして神々をそのように友としているのか、ぜひそれを喜んで聞きたいものだ」。「ええ、ゼウスにかけて」とヘルモゲネスは言った。「それも極めて安価にです。というのも、私は何ら出費をすることなく神々を称え、神々が下さるものの中から常に一部をお返しし、できる限り謹み深く敬虔な言葉を口にし、神々を証人とした事柄においては故意には決して嘘をつかないからです」。「ゼウスにかけて」とソクラテスは言った。「もし君がそのような人物であって彼らを友としているのなら、神々もまた、どうやら人徳(カロカガティア)

§4.50

οὗτος μὲν δὴ ὁ λόγος οὕτως ἐσπουδαιολογήθη. ἐπειδὴ δὲ εἰς τὸν Φίλιππον ἧκον, ἠρώτων αὐτὸν τί ὁρῶν ἐν τῇ γελωτοποιίᾳ μέγα ἐπʼ αὐτῇ φρονοίη. οὐ γὰρ ἄξιον, ἔφη, ὁπότε γε πάντες εἰδότες ὅτι γελωτοποιός εἰμι, ὅταν μέν τι ἀγαθὸν ἔχωσι, παρακαλοῦσί με ἐπὶ ταῦτα προθύμως, ὅταν δέ τι κακὸν λάβωσι, φεύγουσιν ἀμεταστρεπτί, φοβούμενοι μὴ καὶ ἄκοντες γελάσωσι;

を喜ばれるようだね」さて、この議論はこのような真面目な調子で語られた。そしてピリッポスの番になると、人々は彼に、道化の技の何を見てそれを誇りに思っているのかと尋ねた。すると彼が言った。「誇る価値がないとでも言うのですか。というのも、私が道化師であることを誰もが知っていて、何か良いことがあると私を喜んで招き寄せるのに、何か悪い災いに遭うと、意図せずして笑ってしまいはしないかと恐れて、振り返りもせずに逃げ去るのですから」

§4.51

καὶ ὁ Νικήρατος εἶπε· νὴ Δία, σὺ τοίνυν δικαίως μέγα φρονεῖς. ἐμοὶ γὰρ αὖ τῶν φίλων οἱ μὲν εὖ πράττοντες ἐκποδὼν ἀπέρχονται, οἳ δʼ ἂν κακόν τι λάβωσι, γενεαλογοῦσι τὴν συγγένειαν καὶ οὐδέποτέ μου ἀπολείπονται.

これに対しニケラトスが言った。「ゼウスにかけて、それなら君が誇りに思うのも当然だ。私のほうはといえば、友人たちのうち順境にある者たちは遠ざかっていくのに、何か悪い目に遭った者たちは親族関係の系図を持ち出してきて、決して私のそばを離れないのだから」

§4.52

εἶεν· σὺ δὲ δή, ἔφη ὁ Χαρμίδης, ὦ Συρακόσιε, ἐπὶ τῷ μέγα φρονεῖς; ἢ δῆλον ὅτι ἐπὶ τῷ παιδί; μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν δή· ἀλλὰ καὶ δέδοικα περὶ αὐτοῦ ἰσχυρῶς. αἰσθάνομαι γάρ τινας ἐπιβουλεύοντας διαφθεῖραι αὐτόν.

「よろしい。ところで君は」とカルミデスが言った。「シラクサ人よ、何を誇りに思っているのかね。それとも、あの少年のことだというのは明白かな」。「ゼウスにかけて、とんでもない」と彼は言った。「むしろ彼のことではひどく恐れているのです。ある者たちが彼を堕落させようと企んでいるのを感じているからです」

§4.53

καὶ ὁ Σωκράτης ἀκούσας, Ἡράκλεις, ἔφη, τί τοσοῦτον νομίζοντες ἠδικῆσθαι ὑπὸ τοῦ σοῦ παιδὸς ὥστε ἀποκτεῖναι αὐτὸν βούλεσθαι; ἀλλʼ οὔτοι, ἔφη, ἀποκτεῖναι βούλονται, ἀλλὰ πεῖσαι αὐτὸν συγκαθεύδειν αὐτοῖς. σὺ δʼ, ὡς ἔοικας, εἰ τοῦτο γένοιτο, νομίζεις ἂν διαφθαρῆναι αὐτόν;2 ναὶ μὰ Δίʼ, ἔφη, παντάπασί γε.

これを聞いてソクラテスが言った。「ヘラクレスよ、彼らは君の少年からどれほど甚だしい不正を受けたと思って、彼を殺害したいと望むのだろうか」。「いや、彼らは殺害したいと望んでいるのではなく、自分たちと添い寝するよう彼を説き伏せたいと望んでいるのです」と彼は言った。「すると君は、どうやら、もしそうなったら彼が堕落してしまうと考えているのだね」。「ええ、ゼウスにかけて、全くその通りです」と彼は答えた。

§4.54

οὐδʼ αὐτὸς ἄρʼ, ἔφη, συγκαθεύδεις αὐτῷ; νὴ Δίʼ ὅλας γε καὶ πάσας τὰς νύκτας. νὴ τὴν Ἥραν, ἔφη ὁ Σωκράτης, εὐτύχημά γέ σου μέγα τὸ τὸν χρῶτα τοιοῦτον φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθείρειν3 τοὺς συγκαθεύδοντας. ὥστε σοί γε εἰ μὴ ἐπʼ ἄλλῳ ἀλλʼ ἐπὶ τῷ χρωτὶ ἄξιον μέγα φρονεῖν. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἐπὶ τούτῳ μέγα φρονῶ. ἀλλʼ ἐπὶ τῷ μήν; ἐπὶ νὴ Δία τοῖς ἄφροσιν. οὗτοι γὰρ τὰ ἐμὰ νευρόσπαστα θεώμενοι τρέφουσί με. ταῦτʼ ἄρʼ,4 ἔφη ὁ Φίλιππος, καὶ πρῴην ἐγώ σου ἤκουον εὐχομένου πρὸς τοὺς θεοὺς ὅπου ἂν ᾖς διδόναι καρποῦ μὲν ἀφθονίαν, φρενῶν δὲ ἀφορίαν.

「すると君自身は、彼と添い寝していないのかね」とソクラテスが尋ねた。「ゼウスにかけて、一晩中、夜毎欠かさず添い寝しています」。「ヘラにかけて」とソクラテスは言った。「君がそのような肉体を生まれつき持っていて、ただ一人添い寝する者を堕落させないというのは、君にとって大いなる幸運だな。それゆえ、もし他のことにおいてでないとしても、その肉体についてこそ誇りに思うに値するよ」「いやゼウスにかけて、そんなことのために誇りに思っているわけではありません」と彼は言った。「それでは一体、何についてなのだ」。「ゼウスにかけて、愚か者たちについてです。彼らが私の操り人形を見て私を養ってくれるからです」。「だからこそだな」とピリッポスが言った。

§4.56

εἶεν, ἔφη ὁ Καλλίας· σὺ δὲ δή, ὦ Σώκρατες, τί ἔχεις εἰπεῖν ὡς ἄξιόν σοί ἐστι μέγα φρονεῖν ἐφʼ ᾗ εἶπας οὕτως ἀδόξῳ οὔσῃ τέχνῃ; καὶ ὃς εἶπεν· ὁμολογησώμεθα πρῶτον ποῖά ἐστιν ἔργα τοῦ μαστροποῦ· καὶ ὅσα ἂν ἐρωτῶ, μὴ ὀκνεῖτε ἀποκρίνεσθαι, ἵνα εἰδῶμεν ὅσα ἂν συνομολογῶμεν. καὶ ὑμῖν οὕτω δοκεῖ; ἔφη. πάνυ μὲν οὖν, ἔφασαν. ὡς δʼ ἅπαξ εἶπαν πάνυ μὲν οὖν, τοῦτο πάντες ἐκ τοῦ λοιποῦ ἀπεκρίναντο.

「神々に対して、お前がどこにいようとも作物の豊作と頭脳の不作を授けてくださるよう祈っているのを、この前私も耳にしたわけだ」「よろしい」とカリアスが言った。「ところで君は、ソクラテスよ、自分が口にした、そのように評判の悪い技術について、自分にとって誇るに値すると言って何を語ることができるのかね」。するとソクラテスが言った。「まずポン引きの仕事とはどのようなものかを合意しよう。そして私が尋ねることに躊躇せずに答えてほしい。我々が何を合意しているかが分かるように。君たちもそれでよいかね」。「全くその通りだ」と彼らは言った。そして彼らは一度「全くその通りだ」と言ってからは、以後誰もがこれをもって答えたのであった。

構文注4 件
  1. 4.49ὧν τε διδόασιν ἀεὶ αὖ παρέχομαι

    ὧν は先行詞 τούτων が関係代名詞 ἅ(διδόασιν の目的語)に吸収され、属格に牽引(attractio relativi)された形。また動詞 παρέχομαι は ἀντιπαρέχω(お返しに提供する)の意を担い、属格 ὧν は部分の属格として「彼らが下さるものの中から(一部を)返礼として捧げる」を表す。

  2. 4.53νομίζεις ἂν διαφθαρῆναι αὐτόν;

    ἂν διαφθαρῆναι は前文の条件節 εἰ τοῦτο γένοιτο(もしそうなれば)を受ける潜在(アオリスト希求法+ἄν)の間接話法形で、直接話法なら ἂν διαφθαρείη となるところが νομίζεις に支配されて対格不定詞構文となったもの。ἄν は νομίζεις ではなく不定詞 διαφθαρῆναι に係っている。

  3. 4.54τὸ τὸν χρῶτα τοιοῦτον φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθείρειν

    冠詞付き不定詞句 τὸ ... φῦναι ἔχοντα は文頭の名詞 εὐτύχημα(幸運)と同格として機能している。φῦναι の意味上の主語は前の σου から補われる対格 σέ(話しかけられている相手)であり、分詞 ἔχοντα はこれに一致して τὸν χρῶτα を目的語、τοιοῦτον をその述語対格にとる(君が〜のような肉体を生まれつき持っていること)。

  4. 4.55ταῦτʼ ἄρα

    ταῦτα は内的対格(原因の対格)として「その理由で、だからこそ」を意味し、小辞 ἄρα(なるほど〜なのだ)と結びついて、相手の返答を受けて合点がいったことを示す慣用的表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.48-4.56