- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:15.1-15.13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは管理人の徳目についての議論を踏まえ、以前言及されながら素通りされていた農業の実技そのものの教育を求める。イスコマコスは農業が有益かつ高貴であるだけでなく他分野と異なり学ぶのが極めて容易で開かれた技術であると前置きし、ソクラテスはその平易さゆえにいっそう詳しく教えるよう促す。
ἀλλὰ μέντοι ἐπειδάν γε ἐμποιήσῃς τινὶ τὸ βούλεσθαί σοι εἶναι τἀγαθά, ἐμποιήσῃς δὲ τῷ αὐτῷ τούτῳ τὸ ἐπιμελεῖσθαι ὅπως ταῦτά σοι ἐπιτελῆται, ἔτι δὲ πρὸς τούτοις ἐπιστήμην κτήσῃ αὐτῷ ὡς ἂν ποιούμενα ἕκαστα τῶν ἔργων ὠφελιμώτερα γίγνοιτο, πρὸς δὲ τούτοις ἄρχειν ἱκανὸν αὐτὸν ποιήσῃς, ἐπὶ δὲ τούτοις πᾶσιν ἥδηταί σοι τὰ ἐκ τῆς γῆς ὡραῖα ἀποδεικνύων ὅτι πλεῖστα ὥσπερ σὺ σαυτῷ, οὐκέτι ἐρήσομαι περὶ τούτου εἰ ἔτι τινὸς ὁ τοιοῦτος προσδεῖται· πάνυ γάρ μοι δοκεῖ ἤδη πολλοῦ ἂν ἄξιος εἶναι ἐπίτροπος ὢν τοιοῦτος. ἐκεῖνο μέντοι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, μὴ ἀπολίπῃς, ὃ ἡμῖν ἀργότατα ἐπιδεδράμηται τοῦ λόγου.1
「しかしながら、誰かに君のために良きことが生じるのを望む気持ちを生じさせ、この同じ者にそれらが君のために達成されるよう配慮する心を生じさせ、さらにこれらに加えて、仕事の各々がいかに行われればより有益になるかについての知識を彼のために獲得させ、これらに加えて彼を統率するのに有能な者とし、これらすべての上に、君が自分自身のために示すのと同様に、土地からの旬の恵みを君のためにできるかぎり多く提示して喜ぶようにさせた暁には、このような者がさらに何かを必要とするかどうか、私はもはやこれについて尋ねはしません。というのも、このような管理人であるなら、すでに大いに価値ある者になるに違いないと私には思われるからです。しかしながら、イスコマコスよ」と私は言いました。
τὸ ποῖον; ἔφη ὁ Ἰσχόμαχος. ἔλεξας δήπου, ἔφην ἐγώ, ὅτι μέγιστον εἴη μαθεῖν ὅπως δεῖ ἐξεργάζεσθαι ἕκαστα· εἰ δὲ μή, οὐδὲ τῆς ἐπιμελείας ἔφησθα ὄφελος οὐδὲν γίγνεσθαι, εἰ μή τις ἐπίσταιτο ἃ δεῖ καὶ ὡς δεῖ ποιεῖν.
「私たちの議論の中で最もぞんざいに駆け足で通り過ぎてしまったあの点を、置き去りにしないでください」「それはどのようなことですか」とイスコマコスは言いました。 「君は確かに」と私は言いました。「どのように各々の仕事を成し遂げるべきかを学ぶことが最大のことだと言いました。もしそうでなければ、何をどのように為すべきかを心得ていないなら、配慮からも何の益も生じないと言われました」
ἐνταῦθα δὴ εἶπεν ὁ Ἰσχόμαχος· τὴν τέχνην με ἤδη, ὦ Σώκρατες, κελεύεις αὐτὴν διδάσκειν τῆς γεωργίας; αὕτη γὰρ ἴσως, ἔφην ἐγώ, ἤδη ἐστὶν ἡ ποιοῦσα τοὺς μὲν ἐπισταμένους αὐτὴν πλουσίους, τοὺς δὲ μὴ ἐπισταμένους πολλὰ πονοῦντας ἀπόρως βιοτεύειν. νῦν τοίνυν, ἔφη, ὦ Σώκρατες, καὶ τὴν φιλανθρωπίαν ταύτης τῆς τέχνης ἀκούσῃ. τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι καὶ καλλίστην καὶ προσφιλεστάτην θεοῖς τε καὶ ἀνθρώποις, ἔτι πρὸς τούτοις καὶ ῥᾴστην εἶναι μαθεῖν πῶς οὐχὶ γενναῖόν ἐστι;2 γενναῖα δὲ δήπου καλοῦμεν καὶ τῶν ζῴων ὁπόσα καλὰ καὶ μεγάλα καὶ ὠφέλιμα ὄντα πραέα ἐστὶ πρὸς τοὺς ἀνθρώπους.
するとそこでイスコマコスは言いました。「ソクラテスよ、君は私に、今や農作業そのものの技術を教えるよう命じているのですか」「ええ、おそらくこれこそが」と私は言いました。「それを心得ている者たちを富ませる一方で、心得ていない者たちを、多く苦労しながらも困窮のうちに暮らすようにさせているものなのですから」「では今や、ソクラテスよ」と彼は言いました。「この技術の人を愛する徳性についてもお聞きなさい。最も有益であり、働くのに最も快く、最も美しく、神々にも人間にも最も愛され、さらにこれらの上に学ぶのが最も容易であるなどということは、どうして気高いことでないと言えましょうか。私たちは動物の中でも、美しく、大きく、有益であって人間に対して穏やかなものを、気高いと呼ぶではありませんか」「しかしイスコマコスよ」
ἀλλὰ ταῦτα μὲν ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, ἱκανῶς δοκῶ καταμεμαθηκέναι ᾗ εἶπας, καθʼ ἃ δεῖ διδάσκειν τὸν ἐπίτροπον· καὶ γὰρ ᾗ ἔφησθα εὔνουν σοι ποιεῖν αὐτὸν μαθεῖν δοκῶ, καὶ ᾗ ἐπιμελῆ καὶ ἀρχικὸν καὶ δίκαιον.
と私は言いました。「それらの点については、管理人に何を教えるべきかについて君が語った通りに、私は十分に理解できたと思います。君の言った通りに彼を君に好意的な者とする方法も理解できたと思いますし、配慮深く、統率力があり、公正な者とする方法も理解できたと思います。
ὃ δὲ εἶπας ὡς δεῖ μαθεῖν τὸν μέλλοντα ὀρθῶς γεωργίας ἐπιμελεῖσθαι καὶ ἃ δεῖ ποιεῖν καὶ ὡς δεῖ καὶ ὁπότε ἕκαστα, ταῦτά μοι δοκοῦμεν, ἔφην ἐγώ, ἀργότερόν πως ἐπιδεδραμηκέναι τῷ λόγῳ·
しかし、正しく農業の世話をしようとする者が、何を為すべきか、どのように、またいつ各々を為すべきかを学ばねばならないと君が言ったことについては、私たちは議論の上でどうも少々ぞんざいに駆け足で通り過ぎてしまったように思われます。
ὥσπερ εἰ εἴποις ὅτι δεῖ γράμματα ἐπίστασθαι τὸν μέλλοντα δυνήσεσθαι τὰ ὑπαγορευόμενα γράφειν καὶ τὰ γεγραμμένα ἀναγιγνώσκειν. ταῦτα γὰρ ἐγὼ ἀκούσας, ὅτι μὲν δεῖ γράμματα ἐπίστασθαι ἠκηκόη ἄν, τοῦτο δὲ εἰδὼς οὐδέν τι οἶμαι μᾶλλον ἂν ἐπισταίμην γράμματα.
それはあたかも、口述されるものを書き、書かれたものを読み取ることができるようになろうとする者は、文字を心得ていなければならない、と君が言うようなものです。これを聞いても、私は文字を心得ていなければならないということは聞いたことになりますが、これを知ったからといって文字を心得ることには少しもならないと思うのです。
οὕτω δὲ καὶ νῦν ὅτι μὲν δεῖ ἐπίστασθαι γεωργίαν τὸν μέλλοντα ὀρθῶς ἐπιμελεῖσθαι αὐτῆς ῥᾳδίως πέπεισμαι, τοῦτο μέντοι εἰδὼς οὐδέν τι μᾶλλον ἐπίσταμαι ὅπως δεῖ γεωργεῖν.
それと同様に今も、正しく農業の世話をしようとする者は農業を心得ていなければならないということは、容易に納得できました。しかしながら、これを知っていても、どのように農業を営むべきかを心得ることには少しもなっていません。
ἀλλʼ εἴ μοι αὐτίκα μάλα δόξειε γεωργεῖν, ὅμοιος ἄν μοι δοκῶ εἶναι τῷ περιιόντι ἰατρῷ καὶ ἐπισκοποῦντι τοὺς κάμνοντας, εἰδότι δὲ οὐδὲν ὅ τι συμφέρει τοῖς κάμνουσιν. ἵνʼ οὖν μὴ τοιοῦτος ὦ, ἔφην ἐγώ, δίδασκέ με αὐτὰ τὰ ἔργα τῆς γεωργίας.
むしろ、もし私が今すぐにでも農業を行おうとするなら、巡回して病人を観察してはいるものの、病人に何が有益であるかを何も知らない医者に似た者になるように思われます。ですから、そのような者にならないよう」と私は言いました。
ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, οὐχ ὥσπερ γε τὰς ἄλλας τέχνας κατατριβῆναι δεῖ μανθάνοντας πρὶν ἄξια τῆς τροφῆς ἐργάζεσθαι τὸν διδασκόμενον, οὐχ οὕτω καὶ ἡ γεωργία δύσκολός ἐστι μαθεῖν, ἀλλὰ τὰ μὲν ἰδὼν ἂν ἐργαζομένους, τὰ δὲ ἀκούσας εὐθὺς ἂν ἐπίσταιο, ὥστε καὶ ἄλλον, εἰ βούλοιο, διδάσκειν. οἴομαι δʼ, ἔφη, πάνυ καὶ λεληθέναι πολλά σε αὐτὸν ἐπιστάμενον αὐτῆς.
「農作業そのものを私に教えてください」「いや全く」と彼は言いました。「ソクラテスよ、他の技術のように、教えられる者が養われるに値する働きをするようになる前に、学びながら擦り切れるほど時間を費やさねばならないということはなく、農業は学ぶのがそれほど難しいものではありません。むしろ、あることは働いている人々を見て、あることは聞いて、すぐに心得ることができ、望むなら他人に教えることさえできるほどです。それに君自身」と彼は言いました。「自分でも気づかぬうちに、その多くのことを心得ているに違いないと私は思っています。
καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι τεχνῖται ἀποκρύπτονταί πως τὰ ἐπικαιριώτατα ἧς ἕκαστος ἔχει τέχνης, τῶν δὲ γεωργῶν ὁ κάλλιστα μὲν φυτεύων μάλιστʼ ἂν ἥδοιτο, εἴ τις αὐτὸν θεῷτο, ὁ κάλλιστα δὲ σπείρων ὡσαύτως· ὅ τι δὲ ἔροιο τῶν καλῶς πεποιημένων, οὐδὲν ὅ τι ἄν σε ἀποκρύψαιτο ὅπως ἐποίησεν.
というのも実際、他の職人たちは各自が持っている技術の最も肝要な秘訣を何かしら隠すものですが、農民たちの中では、最も見事に苗を植える者は、誰かが自分を見物してくれれば何より喜ぶでしょうし、最も見事に種をまく者も同様です。立派に行われた作業について何か尋ねたとしても、どのように行ったかを君に隠すことなど一切ないでしょう。
οὕτω καὶ τὰ ἤθη, ὦ Σώκρατες, ἔφη, γενναιοτάτους τοὺς αὐτῇ συνόντας ἡ γεωργία ἔοικε παρέχεσθαι.
このようにして農業は、ソクラテスよ」と彼は言いました。「それに関わる者たちの人柄をも最も気高いものとするように思われます」
ἀλλὰ τὸ μὲν προοίμιον, ἔφην ἐγώ, καλὸν καὶ οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος·3 σὺ δέ, ὅτι εὐπετές ἐστι μαθεῖν, διὰ τοῦτο πολύ μοι μᾶλλον διέξιθι αὐτήν. οὐ γὰρ σοὶ αἰσχρὸν τὰ ῥᾴδια διδάσκειν ἐστίν, ἀλλʼ ἐμοὶ πολὺ αἴσχιον μὴ ἐπίστασθαι ἄλλως τε καὶ εἰ χρήσιμα ὄντα τυγχάνει.
「しかし前置きは」と私は言いました。「立派なものであって、聞いた者が問いを取りやめるようなものではありません。むしろ学ぶのが容易であるからこそ、それだけにいっそう私に詳しく説き明かしてください。君にとって容易なことを教えるのは恥ずかしいことではありませんが、とりわけそれが有益なことであるなら、私が心得ていないことははるかに恥ずかしいことなのですから」
- 15.1ὃ ἡμῖν ἀργότατα ἐπιδεδράμηται τοῦ λόγου
τοῦ λόγου は最上級の中性複数副詞形 ἀργότατα(最も無為に、最もぞんざいに)または関係節全体にかかる部分属格(「議論の中で」)。動詞 ἐπιδεδράμηται(完了受動・中動相)はここでは「駆け抜ける、ざっと通り過ぎる」の意で、ἡμῖν は行為者の与格(受動完了に伴う与格)として機能している。先行詞 ἐκεῖνο に係る関係代名詞 ὃ が主語となり、「議論の中で私たちによって最もぞんざいに通り過ぎられたあの事柄」という構造をなす。
- 15.4τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι ... πῶς οὐχὶ γενναῖόν ἐστι;
冠詞付き不定詞句 τὸ ... εἶναι が主節(πῶς οὐχὶ γενναῖόν ἐστι;)の主語をなす長大な構造。分詞 ὠφελιμωτάτην οὖσαν および後続の補語(ἡδίστην, καλλίστην, προσφιλεστάτην, ῥᾴστην)はいずれも文脈上補われる不定詞の意味上の主語(τὴν τέχνην)に一致して対格女性単数形をとる。ἐργάζεσθαι と μαθεῖν は指定の不定詞(epexegesis / 限界を示す限定用法の不定詞)として、それぞれ ἡδίστην(働くのに最も快い)および ῥᾴστην(学ぶのに最も容易な)を修飾している。
- 15.13οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος
οἷος(または τοιοῦτος)+不定詞の慣用構文で「〜するような性質のもの」を表し、否定の οὐχ がついて「聞いた者が問いをやめてしまうようなものではない」という意味になる。不定詞 ἀποτρέπεσθαι の意味上の主語として一般の人を指す対格分詞 ἀκούσαντα(聞いた者が)が置かれている。後続の τοῦ ἐρωτήματος は動詞 ἀποτρέπομαι が要求する分離の属格。
