- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:16.1-16.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イスコマコスは、土地の性質の見極めは難しくなく誰にでも判別可能であると説き、ソクラテスも同意する。続けて作物を豊かに実らせるための休閑地のすき返しについて、春に耕起を始め、夏に反転させて雑草を枯らし土を日光で焼くべき手順を論じる。
πρῶτον μὲν τοίνυν, ἔφη, ὦ Σώκρατες, τοῦτο ἐπιδεῖξαι βούλομαί σοι ὡς οὐ χαλεπόν ἐστιν ὃ λέγουσι ποικιλώτατον τῆς γεωργίας εἶναι οἱ λόγῳ μὲν ἀκριβέστατα αὐτὴν διεξιόντες,1 ἥκιστα δὲ ἐργαζόμενοι.
「ではまず第一に、ソクラテスよ」と彼は言いました。「言葉の上でこそ極めて精密に農業を論じ尽くしながらも、自ら働くことは最も少ない者たちが、農業の中で最も複雑極まりないと言っている事柄が、決して難しくはないということを君に示したいと思います。
φασὶ γὰρ τὸν μέλλοντα ὀρθῶς γεωργήσειν τὴν φύσιν χρῆναι πρῶτον τῆς γῆς εἰδέναι. ὀρθῶς γε, ἔφην ἐγώ, ταῦτα λέγοντες. ὁ γὰρ μὴ εἰδὼς ὅ τι δύναται ἡ γῆ φέρειν, οὐδʼ ὅ τι σπείρειν οἶμαι οὐδʼ ὅ τι φυτεύειν δεῖ εἰδείη ἄν.
というのも彼らは、正しく農業を行おうとする者はまず土地の性質を知らねばならないと言っているからです」「彼らがそう言うのは誠にもっともです」と私は言いました。「土地が何を実らせることができるかを知らない者は、何をまくべきかも何を植えるべきかも知るはずがないと思うからです」「では」とイスコマコスは言いました。
οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἀλλοτρίας γῆς τοῦτο ἔστι γνῶναι, ὅ τι τε δύναται φέρειν καὶ ὅ τι μὴ δύναται, ὁρῶντα τοὺς καρποὺς καὶ τὰ δένδρα. ἐπειδὰν μέντοι γνῷ τις, οὐκέτι συμφέρει θεομαχεῖν.2 οὐ γὰρ ἄν, ὅτου δέοιτο αὐτός, τοῦτο σπείρων καὶ φυτεύων μᾶλλον ἂν ἔχοι τὰ ἐπιτήδεια ἢ ὅ τι ἡ γῆ ἥδοιτο φύουσα καὶ τρέφουσα.
「実った作物や樹木を見れば、他人の土地であっても、それが何を実らせることができ、何を実らせることができないのかを認識できるではありませんか。そしてひとたび認識した以上は、神意(自然の道理)に逆らって抗うことはもはや得策ではありません。なぜなら、自分自身が求めているものをまき植えたところで、土地自身が生み出し養うのを喜ぶもの〔をまき植えるとき〕以上に生活必需品を得られることはないからです。
ἂν δʼ ἄρα διʼ ἀργίαν τῶν ἐχόντων αὐτὴν μὴ ἔχῃ τὴν ἑαυτῆς δύναμιν ἐπιδεικνύναι, ἔστι καὶ παρὰ γείτονος τόπου πολλάκις ἀληθέστερα περὶ αὐτῆς γνῶναι ἢ παρὰ γείτονος ἀνθρώπου πυθέσθαι.
また、もし所有者たちの怠慢のせいで土地が自らの力を発揮できていないとしても、隣接する土地から、隣人である人間に尋ねるよりも往々にして土地についてのより確実な事実を知ることができます。
καὶ χερσεύουσα δὲ ὅμως ἐπιδείκνυσι τὴν αὑτῆς φύσιν· ἡ γὰρ τὰ ἄγρια καλὰ φύουσα δύναται θεραπευομένη καὶ τὰ ἥμερα καλὰ ἐκφέρειν. φύσιν μὲν δὴ γῆς οὕτως καὶ οἱ μὴ πάνυ ἔμπειροι γεωργίας ὅμως δύνανται διαγιγνώσκειν.
さらに、休閑地であっても土地は自らの性質を示しています。野の草を見事に育てる土地は、手入れを施されれば栽培植物も見事に生み出すことができるからです。このように土地の性質なら、農業の経験が全く深くない者たちであっても、十分に判別することができるのです」
ἀλλὰ τοῦτο μέν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἱκανῶς ἤδη μοι δοκῶ ἀποτεθαρρηκέναι, ὡς οὐ δεῖ φοβούμενον μὴ οὐ γνῶ3 τῆς γῆς φύσιν ἀπέχεσθαι γεωργίας.
「しかしイスコマコスよ、この点については」と私は言いました。「土地の性質を理解できないのではないかと恐れて農業を敬遠する必要はないと、私自身すでに十分に確信できたと思います。
καὶ γὰρ δή, ἔφην, ἀνεμνήσθην τὸ τῶν ἁλιέων, ὅτι θαλαττουργοὶ ὄντες καὶ οὔτε καταστήσαντες ἐπὶ θέαν οὔθʼ ἥσυχοι βαδίζοντες, ἀλλὰ παρατρέχοντες ἅμα τοὺς ἀγρούς, ὅταν ὁρῶσι τοὺς καρποὺς ἐν τῇ γῇ, ὅμως οὐκ ὀκνοῦσιν ἀποφαίνεσθαι περὶ τῆς γῆς ὁποία τε ἀγαθή ἐστι καὶ ὁποία κακή, ἀλλὰ τὴν μὲν ψέγουσι, τὴν δʼ ἐπαινοῦσι. καὶ πάνυ τοίνυν τοῖς ἐμπείροις γεωργίας ὁρῶ αὐτοὺς τὰ πλεῖστα κατὰ ταὐτὰ ἀποφαινομένους περὶ τῆς ἀγαθῆς γῆς.
というのも実際」と私は言いました。「漁師たちのことを思い出しました。彼らは海で働く者であり、眺めるために立ち止まることもなく、静かに歩くこともなく、畑の傍らを駆け過ぎるだけであるのに、土地にある作物を目にするや否や、いかなる土地が肥沃でいかなる土地が痩せているかについて臆することなく判断を下し、一方を非難し、他方を称賛するからです。そして実際、肥沃な土地に関して彼らが下す判断の大部分は、農業の熟練者たちと全く一致しているのを目にしています」「ではソクラテスよ」
πόθεν οὖν βούλῃ, ἔφη, ὦ Σώκρατες, ἄρξωμαί σε τῆς γεωργίας ὑπομιμνῄσκειν; οἶδα γὰρ ὅτι ἐπισταμένῳ σοι πάνυ πολλὰ φράσω ὡς δεῖ γεωργεῖν. ἐκεῖνό μοι δοκῶ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, πρῶτον ἂν ἡδέως μανθάνειν (φιλοσόφου γὰρ μάλιστά ἐστιν ἀνδρός) ὅπως ἂν ἐγώ, εἰ βουλοίμην, γῆν ἐργαζόμενος πλείστας κριθὰς καὶ πλείστους πυροὺς λαμβάνοιμι.
と彼は言いました。「どこから君に農業のことを思い起こさせ始めることにしましょうか。なぜなら、非常に多くの事柄を心得ている君に、どのように農作業をなすべきかを語ることになると知っているからです」「イスコマコスよ」と私は言いました。
οὐκοῦν τοῦτο μὲν οἶσθα, ὅτι τῷ σπόρῳ νεὸν δεῖ ὑπεργάζεσθαι; οἶδα γάρ, ἔφην ἐγώ. εἰ οὖν ἀρχοίμεθα, ἔφη, ἀροῦν τὴν γῆν χειμῶνος; ἀλλὰ πηλὸς ἂν εἴη, ἐγὼ ἔφην. ἀλλὰ τοῦ θέρους σοι δοκεῖ; σκληρά, ἔφην ἐγώ, ἡ γῆ ἔσται κινεῖν τῷ ζεύγει.
「私が望むなら土地を耕して最も豊かな大麦や小麦を得られるようにするにはどうすればよいか、これをまず喜んで学びたいと思います(それこそ何より探求心ある者にふさわしいことですから)」「では君はこのことを知っていますね、播種に先立って休閑地をすき返して下準備しなければならないことを」「ええ、知っています」と私は言いました。 「では」と彼は言いました。「冬に土地を耕し始めるとしたらどうでしょう」「いや、泥沼になってしまうでしょう」と私は言いました。 「では夏がよいと思いますか」「牛の軛で土を動かすには土地が固すぎるでしょう」と私は言いました。
κινδυνεύει ἔαρος, ἔφη, εἶναι τούτου τοῦ ἔργου ἀρκτέον.4 εἰκὸς γάρ, ἔφην ἐγώ, ἐστι μάλιστα χεῖσθαι τὴν γῆν τηνικαῦτα κινουμένην. καὶ τὴν πόαν γε ἀναστρεφομένην, ἔφη, ὦ Σώκρατες, τηνικαῦτα κόπρον μὲν τῇ γῇ ἤδη παρέχειν, καρπὸν δʼ οὔπω καταβαλεῖν ὥστε φύεσθαι.
「おそらく春に」と彼は言いました。「この作業を始めなければならないでしょう」「というのも、その時分に動かされる土が最もよくほぐれるのが自然ですから」と私は言いました。 「それに草も」と彼は言いました。「ソクラテスよ、その時分にすき返されれば、すでに土地にとっては堆肥となる一方で、種を落として新たに芽吹くことはまだないからです。
οἶμαι γὰρ δὴ καὶ τοῦτό σʼ ἔτι γιγνώσκειν, ὅτι εἰ μέλλει ἀγαθὴ ἡ νεὸς ἔσεσθαι, ὕλης τε καθαρὰν αὐτὴν εἶναι δεῖ καὶ ὀπτὴν ὅτι μάλιστα πρὸς τὸν ἥλιον. πάνυ γε, ἔφην ἐγώ, καὶ ταῦτα οὕτως ἡγοῦμαι χρῆναι ἔχειν.
というのも、もし休閑地が良いものとなろうとするなら、雑草がなく、太陽に向かってできるかぎり十分に焼かれていなければならないということも、君はすでに知っていると思うからです」「ええ、まさにその通りです」と私は言いました。「それらはそのようでなければならないと私も考えています」「では」と彼は言いました。
ταῦτʼ οὖν, ἔφη, σὺ ἄλλως πως νομίζεις μᾶλλον ἂν γίγνεσθαι ἢ εἰ ἐν τῷ θέρει ὅτι πλειστάκις μεταβάλοι τις τὴν γῆν; οἶδα μὲν οὖν, ἔφην, ἀκριβῶς ὅτι οὐδαμῶς ἂν μᾶλλον ἡ μὲν ὕλη ἐπιπολάζοι καὶ αὐαίνοιτο ὑπὸ τοῦ καύματος, ἡ δὲ γῆ ὀπτῷτο ὑπὸ τοῦ ἡλίου, ἢ εἴ τις αὐτὴν ἐν μέσῳ τῷ θέρει καὶ ἐν μέσῃ τῇ ἡμέρᾳ κινοίη τῷ ζεύγει.5
「夏にできるかぎり頻繁に土地を反転させる以上に、このことがうまく成し遂げられる方法が他にあると君は考えますか」「いいえ、真夏かつ真昼に牛の軛で土を動かす以上に、雑草が地表に出て日照りで枯れ、土が太陽に焼かれる方法は決してないことを、私は正確に知っています」と私は言いました。
εἰ δὲ ἄνθρωποι σκάπτοντες τὴν νεὸν ποιοῖεν, ἔφη, οὐκ εὔδηλον ὅτι καὶ τούτους δίχα δεῖ ποιεῖν τὴν γῆν καὶ τὴν ὕλην; καὶ τὴν μέν γε ὕλην, ἔφην ἐγώ, καταβάλλειν, ὡς αὐαίνηται, ἐπιπολῆς, τὴν δὲ γῆν στρέφειν, ὡς ἡ ὠμὴ αὐτῆς ὀπτᾶται.
「では、もし人々が鍬で掘って休閑地を整えるとしたら」と彼は言いました。「彼らも土と雑草を切り離さねばならないことは明白ではありませんか」「その通りです」と私は言いました。「雑草の方は枯れるように地表に投げ出し、土の方はまだ熟していない生の土が日光で焼かれるように反転させるべきです」
- 16.1ἐπιδεῖξαι βούλομαί σοι ὡς οὐ χαλεπόν ἐστιν ὃ λέγουσι ποικιλώτατον τῆς γεωργίας εἶναι οἱ λόγῳ μὲν ἀκριβέστατα αὐτὴν διεξιόντες
先行詞を含んだ関係代名詞 ὃ(= τοῦτο ὃ)が導く節が ὡς 節内の主語であり、述語形容詞が οὐ χαλεπόν である。関係節の主語は後続の定冠詞付き分詞句 οἱ ... διεξιόντες で、hyperbaton(離隔配置)により関係代名詞 ὃ から離れて置かれている。全体の骨格は「ἐπιδεῖξαι βούλομαι ὡς οὐ χαλεπόν ἐστιν [τοῦτο ὃ οἱ διεξιόντες λέγουσι ποικιλώτατον εἶναι]」となる。
- 16.3οὐκέτι συμφέρει θεομαχεῖν
θεομαχεῖν(神と戦う)は比喩的表現で、前後の文脈(土地が何を喜んで生み出すか)に照らし、「土地本来の自然の性質・摂理に逆らう」ことを意味する。
- 16.6μὴ οὐ γνῶ
恐れを表す動詞(φοβούμενον)の従属節において、否定の対象を導く μὴ οὐ+接続法(γνῶ)の構文。「土地の性質を理解できないのではないか(と恐れる)」という意味を表す。
- 16.12τούτου τοῦ ἔργου ἀρκτέον
動形容詞 ἀρκτέον(ἄρχομαι の動形容詞)の中性単数による非人称構文で、δεῖ ἄρχεσθαι に相当する義務を表す。動詞 ἄρχομαι が属格支配であるため、目的語にあたる τούτου τοῦ ἔργου が属格に置かれている。
- 16.14οἶδα μὲν οὖν, ἔφην, ἀκριβῶς ὅτι οὐδαμῶς ἂν μᾶλλον ἡ μὲν ὕλη ἐπιπολάζοι καὶ αὐαίνοιτο ὑπὸ τοῦ καύματος, ἡ δὲ γῆ ὀπτῷτο ὑπὸ τοῦ ἡλίου, ἢ εἴ τις αὐτὴν ἐν μέσῳ τῷ θέρει καὶ ἐν μέσῃ τῇ ἡμέρᾳ κινοίη τῷ ζεύγει.
μὲν οὖν は先行する質問に対する強い肯定(「それどころか全くその通りだ」)。否定詞 οὐδαμῶς ἂν μᾶλλον ... ἢ εἴ τις ...(〜する場合以上に…ということは決してない)の潜在希求構文により、「盛夏かつ真昼に牛で耕すことこそが最も効果的である」という確信を強調している。
