- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:3.9-3.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは、観客としてではなく実践者として技術を学ぶ重要性を説き、妻の教育と家政における夫婦の分担についてクリトブロスと論じる。
θεᾷ γὰρ αὐτοὺς ᾗπερ τοὺς τραγῳδούς τε καὶ κωμῳδούς, οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ,1 ἀλλʼ ὅπως ἡσθῇς ἰδών τι ἢ ἀκούσας· καὶ ταῦτα μὲν ἴσως οὕτως ὀρθῶς ἔχει (οὐ γὰρ ποιητὴς βούλει γενέσθαι), ἱππικῇ δʼ ἀναγκαζόμενος χρῆσθαι οὐ μῶρος οἴει εἶναι εἰ μὴ σκοπεῖς ὅπως μὴ ἰδιώτης ἔσει τούτου τοῦ ἔργου, ἄλλως τε καὶ τῶν αὐτῶν ἵππων ἀγαθῶν εἴς τε τὴν χρῆσιν καὶ κερδαλέων εἰς πώλησιν ὄντων; πωλοδαμνεῖν με κελεύεις, ὦ Σώκρατες; οὐ μὰ Δίʼ οὐδέν τι μᾶλλον ἢ καὶ γεωργοὺς ἐκ παιδίων ὠνούμενον κατασκευάζειν, ἀλλʼ εἶναί τινές μοι δοκοῦσιν ἡλικίαι καὶ ἵππων καὶ ἀνθρώπων, αἳ εὐθύς τε χρήσιμοί εἰσι καὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόασιν. ἔχω δʼ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ᾗ ὅτι πλεῖστον λυμαίνονται. καὶ τούτου πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα; πρόβατον μέν, ἔφη ὁ Σωκράτης, ὡς ἐπὶ τὸ πολὺ ἂν κακῶς ἔχῃ, τὸν νομέα αἰτιώμεθα, καὶ ἵππος ὡς ἐπὶ τὸ πολὺ ἂν κακουργῇ, τὸν ἱππέα κακίζομεν· τῆς δὲ γυναικός,2 εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθὰ κακοποιεῖ, ἴσως δικαίως ἂν ἡ γυνὴ τὴν αἰτίαν ἔχοι· εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κἀγαθὰ ἀνεπιστήμονι τούτων χρῷτο, ἆρʼ οὐ δικαίως ἂν ὁ ἀνὴρ τὴν αἰτίαν ἔχοι;
「というのも君は、悲劇役者や喜劇役者を見るのと全く同じように彼らを見ているからだ。詩人になろうとしてではなく、私が思うに、何かを見たり聞いたりして楽しむために見ているのだ。そしてこの点についてはおそらくその通りで問題ない(君は詩人になりたいとは思っていないのだから)。しかし、馬の飼育に関わらざるを得ないのに、この仕事の素人にならないように心を配らないなら、とりわけ同じ馬たちが使うにも良く、売るにも利益をもたらすものであるのに、君は愚かだと思わないのか」「ソクラテスよ、私に仔馬の調教をせよとお命じになるのですか」「ゼウスにかけて、子供のうちから買い取って農民に育て上げよと命じないのと全く同様に、そんなことは決して命じない。むしろ馬にも人間にも、ただちに役に立ち、かつ向上していくある一定の年齢期があるように私には思われるのだ。また私は、妻たちに対して、一方では家を共同して富ませる協力者として妻を持つように接している者たちと、他方では妻たちが家を最大限に損なうような接し方をしている者たちを君に指し示すこともできる」「そしてソクラテスよ、このことについては、夫を責めるべきでしょうか、それとも妻を責めるべきでしょうか」ソクラテスは言った。「羊はおおむね、具合が悪ければ羊飼いを責めるし、馬もおおむね、手に負えなくなれば乗り手を非難するものだ。妻に関しては、もし夫から善いことを教えられているのに悪事を働くなら、おそらく当然ながら妻が責任を負うだろう。しかし、善美な事柄を教えもせず、それらを何も知らないまま妻を扱っているのだとしたら、当然ながら夫が責任を負うべきではないだろうか」
πάντως δʼ, ἔφη, ὦ Κριτόβουλε (φίλοι γάρ ἐσμεν οἱ παρόντες) ἀπαληθεῦσαι δεῖ πρὸς ἡμᾶς. ἔστιν ὅτῳ ἄλλῳ τῶν σπουδαίων πλείω ἐπιτρέπεις ἢ τῇ γυναικί; οὐδενί, ἔφη. ἔστι δὲ ὅτῳ ἐλάττονα διαλέγῃ ἢ τῇ γυναικί;
「いずれにせよクリトブロスよ」と彼は言った、「居合わせている者は友人ばかりなのだから、我々に対して真実を語り明かさねばならない。君が妻に委ねている以上に多くの重要な事柄を委ねている相手が、誰か他にいるだろうか」「誰にもいません」と彼が言った。「では、妻に対して話している以上に、少ししか話さない相手が誰かいるだろうか」
εἰ δὲ μή, οὐ πολλοῖς γε,3 ἔφη. ἔγημας δὲ αὐτὴν παῖδα νέαν μάλιστα καὶ ὡς ἐδύνατο ἐλάχιστα ἑωρακυῖαν καὶ ἀκηκουῖαν; μάλιστα. οὐκοῦν πολὺ θαυμαστότερον εἴ τι ὧν δεῖ λέγειν ἢ πράττειν ἐπίσταιτο ἢ εἰ ἐξαμαρτάνοι.
「もし皆無でないとしても、多くはいませんね」と彼が言った。「そして君が彼女を娶ったのは、ごく若い娘であり、可能な限り何も見ず何も聞いてこなかった頃のことだったね」「まさにその通りです」「それなら、彼女が語るべきことや行うべきことのうち何かを心得ていることの方が、過ちを犯すことよりも遥かに驚くべきことではないか」
οἷς δὲ σὺ λέγεις ἀγαθὰς εἶναι γυναῖκας, ὦ Σώκρατες, ἦ αὐτοὶ ταύτας ἐπαίδευσαν; οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι.4 συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἣ ἐπιστημονέστερον ἐμοῦ σοι ταῦτα πάντα ἐπιδείξει.
「ソクラテスよ、あなたが善い妻たちを持っているとおっしゃる人々は、自らその妻たちを教育したのでしょうか」「自ら観察・検討してみることに如くはない。私としても君にアスパシアを紹介しよう。彼女は私よりも一層専門的に、これらすべてを君に指し示してくれるだろう」
νομίζω δὲ γυναῖκα κοινωνὸν ἀγαθὴν οἴκου οὖσαν πάνυ ἀντίρροπον εἶναι τῷ ἀνδρὶ ἐπὶ τὸ ἀγαθόν. ἔρχεται μὲν γὰρ εἰς τὴν οἰκίαν διὰ τῶν τοῦ ἀνδρὸς πράξεων τὰ κτήματα ὡς ἐπὶ τὸ πολύ, δαπανᾶται δὲ διὰ τῶν τῆς γυναικὸς ταμιευμάτων τὰ πλεῖστα· καὶ εὖ μὲν τούτων γιγνομένων αὔξονται οἱ οἶκοι, κακῶς δὲ τούτων πραττομένων οἱ οἶκοι μειοῦνται. οἶμαι δέ σοι καὶ τῶν ἄλλων ἐπιστημῶν τοὺς ἀξίως λόγου ἑκάστην ἐργαζομένους ἔχειν ἂν ἐπιδεῖξαί σοι, εἰ τι προσδεῖσθαι νομίζεις.
「また私は、家の善き共同者たる妻は、善き事柄に向かう上で夫と全く互角の重みを持つものと考えている。というのも、財産はおおむね夫の働きによって家に入ってくるが、その大部分は妻の管理・配分によって消費されるからだ。そしてこれらがうまく運べば家は栄え、これらが拙く行われれば家は衰えるのだ」「また、もし君がさらに何かを必要としていると考えるなら、他の諸技術についても、それぞれを語るに値する水準で行っている者たちを、私は君に指し示すことができると思うのだ」
- 3.9οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ
οὐχ ὅπως は目的節(否定辞 οὐ は接続詞 ὅπως を直接修飾)で「〜しようとしてではなく」の意。挿入された οἴομαι(私が思うに)が挟まっているが、接続法 γένῃ は ὅπως に支配されている。
- 3.11τῆς δὲ γυναικός
前文の πρόβατον, ἵππος に対応して文頭に置かれた話題提示の属格(genitive of respect または後続する構文の先取り)。直後の条件文における主語(ἡ γυνή)や αἰτία との結びつきを見越して独立的に前置されている。
- 3.13εἰ δὲ μή, οὐ πολλοῖς γε
直前の問い(「妻に対して話している以上に、少ししか話さない相手が誰かいるか」)に対する条件付きの否定表現。「もし誰にもいない(οὐδενί)というわけではないにしても、多くはない(相手とは話さない)」という慣用的な省略構文。
- 3.14οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι
οὐδὲν οἷον に動名詞的定冠詞付不定詞 τὸ ἐπισκοπεῖσθαι が後置された慣用句で、「〜に如くはない」「〜するのが最善である」という意味を表す。
