← クセノポン

ソクラテスの思い出

§4.2.34-4.2.40

幸福の吟味とエウテュデモスの無知の自覚

ソクラテスは、幸福の構成要素とされる美・力・富・名声や、民主制・民衆・貧富の定義をめぐる問答によってエウテュデモスを完全なアポリアへと追い込む。自らの無知を悟ったエウテュデモスは落胆するものの、他の多くの若者とは異なりソクラテスのもとに留まり続け、ソクラテスも彼に平易かつ明快に真の知識を説き始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.2.34

κινδυνεύει, ἔφη, ὦ Σώκρατες, ἀναμφιλογώτατον ἀγαθὸν εἶναι τὸ εὐδαιμονεῖν. εἴ γε μή τις αὐτό, ἔφη, ὦ Εὐθύδημε, ἐξ ἀμφιλόγων ἀγαθῶν συντιθείη. τί δʼ ἄν, ἔφη, τῶν εὐδαιμονικῶν ἀμφίλογον εἴη; οὐδέν, ἔφη, εἴ γε μὴ προσθήσομεν αὐτῷ κάλλος ἢ ἰσχὺν ἢ πλοῦτον ἢ δόξαν ἢ καί τι ἄλλο τῶν τοιούτων. ἀλλὰ νὴ Δία προσθήσομεν, ἔφη· πῶς γὰρ ἄν τις ἄνευ τούτων εὐδαιμονοίη; νὴ Δίʼ, ἔφη, προσθήσομεν ἄρα, ἐξ ὧν πολλὰ καὶ χαλεπὰ συμβαίνει τοῖς ἀνθρώποις· πολλοὶ μὲν γὰρ διὰ τὸ κάλλος ὑπὸ τῶν ἐπὶ τοῖς ὡραίοις παρακεκινηκότων1 διαφθείρονται, πολλοὶ δὲ διὰ τὴν ἰσχὺν μείζοσιν ἔργοις ἐπιχειροῦντες οὐ μικροῖς κακοῖς περιπίπτουσι, πολλοὶ δὲ διὰ τὸν πλοῦτον διαθρυπτόμενοί τε καὶ ἐπιβουλευόμενοι ἀπόλλυνται, πολλοὶ δὲ διὰ δόξαν καὶ πολιτικὴν δύναμιν μεγάλα κακὰ πεπόνθασιν. ἀλλὰ μήν, ἔφη, εἴ γε μηδὲ τὸ εὐδαιμονεῖν ἐπαινῶν ὀρθῶς λέγω, ὁμολογῶ μηδʼ ὅ τι πρὸς τοὺς θεοὺς εὔχεσθαι χρὴ εἰδέναι. ἀλλὰ ταῦτα μέν, ἔφη ὁ Σωκράτης, ἴσως διὰ τὸ σφόδρα πιστεύειν εἰδέναι οὐδʼ ἔσκεψαι· ἐπεὶ δὲ πόλεως δημοκρατουμένης παρασκευάζῃ προεστάναι, δῆλον ὅτι δημοκρατίαν γε οἶσθα τί ἐστι.2

「ソクラテスよ、幸福であることこそは、最も議論の余地のない善であるように思われます」と彼は言った。「ただし、エウテュデモスよ、人がそれを議論の余地のある善きものどもから組み立てない限りはね」とソクラテスは言った。「では、幸福を形づくるもののうちで、何が議論の余地のあるものでありえましょうか」と彼は言った。「何もないよ、もしわれわれが美や強さや富や名声や、あるいはその他のそうした事柄を幸福に付け加えさえしなければね」とソクラテスは言った。「しかしゼウスにかけて、それらを付け加えるに違いありません」と彼は言った。「これらなしにどうして人は幸福でありえましょうか」「ゼウスにかけて、それならわれわれは、人間にとって多くの困難な災難を引き起こす原因となるものを付け加えることになるわけだ」とソクラテスは言った。「というのも、多くの者が美のゆえに、美少年たちに狂い乱れた者たちによって身を滅ぼされ、多くの者が強さのゆえに、身の丈を超えた事業に挑んで小さからぬ災禍に陥り、多くの者が富のゆえに、放縦に溺れまた陰謀を企てられて命を落とし、多くの者が名声や政治的権力のゆえに、大きな禍難を被ってきたのだから」「しかしながら」と彼は言った、「もし幸福であることを称揚するときですら正しく語っていないのだとすれば、神々に何を祈るべきかさえ自分は知らないのだと告白せざるを得ません」。「いや、それらのことは」とソクラテスは言った、「おそらくは自分自身がよく知っていると強く信じているために、吟味すらしてこなかったのだろう。だが君は、民主制の国で指導者の地位に就く準備をしているのだから、少なくとも民主制とは何であるかは知っているのは明らかだ」

§4.2.37

πάντως δήπου, ἔφη. δοκεῖ οὖν σοι δυνατὸν εἶναι δημοκρατίαν εἰδέναι μὴ εἰδότα δῆμον; μὰ Δίʼ οὐκ ἔμοιγε. καὶ δῆμον ἄρʼ οἶσθα τί ἐστιν; οἶμαι ἔγωγε. καὶ τί νομίζεις δῆμον εἶναι; τοὺς πένητας τῶν πολιτῶν ἔγωγε. καὶ τοὺς πένητας ἄρα οἶσθα; πῶς γὰρ οὔ; ἆρʼ οὖν καὶ τοὺς πλουσίους οἶσθα; οὐδέν γε ἧττον ἢ καὶ τοὺς πένητας. ποίους δὲ πένητας καὶ ποίους πλουσίους καλεῖς; τοὺς μέν, οἶμαι, μὴ ἱκανὰ ἔχοντας εἰς ἃ δεῖ τελεῖν πένητας, τοὺς δὲ πλείω τῶν ἱκανῶν πλουσίους. καταμεμάθηκας οὖν ὅτι ἐνίοις μὲν πάνυ ὀλίγα ἔχουσιν οὐ μόνον ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ περιποιοῦνται ἀπʼ αὐτῶν, ἐνίοις δὲ πάνυ πολλὰ οὐχ ἱκανά ἐστι; καὶ νὴ Δίʼ, ἔφη ὁ Εὐθύδημος, ὀρθῶς γάρ με ἀναμιμνῄσκεις, οἶδα καὶ τυράννους τινάς, οἳ διʼ ἔνδειαν ὥσπερ οἱ ἀπορώτατοι ἀναγκάζονται ἀδικεῖν.

「まったくその通りです」と彼は言った。「では、民衆(デモス)を知らずして、民主制を知るなどということが可能だと君は思うかね」。「ゼウスにかけて、私にはそうは思えません」。「では、民衆とは何であるかも君は知っているのだね」。「私はそう思っています」。「では、君は何を民衆であると考えているのかね」。「市民のうちの貧しい者たちです」。「では貧民がどのような者かも知っているのだね」。「もちろんですとも」。「それでは、富者についても知っているのだね」。「貧民に劣らず知っています」。「では、いかなる者たちを貧民と呼び、いかなる者たちを富者と呼ぶのかね」。「必要な支出を賄うに足るものを持たない者たちを貧民、必要以上のものを持つ者たちを富者と呼ぶと考えます」「それでは、ごくわずかな財産しか持たない者の中には、それだけで足りるだけでなく、そこから余剰すら蓄える者がいる一方、きわめて多くの財産を持ちながらも十分でない者がいることに、君は気づいているかね」。「ええ、ゼウスにかけて」とエウテュデモスは言った、「正しくも私の注意を喚起してくださいました。

§4.2.39

οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἴ γε ταῦτα οὕτως ἔχει, τοὺς μὲν τυράννους εἰς τὸν δῆμον θήσομεν, τοὺς δὲ ὀλίγα κεκτημένους, ἐὰν οἰκονομικοὶ ὦσιν, εἰς τοὺς πλουσίους. καὶ ὁ Εὐθύδημος ἔφη· ἀναγκάζει με καὶ ταῦτα ὁμολογεῖν δῆλον ὅτι ἡ ἐμὴ φαυλότης· καὶ φροντίζω μὴ κράτιστον ᾖ μοι σιγᾶν·3 κινδυνεύω γὰρ ἁπλῶς οὐδὲν εἰδέναι. καὶ πάνυ ἀθύμως ἔχων ἀπῆλθε καὶ καταφρονήσας ἑαυτοῦ καὶ νομίσας τῷ ὄντι ἀνδράποδον εἶναι.

窮乏のゆえに最も困窮した者たちと同様に悪事に走らざるを得ない僭主たちさえいるのを、私は知っております」「それなら」とソクラテスは言った、「もしこの事情がその通りであるなら、われわれは僭主たちを民衆の側に入れ、わずかな資産しか持たぬ者たちを、もしやり繰りが上手であるなら、富者の側に入れることになるね」。するとエウテュデモスは言った。「私にこれをも認めさせるのは、明らかに私自身の至らなさです。私にとっては沈黙を守ることこそが最善ではないかと案じております。私はまったく何も知らないも同然のようだからです」。そして彼は、自らを軽蔑し、自分は真に奴隷同然であると考え、すっかり意気消沈して立ち去った。

§4.2.40

πολλοὶ μὲν οὖν τῶν οὕτω διατεθέντων ὑπὸ Σωκράτους οὐκέτι αὐτῷ προσῇσαν, οὓς καὶ βλακοτέρους ἐνόμιζεν· ὁ δὲ Εὐθύδημος ὑπέλαβεν οὐκ ἂν ἄλλως ἀνὴρ ἀξιόλογος γενέσθαι, εἰ μὴ ὅτι μάλιστα Σωκράτει συνείη· καὶ οὐκ ἀπελείπετο ἔτι αὐτοῦ, εἰ μή τι ἀναγκαῖον εἴη· ἔνια δὲ καὶ ἐμιμεῖτο ὧν ἐκεῖνος ἐπετήδευεν. ὁ δʼ, ὡς ἔγνω αὐτὸν οὕτως ἔχοντα, ἥκιστα μὲν διετάραττεν, ἁπλούστατα δὲ καὶ σαφέστατα ἐξηγεῖτο ἅ τε ἐνόμιζεν εἰδέναι δεῖν καὶ ἐπιτηδεύειν κράτιστα εἶναι.

ソクラテスによってこのように打ちのめされた者の多くは、二度と彼のところへ近づかなくなったが、ソクラテスはそうした者たちをいっそう愚鈍な者とみなしていた。しかしエウテュデモスは、ソクラテスと極力ともに過ごさない限り、自分が価値ある人間になることはあり得ないと考えた。そして彼は、何か不可欠な用事でもない限り、もはやソクラテスのそばを離れず、〔ソクラテス〕が日頃実践していたことのうちのいくつかを真似ることさえした。ソクラテスも、彼がそうした心境にあるのを知ると、もはや少しも彼を混乱させることなく、知るべきと考えた事柄と、実践するのが最善であると考えた事柄を、きわめて平易かつ明快に説き明かしてやったのであった。

構文注3 件
  1. 4.2.35τῶν ἐπὶ τοῖς ὡραίοις παρακεκινηκότων

    παρακεκινηκότων は παρακινέω の完了能動分詞で、ここでは「理性を失った、正気を逸した」の意で用いられている。前置詞句 ἐπὶ τοῖς ὡραίοις(旬の若者たち、美少年たちに対して)は、感情や情熱の対象(あるいはその原因)を示しており、全体として「美少年たちに夢中になって狂乱した者たち」を表す名詞的用法の分詞句である。

  2. 4.2.36δημοκρατίαν γε οἶσθα τί ἐστι

    従属節(間接疑問節)の主語となるべき名詞(δημοκρατίαν)が、主動詞 οἶσθα の直接目的語の位置へと引き出された前置構文(prolepsis)。「民主制について、それが何であるかを知っている」という構造であり、意味上は οἶσθα τί ἐστιν ἡ δημοκρατία と同等である。

  3. 4.2.39φροντίζω μὴ κράτιστον ᾖ μοι σιγᾶν

    思考・配慮を表す動詞 φροντίζω に接続詞 μή + 接続法現在 ᾖ が後続し、懸念や危惧(「〜ではないかと案じる」)を表す構文。ここでは否定の恐れではなく、「沈黙を守ることが自分にとって最善なのではないか(と心配している)」という内容を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.34-4.2.40