- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.3.11-2.3.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは、友人を招いたり遇したりする際に自ら先んじて好意を示すという常識的な知恵を想起させ、年下のカイレクラテスこそが先に兄に歩み寄るべきだと説く。さらに、神が協調のために授けた手足や目と同様に、兄弟もまた反目するのではなく互いに助け合うために存在すると説得する。
οὐκ ἂν φθάνοις, ἔφη, λέγων,1 εἴ τι ᾔσθησαί με φίλτρον ἐπιστάμενον ὃ ἐγὼ εἰδὼς λέληθα ἐμαυτόν.2 λέγε δή μοι, ἔφη, εἴ τινα τῶν γνωρίμων βούλοιο κατεργάσασθαι, ὁπότε θύοι, καλεῖν σε ἐπὶ δεῖπνον, τί ἂν ποιοίης; δῆλον ὅτι κατάρχοιμʼ ἂν τοῦ αὐτός, ὅτε θύοιμι, καλεῖν ἐκεῖνον.
「もし私が自分でそれと気づかずに何らかの愛の秘薬を心得ていると、あなたが気づいておられるなら、すぐにでも言ってください」と彼は言った。「それでは言ってごらん」と〔ソクラテス〕は言った。「もし知人の誰かを、生贄を捧げるときに自分を食事に招くようにさせたいと思ったら、お前はどうするのかね?」「明らかに、自分自身が生贄を捧げるときに、まずその人を招くことから始めるでしょう」
εἰ δὲ βούλοιο τῶν φίλων τινὰ προτρέψασθαι, ὁπότε ἀποδημοίης, ἐπιμελεῖσθαι τῶν σῶν, τί ἂν ποιοίης; δῆλον ὅτι πρότερος ἂν ἐγχειροίην ἐπιμελεῖσθαι τῶν ἐκείνου, ὁπότε ἀποδημοίη. εἰ δὲ βούλοιο ξένον ποιῆσαι ὑποδέχεσθαι σεαυτόν, ὁπότε ἔλθοις εἰς τὴν ἐκείνου, τί ἂν ποιοίης; δῆλον ὅτι καὶ τοῦτον πρότερος ὑποδεχοίμην ἄν, ὁπότε ἔλθοι Ἀθήναζε· καὶ εἴ γε βουλοίμην αὐτὸν προθυμεῖσθαι διαπράττειν μοι ἐφʼ ἃ ἥκοιμι, δῆλον ὅτι καὶ τοῦτο δέοι ἂν πρότερον αὐτὸν ἐκείνῳ ποιεῖν. πάντʼ ἄρα σύγε τὰ ἐν ἀνθρώποις φίλτρα ἐπιστάμενος πάλαι ἀπεκρύπτου· ἢ ὀκνεῖς, ἔφη, ἄρξαι, μὴ αἰσχρὸς φανῇς, ἐὰν πρότερος τὸν ἀδελφὸν εὖ ποιῇς; καὶ μὴν πλείστου γε δοκεῖ ἀνὴρ ἐπαίνου ἄξιος εἶναι, ὃς ἂν φθάνῃ τοὺς μὲν πολεμίους κακῶς ποιῶν, τοὺς δὲ φίλους εὐεργετῶν. εἰ μὲν οὖν ἐδόκει μοι Χαιρεφῶν ἡγεμονικώτερος εἶναι σοῦ πρὸς τὴν φιλίαν ταύτην, ἐκεῖνον ἂν ἐπειρώμην πείθειν πρότερον ἐγχειρεῖν τῷ σὲ φίλον ποιεῖσθαι· νῦν δέ μοι σὺ δοκεῖς ἡγούμενος μᾶλλον ἂν ἐξεργάσασθαι τοῦτο.
「では、もし友人の誰かに、自分が留守にするとき自分の財産を世話するよう促したいと思ったら、お前はどうするのかね?」「明らかに、彼が留守にするとき、まず私の方から彼の財産を世話しようと試みるでしょう」「では、他国の客人に、お前がその人の国を訪れたときに迎え入れてくれるようにさせたいと思ったら、お前はどうするのかね?」「明らかに、彼がアテナイに来たときに、まず私の方から彼を迎え入れるでしょう。また、私が訪ねて行った用件を彼が進んで果たしてくれるようにと願うなら、明らかに彼に対しても自分の方からまずそうする必要があるでしょう」「それならお前は、人々の間にあるあらゆる愛の秘薬を心得ていながら、ずっと隠していたのだな。それとも」と彼は言った、「自分の方から先に兄弟によくしてやると恥ずかしい人間と思われるのではないかと恐れて、始めるのをためらっているのかね?だが実際、敵に対しては害を加えることで先んじ、味方に対しては恩恵を施すことで先んじる人物こそが、最大の賞賛に値すると思われるのだ。もしカイレフォンの方がこの友情に対してお前よりも先導するのに向いていると私に思われたなら、彼を説得して、お前を友とする試みを先に始めさせようとしただろう。だが現に私には、お前こそが先導することによってこのことをより成し遂げられると思われるのだ」
καὶ ὁ Χαιρεκράτης εἶπεν· ἄτοπα λέγεις, ὦ Σώκρατες, καὶ οὐδαμῶς πρὸς σοῦ, ὅς γε κελεύεις ἐμὲ νεώτερον ὄντα καθηγεῖσθαι· καίτοι τούτου γε παρὰ πᾶσιν ἀνθρώποις τἀναντία νομίζεται, τὸν πρεσβύτερον ἡγεῖσθαι παντὸς καὶ λόγου καὶ ἔργου.
するとカイレクラテスは言った。「ソクラテス、あなたの仰ることは理に適っていませんし、あなたらしくもありません。年下である私に先導せよと命じるなどとは。しかしこのことについては、あらゆる人々の間で正反対のことが慣わしとされており、あらゆる言葉と行いにおいて年長者が先頭に立つべきものとされているのです」「どうしてかね?」
πῶς; ἔφη ὁ Σωκράτης· οὐ γὰρ καὶ ὁδοῦ παραχωρῆσαι τὸν νεώτερον πρεσβυτέρῳ συντυγχάνοντι πανταχοῦ νομίζεται καὶ καθήμενον ὑπαναστῆναι καὶ κοίτῃ μαλακῇ τιμῆσαι καὶ λόγῳ ὑπεῖξαι; ὠγαθέ, μὴ ὄκνει, ἔφη, ἀλλʼ ἐγχείρει τὸν ἄνδρα καταπραΰνειν, καὶ πάνυ ταχύ σοι ὑπακούσεται· οὐχ ὁρᾷς ὡς φιλότιμός ἐστι καὶ ἐλευθέριος; τὰ μὲν γὰρ πονηρὰ ἀνθρώπια οὐκ ἂν ἄλλως μᾶλλον ἕλοις ἢ εἰ δοίης τι, τοὺς δὲ καλοὺς κἀγαθοὺς ἀνθρώπους προσφιλῶς χρώμενος μάλιστʼ ἂν κατεργάσαιο.
とソクラテスは言った。「年下の者が行き会う年長者に道を譲り、座っているときは立ち上がり、柔らかい寝床で敬意を表し、言葉において譲歩することは、至るところで慣わしとされているではないか。友よ、ためらわずに」と彼は言った、「その人をなだめるよう試みるのだ。そうすれば極めて速やかにお前に応じるだろう。彼がいかに名誉を愛し、気前がよい人間であるかが見えないのかね?根性の卑しい人間どもなら何か物を与えなければ手なずけられないだろうが、立派で善い人間たちなら、親愛の情をもって接することによってこそ最もよく味方に引き入れられるものなのだ」
καὶ ὁ Χαιρεκράτης εἶπεν· ἐὰν οὖν ἐμοῦ ταῦτα ποιοῦντος ἐκεῖνος μηδὲν βελτίων γίγνηται; τί γὰρ ἄλλο, ἔφη ὁ Σωκράτης, ἢ κινδυνεύσεις3 ἐπιδεῖξαι σὺ μὲν χρηστός τε καὶ φιλάδελφος εἶναι, ἐκεῖνος δὲ φαῦλός τε καὶ οὐκ ἄξιος εὐεργεσίας; ἀλλʼ οὐδὲν οἶμαι τούτων ἔσεσθαι· νομίζω γὰρ αὐτόν, ἐπειδὰν αἴσθηταί σε προκαλούμενον ἑαυτὸν εἰς τὸν ἀγῶνα τοῦτον, πάνυ φιλονικήσειν ὅπως περιγένηταί σου καὶ λόγῳ καὶ ἔργῳ εὖ ποιῶν.
するとカイレクラテスは言った。「では、私がそうしたことをしても彼が少しも良くならなかったらどうなるのですか?」「ほかに何があるだろうか」とソクラテスは言った。「お前は、自分は善意に富み兄弟を愛する者であり、彼は取るに足らず恩恵に値しない者であることを示すことになるだけではないかね?だが、そのようなことにはならないと私は思う。というのも、お前が自分をこの競争に招き入れているのだと気づいたなら、彼は言葉においても行いにおいても恩恵を施すことでお前に打ち勝とうと、大いに競い合うようになると思うからだ。
νῦν μὲν γὰρ οὕτως, ἔφη, διάκεισθον, ὥσπερ εἰ τὼ χεῖρε, ἃς ὁ θεὸς ἐπὶ τῷ συλλαμβάνειν ἀλλήλοιν ἐποίησεν, ἀφεμένω τούτου τράποιντο πρὸς τὸ διακωλύειν ἀλλήλω, ἢ εἰ τὼ πόδε θείᾳ μοίρᾳ πεποιημένω πρὸς τὸ συνεργεῖν ἀλλήλοιν, ἀμελήσαντε τούτου ἐμποδίζοιεν ἀλλήλω.
というのも現に」と彼は言った。「お前たち二人は、ちょうど神が互いに助け合うために創った両の手が、それを放り出して互いを妨害することへと転じたり、神の配慮によって互いに協力するために創られた両の足が、それを等閑にして互いに足を取り合ったりしているかのような状態にあるのだ。
οὐκ ἂν πολλὴ ἀμαθία εἴη καὶ κακοδαιμονία τοῖς ἐπʼ ὠφελείᾳ πεποιημένοις ἐπὶ βλάβῃ χρῆσθαι; καὶ μὴν ἀδελφώ γε, ὡς ἐμοὶ δοκεῖ, ὁ θεὸς ἐποίησεν ἐπὶ μείζονι ὠφελείᾳ ἀλλήλοιν ἢ χεῖρέ τε καὶ πόδε καὶ ὀφθαλμὼ καὶ τἆλλα ὅσα ἀδελφὰ ἔφυσεν ἀνθρώποις. χεῖρες μὲν γάρ, εἰ δέοι αὐτὰς τὰ πλέον ὀργυιᾶς διέχοντα ἅμα ποιῆσαι, οὐκ ἂν δύναιντο, πόδες δὲ οὐδʼ ἂν ἐπὶ τὰ ὀργυιὰν διέχοντα ἔλθοιεν ἅμα, ὀφθαλμοὶ δὲ οἱ δοκοῦντες ἐπὶ πλεῖστον ἐξικνεῖσθαι οὐδʼ ἂν τῶν ἔτι ἐγγυτέρω ὄντων τὰ ἔμπροσθεν ἅμα καὶ τὰ ὄπισθεν ἰδεῖν δύναιντο· ἀδελφὼ δέ, φίλω ὄντε, καὶ πολὺ διεστῶτε πράττετον ἅμα καὶ ἐπʼ ὠφελείᾳ ἀλλήλοιν.
役立つように創られたものを害となるように用いるのは、大いなる無知であり不幸なことではないだろうか?それに、私の考えでは、神は両手や両足や両目、その他人間に一対として生じさせたすべてのものよりも、兄弟たちを互いにとってより大きな利益となるように創られたのだ。手について言えば、もし一尋以上離れたところにあるものを同時に扱わねばならないとしても、それらはできないだろうし、足も一尋離れたところに同時に赴くことはできず、最も遠くまで届くと思われる目であっても、さらに近くにあるものでさえ、その前方と後方を同時に見ることはできないだろう。しかし兄弟は、互いに愛し合っていれば、遠く離れていても同時に、しかも互いの利益のために行動できるのだから」
- 2.3.11οὐκ ἂν φθάνοις... λέγων
οὐκ ἂν φθάνοις と分詞 λέγων が結びついた慣用表現。「〜するのに早すぎることはない」、転じて「直ちに〜してほしい」「遠慮なく〜してくれ」という促しを表す。
- 2.3.11ὃ ἐγὼ εἰδὼς λέληθα ἐμαυτόν
動詞 λανθάνω が再帰代名詞対格(ἐμαυτόν)および分詞(εἰδώς)を伴う構文。「私は知っていながら自分自身に気づかれていない」、すなわち「知っていることに自分自身で気づいていない」の意。
- 2.3.17τί γὰρ ἄλλο... ἢ κινδυνεύσεις
τί γὰρ ἄλλο... ἢ は「〜のほかに何があるだろうか(〜という結果になるだけだ)」を表す省略的慣用句で、τί ἄλλο の後に ἔσται や γενήσεται などの述語動詞が補われる。
