← クセノポン

家政論

§4.1-4.10

手仕事の否定とペルシア王の軍事・農業重視

クリトブロスとソクラテスは肉体と精神を損なう手仕事の技術を退け、軍事と農業の重要性を確認する。ソクラテスはペルシア王の統治制度を引き合いに出し、王が軍備の査閲と農地開墾の双方を等しく重視して査定・信賞必罰を行っている構造を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

ἀλλὰ πάσας μὲν τί σε δεῖ ἐπιδεικνύναι, ὦ Σώκρατες; ἔφη ὁ Κριτόβουλος· οὔτε γὰρ κτήσασθαι πασῶν τῶν τεχνῶν ἐργάτας ῥᾴδιον οἵους δεῖ, οὔτε ἔμπειρον γενέσθαι αὐτῶν οἷόν τε, ἀλλʼ αἳ δοκοῦσι κάλλισται τῶν ἐπιστημῶν καὶ ἐμοὶ πρέποι ἂν μάλιστα ἐπιμελομένῳ,1 ταύτας μοι καὶ αὐτὰς ἐπιδείκνυε καὶ τοὺς πράττοντας αὐτάς, καὶ αὐτὸς δὲ ὅ τι δύνασαι συνωφέλει εἰς ταῦτα διδάσκων. ἀλλὰ καλῶς, ἔφη, λέγεις, ὦ Κριτόβουλε. καὶ γὰρ αἵ γε βαναυσικαὶ καλούμεναι καὶ ἐπίρρητοί εἰσι καὶ εἰκότως μέντοι πάνυ ἀδοξοῦνται πρὸς τῶν πόλεων. καταλυμαίνονται γὰρ τὰ σώματα τῶν τε ἐργαζομένων καὶ τῶν ἐπιμελομένων, ἀναγκάζουσαι καθῆσθαι καὶ σκιατραφεῖσθαι, ἔνιαι δὲ καὶ πρὸς πῦρ ἡμερεύειν. τῶν δὲ σωμάτων θηλυνομένων καὶ αἱ ψυχαὶ πολὺ ἀρρωστότεραι γίγνονται.

「しかしソクラテスよ」とクリトブロスは言った、「なぜあなたがすべての技術を指し示す必要があるでしょうか。すべての技術においてしかるべき働き手を獲得することも容易ではありませんし、自らそれらに熟達することも不可能です。むしろ、諸知識のうち最も美しく、私が専念するのにとりわけふさわしいと思われるものを、それ自体も、それらを行う者たちも私に指し示してください。そしてあなた自身も、それらについて教えることでできる限り協力してください」「クリトブロスよ、君は実に善いことを言ってくれた」と彼は言った。「というのも、いわゆる手仕事の技術は非難の的であり、当然ながら諸都市によって全く評判が悪い。なぜなら、それらは座ったままで日陰で育つことを強いることによって、自ら働く者たちと管理する者たちの双方の肉体を損ない、ある技術にあっては終日火のそばにいさせるからだ。そして肉体が柔弱になるにつれ、魂もはるかに脆弱になるのだ。

§4.3

καὶ ἀσχολίας δὲ μάλιστα ἔχουσι καὶ φίλων καὶ πόλεως συνεπιμελεῖσθαι αἱ βαναυσικαὶ καλούμεναι. ὥστε οἱ τοιοῦτοι δοκοῦσι κακοὶ καὶ φίλοις χρῆσθαι καὶ ταῖς πατρίσιν ἀλεξητῆρες εἶναι. καὶ ἐν ἐνίαις μὲν τῶν πόλεων, μάλιστα δὲ ἐν ταῖς εὐπολέμοις δοκούσαις εἶναι, οὐδʼ ἔξεστι τῶν πολιτῶν οὐδενὶ βαναυσικὰς τέχνας ἐργάζεσθαι. ἡμῖν δὲ δὴ ποίαις συμβουλεύεις, ὦ Σώκρατες, χρῆσθαι; ἆρʼ, ἔφη ὁ Σωκράτης, μὴ αἰσχυνθῶμεν2 τὸν Περσῶν βασιλέα μιμήσασθαι; ἐκεῖνον γάρ φασιν ἐν τοῖς καλλίστοις τε καὶ ἀναγκαιοτάτοις ἡγούμενον εἶναι ἐπιμελήμασι γεωργίαν τε καὶ τὴν πολεμικὴν τέχνην τούτων ἀμφοτέρων ἰσχυρῶς ἐπιμελεῖσθαι. καὶ ὁ Κριτόβουλος ἀκούσας ταῦτα εἶπε·

また、いわゆる手仕事の技術は、友人たちや都市の世話を共にする余暇を全く奪ってしまう。それゆえ、そのような者たちは友人たちと交わるにも役立たず、祖国の防衛者となるにも不適格であると思われるのだ。現にいくつかの都市、とりわけ戦争に長けているとされる都市においては、市民の誰も手仕事の技術に従事することが許されていないのだ」 「ではソクラテスよ、私たちにはどのような技術を用いるよう助言なさいますか」ソクラテスは言った、「ペルシア王に倣うことを恥じるべきだろうか。というのも、彼は最も美しく最も必要な配慮事項の中に農業と軍事技術の双方を数え入れ、その両方に極めて熱心に意を配っていると言われているからだ」これを聞いてクリトブロスは言った。

§4.5

καὶ τοῦτο, ἔφη, πιστεύεις, ὦ Σώκρατες, βασιλέα τὸν Περσῶν γεωργίας τι συνεπιμελεῖσθαι; ὧδʼ ἄν, ἔφη ὁ Σωκράτης, ἐπισκοποῦντες, ὦ Κριτόβουλε, ἴσως ἂν καταμάθοιμεν εἴ τι συνεπιμελεῖται. τῶν μὲν γὰρ πολεμικῶν ἔργων ὁμολογοῦμεν αὐτὸν ἰσχυρῶς ἐπιμελεῖσθαι, ὅτι ἐξ ὁπόσωνπερ ἐθνῶν λαμβάνει τι, τέταχε τῷ ἄρχοντι ἑκάστῳ εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας3 καὶ τοξότας καὶ σφενδονήτας καὶ γερροφόρους, οἵτινες τῶν τε ὑπʼ αὐτοῦ ἀρχομένων ἱκανοὶ ἔσονται κρατεῖν καὶ ἂν πολέμιοι ἐπίωσιν, ἀρήξουσι τῇ χώρᾳ, χωρὶς δὲ τούτων φύλακας ἐν ταῖς ἀκροπόλεσι τρέφει· καὶ τὴν μὲν τροφὴν τοῖς φρουροῖς δίδωσιν ὁ ἄρχων ᾧ τοῦτο προστέτακται, βασιλεὺς δὲ κατʼ ἐνιαυτὸν ἐξέτασιν ποιεῖται τῶν μισθοφόρων καὶ τῶν ἄλλων οἷς ὡπλίσθαι προστέτακται, καὶ πάντας ἅμα συνάγων πλὴν τοὺς ἐν ταῖς ἀκροπόλεσιν ἔνθα δὴ ὁ σύλλογος καλεῖται· καὶ τοὺς μὲν ἀμφὶ τὴν ἑαυτοῦ οἴκησιν αὐτὸς ἐφορᾷ, τοὺς δὲ πρόσω ἀποικοῦντας πιστοὺς πέμπει ἐπισκοπεῖν·

「ソクラテスよ、ペルシア王が農業にも何らかの関心を寄せているなどと、本気で信じておられるのですか」「クリトブロスよ、このように検討してみるなら、彼が何らかの関心を寄せているかどうか、おそらく我々にも理解できるだろう」とソクラテスは言った。「というのも、軍事に関することについては、彼が熱心に意を配っていると我々も認めている。なぜなら、貢納を受け取っている各々の部族から、騎兵、弓兵、投石兵、編盾兵をどれほど養うべきかを各支配者に命じており、それらの兵が自らに統治されている者たちを抑えるに十分であり、もし敵が襲来した場合には、 国土を守るように定めているからだ。これらとは別に、彼は城塞において守備隊を養っている。そして守備兵たちへの糧秣はこのことを課された支配者が給付するが、王は毎年、傭兵たちおよび武装を命じられている他の者たちの査閲を行い、城塞にいる者たちを除く全員を、召集所と呼ばれる場所に同時に集める。そして自らの居所の周囲の者たちは彼自身が視察し、遠方に住む者たちには視察のために信任する使者を送るのだ。

§4.7

καὶ οἳ μὲν ἂν φαίνωνται τῶν φρουράρχων καὶ τῶν χιλιάρχων καὶ τῶν σατραπῶν τὸν ἀριθμὸν τὸν τεταγμένον ἔκπλεων ἔχοντες, καὶ τούτους δοκίμοις ἵπποις τε καὶ ὅπλοις κατεσκευασμένους παρέχωσι, τούτους μὲν τοὺς ἄρχοντας καὶ ταῖς τιμαῖς αὔξει καὶ δώροις μεγάλοις καταπλουτίζει, οὓς δʼ ἂν εὕρῃ τῶν ἀρχόντων ἢ καταμελοῦντας τῶν φρουραρχιῶν ἢ κατακερδαίνοντας, τούτους χαλεπῶς κολάζει4 καὶ παύων τῆς ἀρχῆς ἄλλους ἐπιμελητὰς καθίστησι. τῶν μὲν δὴ πολεμικῶν ἔργων ταῦτα ποιῶν δοκεῖ ἡμῖν ἀναμφιλόγως ἐπιμελεῖσθαι.

そして守備隊長や千人隊長や太守たちのうち、定められた定員を満たし、彼らを立派な馬と武器で整えて差し出していると明らかになる者たちについては、これらの支配者たちを高位で引き立て、大いなる贈り物で富ませるが、支配者たちのうち守備隊の任務を怠ったり私腹を肥やしたりする者を見出すと、これらを厳しく処罰し、職を解いて他の管理者を任じるのだ。このようなことを行っていることから、軍事に関することについては、彼が紛れもなく意を配っていると我々には思われる。

§4.8

ἔτι δὲ ὁπόσην μὲν τῆς χώρας διελαύνων ἐφορᾷ αὐτός, καὶ δοκιμάζει, ὁπόσην δὲ μὴ αὐτὸς ἐφορᾷ, πέμπων πιστοὺς ἐπισκοπεῖται. καὶ οὓς μὲν ἂν αἰσθάνηται τῶν ἀρχόντων συνοικουμένην τε τὴν χώραν παρεχομένους καὶ ἐνεργὸν οὖσαν τὴν γῆν καὶ πλήρη δένδρων τε ὧν ἑκάστη φέρει καὶ καρπῶν, τούτοις μὲν χώραν τε ἄλλην προστίθησι καὶ δώροις κοσμεῖ καὶ ἕδραις ἐντίμοις γεραίρει, οἷς δʼ ἂν ὁρᾷ ἀργόν τε τὴν χώραν οὖσαν καὶ ὀλιγάνθρωπον ἢ διὰ χαλεπότητα ἢ διʼ ὕβριν ἢ διʼ ἀμέλειαν, τούτους δὲ κολάζων καὶ παύων τῆς ἀρχῆς ἄρχοντας ἄλλους καθίστησι.

さらに、国土のうち彼自身が馬で巡行して視察する範囲については点検も行い、彼自身が視察しない範囲については信任する者を送って巡察させる。そして支配者たちのうち、国土に人をよく住まわせ、土地を耕作させ、各地がもたらす樹木や作物を満ちあふれさせていると認める者たちには、さらに別の領地を付け加え、贈り物で飾り、栄誉ある座を与えて称えるが、過酷さや傲慢さや怠慢によって、国土が荒れ果て人口が希薄になっているのを見る支配者たちには、彼らを処罰し職を解いて他の支配者を任じるのだ。

§4.9

ταῦτα ποιῶν δοκεῖ ἧττον ἐπιμελεῖσθαι ὅπως ἡ γῆ ἐνεργὸς ἔσται ὑπὸ τῶν κατοικούντων ἢ ὅπως εὖ φυλάξεται ὑπὸ τῶν φρουρούντων; καὶ εἰσὶ δʼ αὐτῷ οἱ ἄρχοντες διατεταγμένοι ἐφʼ ἑκάτερον οὐχ οἱ αὐτοί, ἀλλʼ οἱ μὲν ἄρχουσι τῶν κατοικούντων τε καὶ τῶν ἐργατῶν, καὶ δασμοὺς ἐκ τούτων ἐκλέγουσιν, οἱ δʼ ἄρχουσι τῶν ὡπλισμένων τε καὶ τῶν φρουρῶν.

このようなことを行う者が、守備する者たちによって国土がよく守られるようにすることに比べて、住まう者たちによって土地が耕作されるようにすることへの意の配り方が少ないと思われるだろうか。また彼のもとでは、それぞれの職務に配置されている支配者は同一の者たちではなく、一方は住民と労働者たちを統治してこれらから租税を徴収し、他方は武装した兵士たちと守備隊を統治しているのだ。

§4.10

κἂν μὲν ὁ φρούραρχος μὴ ἱκανῶς τῇ χώρᾳ ἀρήγῃ, ὁ τῶν ἐνοικούντων ἄρχων καὶ τῶν ἔργων ἐπιμελούμενος κατηγορεῖ τοῦ φρουράρχου, ὅτι οὐ δύνανται ἐργάζεσθαι διὰ τὴν ἀφυλαξίαν, ἂν δὲ παρέχοντος τοῦ φρουράρχου εἰρήνην τοῖς ἔργοις ὁ ἄρχων ὀλιγάνθρωπόν τε παρέχηται καὶ ἀργὸν τὴν χώραν,5 τούτου αὖ κατηγορεῖ ὁ φρούραρχος.

そしてもし守備隊長が国土を十分に防衛しなければ、住民の支配者であり耕作の仕事に意を配る者が、防備の欠如によって人々が耕作できないと守備隊長を告発し、他方、守備隊長が耕作に平和をもたらしているにもかかわらず支配者が国土を過疎で荒廃した状態にするなら、今度は守備隊長が彼を告発するのだ」

構文注5 件
  1. 4.1ἐμοὶ πρέποι ἂν μάλιστα ἐπιμελομένῳ

    分詞 ἐπιμελομένῳ は与格代名詞 ἐμοί と一致し、「私が(それらに)心を配るとして/専念する者として」という条件・仮定的なニュアンスを含んだ付帯状況を表す。πρέποι ἂν は潜在希求法(optative of potentiality)で、「私にとって専念するのにとりわけふさわしいであろうような」と述べる。

  2. 4.4ἆρʼ, ἔφη ὁ Σωκράτης, μὴ αἰσχυνθῶμεν

    ἆρα μή は通常「〜ではあるまいね(否定的回答を期待)」を表すが、接続法第1人称複数 αἰσχυνθῶμεν(勧誘的接続法)と結びつくことで、躊躇や慎重な提案を込めた自問表現(「〜することを恥じるべきだろうか/恥じることはないだろうね」)を形成している。

  3. 4.5ὅτι ἐξ ὁπόσωνπερ ἐθνῶν λαμβάνει τι, τέταχε τῷ ἄρχοντι ἑκάστῳ εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας

    間接疑問節 εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας... は動詞 τέταχε(命じた・規定した)の目的語となっている。εἰς+対格(ὁπόσους ἱππέας)は「〜の人数に見合うよう/〜の員数に至るまで」という基準・数量の範囲を示す用法。

  4. 4.7καὶ οἳ μὲν ἂν φαίνωνται... τούτους μὲν τοὺς ἄρχοντας... οὓς δʼ ἂν εὕρῃ... τούτους χαλεπῶς κολάζει

    対比構造 οἳ μὲν ἂν... τούτους μὲν / οὓς δʼ ἂν... τούτους を持つ文。前半の 関係代名詞 οἵ は名詞的主格相当で φαίνωνται の主語となり、主節で指示代名詞 τούτους μὲν τοὺς ἄρχοντας として対格で再開(resumptive)されている。後半の οὕς は εὕρῃ の目的語(対格)であり、そのまま τούτους に呼応する。

  5. 4.10ἂν δὲ παρέχοντος τοῦ φρουράρχου εἰρήνην τοῖς ἔργοις ὁ ἄρχων ὀλιγάνθρωπόν τε παρέχηται καὶ ἀργὸν τὴν χώραν

    παρέχοντος τοῦ φρουράρχου は属格独立構文(genitive absolute)で時・譲歩の前提条件(「守備隊長が平穏を保障しているにもかかわらず」)を表し、主節の主語 ὁ ἄρχων に対する動詞 παρέχηται は二重対格(τὴν χώραν + 述語的形容詞 ὀλιγάνθρωπόν τε καὶ ἀργόν)をとって「国土を過疎かつ荒廃した状態にする」を意味する中動相用法。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:4.1-4.10