- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.3.1-4.3.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは徳の基礎として節制と神々への崇敬を重視し、エウテュデモスとの対話を通じて、光・夜・天体・季節・水・火・太陽の運行、さらには家畜に至るまで、万物が人間の福利のために配慮されているという神々の摂理を説く。
τὸ μὲν οὖν λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικοὺς γίγνεσθαι τοὺς συνόντας οὐκ ἔσπευδεν,1 ἀλλὰ πρότερον τούτων ᾤετο χρῆναι σωφροσύνην αὐτοῖς ἐγγενέσθαι. τοὺς γὰρ ἄνευ τοῦ σωφρονεῖν ταῦτα δυναμένους ἀδικωτέρους τε καὶ δυνατωτέρους κακουργεῖν ἐνόμιζεν εἶναι.
さて、彼は交わっている者たちが弁舌に巧みで、実務に長け、計略に富む者になることを急ぎ立てるのではなく、これらよりも前に彼らのうちに節制が備わるべきだと考えていた。というのも、節制なしにそうした能力を持つ者は、より不正であり、より害悪をなす力に長けた者になると考えていたからである。
πρῶτον μὲν δὴ περὶ θεοὺς ἐπειρᾶτο σώφρονας ποιεῖν τοὺς συνόντας. ἄλλοι μὲν οὖν αὐτῷ πρὸς ἄλλους οὕτως ὁμιλοῦντι παραγενόμενοι διηγοῦντο· ἐγὼ δέ, ὅτε πρὸς Εὐθύδημον τοιάδε διελέγετο, παρεγενόμην.
まずもって、彼は神々に関して交わっている者たちを節制ある者たちにしようと努めた。他の人々は彼が他者に対してそのように語り合っているのに立ち会って語り伝えたが、私は彼がエウテュデモスに対して次のように対話していたときにその場に居合わせた。
εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι ὡς ἐπιμελῶς οἱ θεοὶ ὧν οἱ ἄνθρωποι δέονται κατεσκευάκασι; καὶ ὅς, μὰ τὸν Δίʼ, ἔφη, οὐκ ἔμοιγε. ἀλλʼ οἶσθά γʼ, ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; νὴ Δίʼ, ἔφη, ὅ γʼ εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν.2 ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι κάλλιστον ἀναπαυτήριον.
「エウテュデモスよ、言ってくれたまえ」と彼は言った、「神々がいかに念入りに人間が必要とする事柄を整えてくださっているかについて、思いを巡らすことが今までに一度でも君の心に浮かんだことがあるかね」。「ゼウスにかけて、私にはまったくありません」と彼は言った。「だが」と彼は言った、「まずわれわれは光を必要としており、それを神々がわれわれに与えてくださっていることは知っているね」。「ええ、ゼウスにかけて」と彼は言った、「もし光を持っていなかったなら、われわれ自身の眼の点では盲人と変わらないはずですから」。「しかしそればかりか、休息を必要とするわれわれに、夜というこの上なく美しい休息の場を与えてくださっているではないか」
πάνυ γʼ, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον. οὐκοῦν καὶ ἐπειδὴ ὁ μὲν ἥλιος φωτεινὸς ὢν τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει, καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; ἔστι ταῦτα, ἔφη. ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ.
「まったくその通りです」と彼は言った、「これも感謝に値することです」。「それでは、太陽は明るく輝いてわれわれに昼の諸時間を、また他のすべての事柄を明瞭にしてくれるが、夜は暗いゆえに判別がつきにくいので、〔神々は〕夜空に星々を現れさせ、それらが夜の諸時間をわれわれに示し、このことのおかげでわれわれは必要とする多くの務めを果たすことができるのではないかね」。「その通りです」と彼は言った。「しかしそれどころか、月は夜の諸部分だけでなく、ひと月の諸部分をもわれわれに明らかにしてくれる」「まったくその通りです」
πάνυ μὲν οὖν, ἔφη. τὸ δʼ, ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι3 καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, αἳ ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα;
と彼は言った。「さらに、われわれが食物を必要とするので、食物を大地から生み出させ、このために適した季節を与えてくださり、それらの季節がわれわれの必要とする多くの多様なものを用意するだけでなく、われわれが喜び楽しむものをも用意してくれることについてはどうだろう」「まったくもって」
πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα. τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον πᾶσι τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρέχειν ἡμῖν; καὶ τοῦτο, ἔφη, προνοητικόν. τὸ δὲ καὶ τὸ πῦρ πορίσαι ἡμῖν, ἐπίκουρον μὲν ψύχους, ἐπίκουρον δὲ σκότους, συνεργὸν δὲ πρὸς πᾶσαν τέχνην καὶ πάντα ὅσα ὠφελείας ἕνεκα ἄνθρωποι κατασκευάζονται; ὡς γὰρ συνελόντι εἰπεῖν4 οὐδὲν ἀξιόλογον ἄνευ πυρὸς ἄνθρωποι τῶν πρὸς τὸν βίον χρησίμων κατασκευάζονται. ὑπερβάλλει, ἔφη, καὶ τοῦτο φιλανθρωπίᾳ. τὸ δὲ τὸν ἥλιον, ἐπειδὰν ἐν χειμῶνι τράπηται, προσιέναι τὰ μὲν ἁδρύνοντα, τὰ δὲ ξηραίνοντα, ὧν καιρὸς διελήλυθε, καὶ ταῦτα διαπραξάμενον μηκέτι ἐγγυτέρω προσιέναι, ἀλλʼ ἀποτρέπεσθαι φυλαττόμενον μή τι ἡμᾶς μᾶλλον τοῦ δέοντος θερμαίνων βλάψῃ, καὶ ὅταν αὖ πάλιν ἀπιὼν γένηται ἔνθα καὶ ἡμῖν δῆλόν ἐστιν ὅτι, εἰ προσωτέρω ἄπεισιν, ἀποπαγησόμεθα ὑπὸ τοῦ ψύχους, πάλιν αὖ τρέπεσθαι καὶ προσχωρεῖν, καὶ ἐνταῦθα τοῦ οὐρανοῦ ἀναστρέφεσθαι ἔνθα ὢν μάλιστʼ ἂν ἡμᾶς ὠφελοίη; νὴ τὸν Δίʼ, ἔφη, καὶ ταῦτα παντάπασιν ἔοικεν ἀνθρώπων ἕνεκα γιγνομένοις.
と彼は言った、「これらも人間愛に満ちた配慮です」。「さらに、水を与えてくださることもこれほど価値あることであり、大地や季節とともにわれわれにとって有用なあらゆるものを育て成長させ、またわれわれ自身をもともに養い、われわれを養うあらゆるものと混ざり合ってそれらを消化しやすく、有益で、美味なものにし、しかもわれわれがこれを最も多く必要とするがゆえに、最も豊かに与えてくださることについてはどうだろう」。「これもまた」と彼は言った、「先見の明による配慮です」「さらに、寒さの助け手であり、暗闇の助け手であり、あらゆる技術への協力者であり、人間が有益さのために作り出すあらゆるものの協力者である火を、われわれに調達してくださったことについてはどうだろう。一言で言えば、人間は生活に役立つめぼしいものを何一つとして火なしには作り出せないのだから」。「このことも」と彼は言った、「人間愛において際立っています」「さらに、冬に至って転回した太陽が、あるものを熟させ、すでに時期の過ぎ去ったものを乾燥させながら近づいてきて、これらを成し遂げると、もはやこれ以上近くへは近づかず、われわれを必要以上に暖めて害することがないよう用心しつつ引き返し、また去りつつ進んで、もしこれ以上遠ざかればわれわれが寒さによって凍え死んでしまうことがわれわれにも明白な地点に至ると、再び向きを変えて近づき、天において、そこに留まれば最もわれわれに益をもたらすような場所を巡るということについてはどうだろう」。「ゼウスにかけて」と彼は言った、「これもまたまったくもって人間のために生じていることのように思われます」
τὸ δʼ, ἐπειδὴ καὶ τοῦτο φανερὸν ὅτι οὐκ ἂν ὑπενέγκαιμεν οὔτε τὸ καῦμα οὔτε τὸ ψῦχος, εἰ ἐξαπίνης γίγνοιτο, οὕτω μὲν κατὰ μικρὸν προσιέναι τὸν ἥλιον, οὕτω δὲ κατὰ μικρὸν ἀπιέναι, ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους;5 ἐγὼ μέν, ἔφη ὁ Εὐθύδημος, ἤδη τοῦτο σκοπῶ, εἰ ἄρα τί ἐστι τοῖς θεοῖς ἔργον ἢ ἀνθρώπους θεραπεύειν· ἐκεῖνο δὲ μόνον ἐμποδίζει με, ὅτι καὶ τἆλλα ζῷα τούτων μετέχει.
「さらに、もしそれが急激に生じるなら、われわれが猛暑にも酷寒にも耐えられないことも明白であるため、太陽がこのように少しずつ近づき、このように少しずつ遠ざかることによって、われわれが気づかないうちに両極端の最も激しい状態に至るようになっていることについてはどうだろう」。「私としては」とエウテュデモスは言った、「神々には人間を世話することのほかに何か務めがあるのだろうかと、すでにこれについて考えているところです。ただ一つの事柄だけが私を妨げており、それは他の動物たちもこれらの恩恵にあずかっているということです」
οὐ γὰρ καὶ τοῦτʼ, ἔφη ὁ Σωκράτης, φανερὸν ὅτι καὶ ταῦτα ἀνθρώπων ἕνεκα γίγνεταί τε καὶ ἀνατρέφεται; τί γὰρ ἄλλο ζῷον αἰγῶν τε καὶ οἰῶν καὶ βοῶν καὶ ἵππων καὶ ὄνων καὶ τῶν ἄλλων ζῴων τοσαῦτα ἀγαθὰ ἀπολαύει ὅσα ἄνθρωποι; ἐμοὶ μὲν γὰρ δοκεῖ, πλείω ἢ τῶν φυτῶν· τρέφονται γοῦν καὶ χρηματίζονται οὐδὲν ἧττον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων· πολὺ δὲ γένος ἀνθρώπων τοῖς μὲν ἐκ τῆς γῆς φυομένοις εἰς τροφὴν οὐ χρῆται, ἀπὸ δὲ βοσκημάτων γάλακτι καὶ τυρῷ καὶ κρέασι τρεφόμενοι ζῶσι· πάντες δὲ τιθασεύοντες καὶ δαμάζοντες τὰ χρήσιμα τῶν ζῴων εἴς τε πόλεμον καὶ εἰς ἄλλα πολλὰ συνεργοῖς χρῶνται. ὁμογνωμονῶ σοι καὶ τοῦτʼ, ἔφη· ὁρῶ γὰρ αὐτῶν καὶ τὰ πολὺ ἰσχυρότερα ἡμῶν οὕτως ὑποχείρια γιγνόμενα τοῖς ἀνθρώποις ὥστε χρῆσθαι αὐτοῖς ὅ τι ἂν βούλωνται.
「では」とソクラテスは言った、「これらの動物も人間のために生まれ、育てられているということは明白ではないのかね。いったい他のいかなる動物が、山羊や羊や牛や馬やロバやその他の動物から、人間が享受しているほどの多くの恩恵を享受しているだろうか。私には、植物から受ける恩恵よりも多いと思われるほどだ。現に人間は植物からに劣らずこれら動物から養われ、利得を得ている。人間の多くの種族は、大地から生じるものを食物として用いず、家畜に由来する乳やチーズや肉によって養われて生きている。またすべての人間が、有用な動物たちを馴らし調教して、戦争にも他の多くのことにも協力者として用いているのだ」。「そのことについてもあなたに同意します」と彼は言った、「われわれよりもはるかに強い動物たちでさえ、人間が望むことなら何にでも使えるほど、人間に従属するものとなっているのを私は見ているからです」。
- 4.3.1τὸ μὲν οὖν λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικοὺς γίγνεσθαι τοὺς συνόντας οὐκ ἔσπευδεν
冠詞付き不定詞句 τὸ ... γίγνεσθαι が動詞 ἔσπευδεν の直接目的語となっている。不定詞 γίγνεσθαι の意味上の主語は対格 τοὺς συνόντας であり、λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικούς はその述語形容詞。
- 4.3.3ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν
名詞属格+ἕνεκα の慣用句。「われわれの眼の機能に関する限りは」「われわれの眼に関して言えば」という限定の意味を表す(否定文や反事実文脈で限定詞的に機能する)。
- 4.3.5τὸ δʼ, ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι
文頭の τὸ δέ に続く冠詞付き不定詞構文(ἀναδιδόναι および後続の παρέχειν)は、前文の「神々の配慮の事実」を提示する感嘆的・修辞的構文。「〜という事実についてはどうか」と問いかける形で、述語動詞(τί λέγεις 等)が含意されている。
- 4.3.7ὡς συνελόντι εἰπεῖν
限定・目的の不定詞 εἰπεῖν と判断者の与格 συνελόντι(分詞)からなる慣用表現。「一言で言えば」「要約して言えば」。
- 4.3.9ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους
結果の ὥστε 節の中で、動詞 λανθάνω が対格の目的語 ἡμᾶς およびこれと一致する分詞 καθισταμένους を伴い、「われわれ自身が気づかないうちに〜の状態に至る」という意味を形成している。
