- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.39-4.47
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンティステネスは魂の富がもたらす自足、正義、寛大さ、そして余暇の価値を説き終え、カリアスとニケラトスがこれに応じる。続いてヘルモゲネスに発言が促され、彼は自らの誇りである神々の知と力について語り始める。
καὶ πάντα τοίνυν ταῦτα οὕτως ἡδέα μοι δοκεῖ εἶναι ὡς μᾶλλον μὲν ἥδεσθαι ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ·1 οὕτω μοι δοκεῖ ἔνια αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος.
「ですから、これらすべてのことは私にとってあまりに快いので、それらの一つ一つを行うにあたって、これ以上に楽しむことを祈り求める気にはなれず、むしろそれ以下でよいと祈りたいほどです。それらのあるものは有益さの限度を超えて快いとさえ思えるからです。
πλείστου δʼ ἄξιον κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο, ὅτι εἴ μού τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι.2
また、私の富の中で最も価値ある所有物だと考えているのは、もし誰かが私の現在の持ち物を奪い去ったとしても、私に十分な糧を提供してくれないほど卑しい仕事など私には一つも見当たらない、ということです。
καὶ γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ τῆς ἀγορᾶς τὰ τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίγνεται), ἀλλʼ ἐκ τῆς ψυχῆς ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι ἢ ὅταν τινὶ τῶν τιμίων χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ Θασίῳ οἴνῳ ἐντυχὼν οὐ διψῶν πίνω αὐτόν.
そして贅沢な楽しみを味わいたいと望むときも、市場から高価な品々を買い求めることはせず(出費がかさみますから)、魂の中から調達するのです。そして、欲求が生じるのを待ってから飲食に手を伸ばすほうが、高価な品を口にするときよりも快楽という点ではるかに勝るのであって、今このタソス産の葡萄酒に巡り合いながらも、渇きを覚えていないのに飲んでいるような場合とは大違いです。
ἀλλὰ μὴν καὶ πολὺ δικαιοτέρους γε εἰκὸς εἶναι τοὺς εὐτέλειαν μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας. οἷς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων ὀρέγονται.
さらにまた、多額の富を追求する者たちよりも、節約・質素を心がける者たちのほうが、はるかに正義にかなうのが当然です。現にあるもので最も満ち足りている者たちこそ、他人のものを最も欲しがらないからです。
ἄξιον δʼ ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος πλοῦτος παρέχεται.3 Σωκράτης τε γὰρ οὗτος παρʼ οὗ ἐγὼ τοῦτον ἐκτησάμην οὔτʼ ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει μοι, ἀλλʼ ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι παρεδίδου· ἐγώ τε νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις καὶ ἐπιδεικνύω τὴν ἀφθονίαν καὶ μεταδίδωμι τῷ βουλομένῳ τοῦ ἐν τῇ ἐμῇ ψυχῇ πλούτου.
また、このような富が人を気前のよい寛大な者にするということも心に留めるに値します。現に、私がこの富を譲り受けたこのソクラテスは、数や目方で量って私に与えてくれたのではなく、私が持ち去ることのできる限りの量を私に引き渡してくれたのです。そして今や私も誰にも出し惜しみすることなく、友の皆にその豊富さを見せつけ、私の魂にある富を望む者には誰にでも分け与えているのです。
καὶ μὴν καὶ τὸ ἁβρότατόν γε κτῆμα, τὴν σχολὴν ἀεὶ ὁρᾶτέ μοι παροῦσαν, ὥστε καὶ θεᾶσθαι τὰ ἀξιοθέατα καὶ ἀκούειν τὰ ἀξιάκουστα καὶ ὃ πλείστου ἐγὼ τιμῶμαι, Σωκράτει σχολάζων συνδιημερεύειν. καὶ οὗτος δὲ οὐ τοὺς πλεῖστον ἀριθμοῦντας χρυσίον θαυμάζει, ἀλλʼ οἳ ἂν αὐτῷ ἀρέσκωσι τούτοις συνὼν διατελεῖ. οὗτος μὲν οὖν οὕτως εἶπεν.
さらにまた、最も贅沢な所有物である余暇が、私には常に備わっているのを皆さんも見ておられるでしょう。そのおかげで、見る価値のあるものを見、聞く価値のあるものを聞き、そして私が何よりも高く評価していること、すなわち余暇を過ごしながらソクラテスと一日中一緒に過ごすことができるのです。そしてこの方もまた、最も多くの金貨を数え上げる者たちに感嘆するのではなく、自分が気に入った相手と終始一緒に過ごすのです」。彼はこのように語った。
ὁ δὲ Καλλίας, νὴ τὴν Ἥραν, ἔφη, τά τε ἄλλα ζηλῶ σε τοῦ πλούτου καὶ ὅτι4 οὔτε ἡ πόλις σοι ἐπιτάττουσα ὡς δούλῳ χρῆται οὔτε οἱ ἄνθρωποι, ἂν μὴ δανείσῃς, ὀργίζονται. ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Νικήρατος, μὴ ζήλου· ἐγὼ γὰρ ἥξω παρʼ αὐτοῦ δανεισάμενος τὸ μηδενὸς προσδεῖσθαι, οὕτω πεπαιδευμένος ὑπὸ Ὁμήρου ἀριθμεῖν "ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους" σταθμῷ καὶ ἀριθμῷ, ὡς πλείστου πλούτου ἐπιθυμῶν οὐ παύομαι· ἐξ ὧν ἴσως καὶ φιλοχρηματώτερός τισι δοκῶ εἶναι. ἔνθα δὴ ἀνεγέλασαν ἅπαντες, νομίζοντες τὰ ὄντα εἰρηκέναι αὐτόν.
するとカリアスが言った。「ヘラにかけて、私は君の富の他の面も羨ましいが、とりわけ国が君に命令を下して奴隷のように扱うこともなく、君がお金を貸さなくても人々が怒り出さないという点が羨ましいよ」。「いやゼウスにかけて、羨ましがらないでおくれ」とニケラトスが言った。「私は彼から『何ものをも追加で必要としないこと』を借り受けるつもりなのだから。私はホメロスによって、 『火にかけたことのない三脚釜七つ、金のタラントン十、 光り輝く大鍋二十、駿馬十二頭』 を目方と数とで数え上げるように教え込まれているので、できる限り多くの富を欲望することをやめられないのだ。そのせいで恐らく、ある人たちからは金銭に執着しすぎているように思われているのだろう」。そこで一同は、彼が本当のことを言ったと思って大笑いした。
ἐκ τούτου εἶπέ τις· σὸν ἔργον, ὦ Ἑρμόγενες, λέγειν τε τοὺς φίλους οἵτινές εἰσι καὶ ἐπιδεικνύναι ὡς μέγα τε δύνανται καὶ σοῦ ἐπιμέλονται, ἵνα δοκῇς δικαίως ἐπʼ αὐτοῖς μέγα φρονεῖν. οὐκοῦν ὡς μὲν καὶ Ἕλληνες καὶ βάρβαροι τοὺς θεοὺς ἡγοῦνται πάντα εἰδέναι τά τε ὄντα καὶ τὰ μέλλοντα εὔδηλον. πᾶσαι γοῦν αἱ πόλεις καὶ πάντα τὰ ἔθνη διὰ μαντικῆς ἐπερωτῶσι τοὺς θεοὺς τί τε χρὴ καὶ τί οὐ χρὴ ποιεῖν. καὶ μὴν ὅτι νομίζομέν γε δύνασθαι αὐτοὺς καὶ εὖ καὶ κακῶς ποιεῖν καὶ τοῦτο σαφές. πάντες γοῦν αἰτοῦνται τοὺς θεοὺς τὰ μὲν φαῦλα ἀποτρέπειν, τἀγαθὰ δὲ διδόναι.
これに続いて誰かが言った。「ヘルモゲネス、君の友人たちとは誰なのかを語り、彼らがどれほど偉大な力を持ち、君のことを気遣っているかを実証して、君が当然の権利をもって彼らを誇りに思っていると認められるようにするのは、君の役目だよ」 「それでは、ギリシア人も異邦人も神々があらゆること、現在のことのみならず将来のことも知っていると考えているのは明白です。現にすべての都市やすべての部族が、託宣を通じて神々に、何をなすべきで何をなすべきでないかを問い尋ねています。そしてさらに、私たちが神々には善きことも悪しきこともなす力があると信じているのも確かです。現に誰もが神々に、災いを退け、善きものを授けてくださるよう請願しているのですから。
- 4.39μᾶλλον μὲν ἥδεσθαι ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ
対比構文「μᾶλλον μὲν... ἧττον δέ」において、後半の「ἧττον δέ」の後に「εὐξαίμην ἂν ἥδεσθαι」が省略されている。「それらを行うにあたり、これ以上楽しむことを祈る気にはなれず、むしろこれ以下で楽しむ(楽しさを減じる)ことを祈りたいほどだ」の意。
- 4.40οὐδὲν οὕτως ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι
「οὕτως... ὁποῖον... ἂν παρέχοι」は結果・性質を表す関係節で、可能を表す「ἄν+希求法」が用いられている。「私に十分な糧を提供してくれないような、それほど卑しい仕事は一つも見当たらない」という二重否定による強い肯定。
- 4.43ἐλευθερίους ὁ τοιοῦτος πλοῦτος παρέχεται
動詞「παρέχομαι」(中動態)が二重対格(意味上の目的語「[人を]」の省略と述語的対格「ἐλευθερίους」)を伴い、「〜を(心根の)気前よい・寛大な者に仕立てる/そうあらしめる」という使役・結果の意味を表す。
- 4.45τά τε ἄλλα ζηλῶ σε τοῦ πλούτου καὶ ὅτι
動詞「ζηλόω」は人を対格(「σε」)で、賞賛・羨望の理由を属格(「τοῦ πλούτου」)または原因を表す接続詞節(「ὅτι...」)で取る構文。ここでは属格「τοῦ πλούτου」に加え、「τε... καί」によって関連の対格「τὰ ἄλλα」と原因節「ὅτι...」が並列されている。
