← クセノポン

ソクラテスの思い出

§2.3.1-2.3.10

兄弟の価値とカイレクラテスへの和解の勧め

ソクラテスは反目するカイレクラテスとカイレフォンの兄弟仲を調停するため、財産や友人以上に兄弟が有益であること、そして他者と仲直りする心得があるならば自ら進んで兄弟に働きかけるべきであることを説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.3.1

Χαιρεφῶντα δέ ποτε καὶ Χαιρεκράτην, ἀδελφὼ μὲν ὄντε ἀλλήλοιν, ἑαυτῷ δὲ γνωρίμω, αἰσθόμενος διαφερομένω, ἰδὼν τὸν Χαιρεκράτην, εἰπέ μοι, ἔφη, ὦ Χαιρέκρατες, οὐ δήπου καὶ σὺ εἶ τῶν τοιούτων ἀνθρώπων, οἳ χρησιμώτερον νομίζουσι χρήματα ἢ ἀδελφούς; καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου,1 καὶ τῶν μὲν βοηθείας δεομένων, τοῦ δὲ βοηθεῖν δυναμένου, καὶ πρὸς τούτοις τῶν μὲν πλειόνων ὑπαρχόντων, τοῦ δὲ ἑνός.

かつてソクラテスは、互いに兄弟であり、自分にとっても知人であるカイレフォンとカイレクラテスが反目しているのに気づき、カイレクラテスを見かけてこう言った。「カイレクラテスよ、私に言ってごらん。まさかお前も、兄弟よりも財産の方が役に立つと考えるような人間の一人ではあるまいね?それも、財産は思慮を持たぬものであるのに対し、兄弟は思慮あるものであり、財産は助けを必要とするのに対し、兄弟は助けることができ、その上、財産は数多く存在しうるが、兄弟は一人きりであるというのに。

§2.3.2

θαυμαστὸν δὲ καὶ τοῦτο, εἴ τις τοὺς μὲν ἀδελφοὺς ζημίαν ἡγεῖται, ὅτι οὐ καὶ τὰ τῶν ἀδελφῶν κέκτηται, τοὺς δὲ πολίτας οὐχ ἡγεῖται ζημίαν, ὅτι οὐ καὶ τὰ τῶν πολιτῶν ἔχει, ἀλλʼ ἐνταῦθα μὲν δύνανται λογίζεσθαι ὅτι κρεῖττον σὺν πολλοῖς οἰκοῦντα ἀσφαλῶς τἀρκοῦντα ἔχειν ἢ μόνον διαιτώμενον τὰ τῶν πολιτῶν ἐπικινδύνως πάντα κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἀδελφῶν τὸ αὐτὸ τοῦτο ἀγνοοῦσι·

また、兄弟の財産をも手に入れていないからといって兄弟を損失と見なしながら、市民たちの財産を持っていないからといって市民たちを損失とは見なさない者がいるとすれば、これも驚くべきことだ。市民については、危険を冒して市民たちの財産をことごとく所有しながら一人で暮らすよりは、多くの人々とともに安全に暮らして十分なものを持っている方がましだと判断できるのに、兄弟に関してはまさにこの同じことを理解しないのだ。

§2.3.3

καὶ οἰκέτας μὲν οἱ δυνάμενοι ὠνοῦνται, ἵνα συνεργοὺς ἔχωσι, καὶ φίλους κτῶνται, ὡς βοηθῶν δεόμενοι, τῶν δʼ ἀδελφῶν ἀμελοῦσιν, ὥσπερ ἐκ πολιτῶν μὲν γιγνομένους2 φίλους, ἐξ ἀδελφῶν δὲ οὐ γιγνομένους.

そして、能力のある者たちは共同の働き手を得るために召使いを買い、助け手を必要として友を得るのに、兄弟のことは等閑に付している。あたかも友は市民からは生まれるが、兄弟からは生まれないかのように。

§2.3.4

καὶ μὴν πρὸς φιλίαν μέγα μὲν ὑπάρχει τὸ ἐκ τῶν αὐτῶν φῦναι, μέγα δὲ τὸ ὁμοῦ τραφῆναι, ἐπεὶ καὶ τοῖς θηρίοις πόθος τις ἐγγίγνεται τῶν συντρόφων· πρὸς δὲ τούτοις καὶ οἱ ἄλλοι ἄνθρωποι τιμῶσί τε μᾶλλον τοὺς συναδέλφους ὄντας τῶν ἀναδέλφων καὶ ἧττον τούτοις ἐπιτίθενται.

もっとも、友情にとって、同じ親から生まれることは大いに役立ち、一緒に育てられることも大いに役立つ。獣たちにさえ、ともに育てられた仲間に対してある種の愛着が生じるのだから。さらにその上、他の人間たちも、兄弟のいない者たちよりも兄弟のいる者たちをより重んじるし、彼らを攻撃することも少ないのだ」

§2.3.5

καὶ ὁ Χαιρεκράτης εἶπεν· ἀλλʼ εἰ μέν, ὦ Σώκρατες, μὴ μέγα εἴη τὸ διάφορον, ἴσως ἂν δέοι φέρειν τὸν ἀδελφὸν καὶ μὴ μικρῶν ἕνεκα φεύγειν· ἀγαθὸν γάρ, ὥσπερ καὶ σὺ λέγεις, ἀδελφὸς ὢν οἷον δεῖ· ὁπότε μέντοι παντὸς ἐνδέοι καὶ πᾶν τὸ ἐναντιώτατον εἴη, τί ἄν τις ἐπιχειροίη τοῖς ἀδυνάτοις;

するとカイレクラテスは言った。「ですがソクラテス、もしその不和が大きなものでないなら、おそらく兄弟に耐え、些細なことのために縁を絶ったりしないようにすべきでしょう。あなたのおっしゃる通り、あるべき姿の兄弟であるなら善きものですから。しかし、あらゆる点で期待に足りず、ことごとく正反対であるようなときに、どうして不可能なことに手を出せましょうか」

§2.3.6

καὶ ὁ Σωκράτης ἔφη· πότερα δέ, ὦ Χαιρέκρατες, οὐδενὶ ἀρέσαι δύναται Χαιρεφῶν, ὥσπερ οὐδὲ σοί, ἢ ἔστιν οἷς καὶ πάνυ ἀρέσκει; διὰ τοῦτο γάρ τοι, ἔφη, ὦ Σώκρατες, ἄξιόν ἐστιν ἐμοὶ μισεῖν αὐτόν, ὅτι ἄλλοις μὲν ἀρέσκειν δύναται, ἐμοὶ δὲ ὅπου ἂν παρῇ πανταχοῦ καὶ ἔργῳ καὶ λόγῳ ζημία μᾶλλον ἢ ὠφέλειά ἐστιν. ἆρʼ οὖν, ἔφη ὁ Σωκράτης, ὥσπερ ἵππος τῷ ἀνεπιστήμονι μέν, ἐγχειροῦντι δὲ χρῆσθαι ζημία ἐστίν, οὕτω καὶ ἀδελφός, ὅταν τις αὐτῷ μὴ ἐπιστάμενος ἐγχειρῇ χρῆσθαι, ζημία ἐστί;

するとソクラテスは言った。「ではカイレクラテス、カイレフォンはお前にも気に入られないのと同様に、誰にも気に入られることができないのかね?それとも彼を大いに気に入っている人々もいるのかね?」「まさにそのことのためにこそ、ソクラテス」と彼は言った。「私は彼を憎んで当然なのです。彼は他の人々には気に入られることができるのに、私にとってはどこに居合わせようと、あらゆる場所で行いにおいても言葉においても、益というよりむしろ損害なのです」「それなら」とソクラテスは言った。「馬が、心得がないのにこれを扱おうと試みる者にとっては損害であるように、兄弟もまた、心得がない者がこれを扱おうと試みるときには損害となるのではないかね?」

§2.3.8

πῶς δʼ ἂν ἐγώ, ἔφη ὁ Χαιρεκράτης, ἀνεπιστήμων εἴην ἀδελφῷ χρῆσθαι, ἐπιστάμενός γε καὶ εὖ λέγειν τὸν εὖ λέγοντα καὶ εὖ ποιεῖν τὸν εὖ ποιοῦντα; τὸν μέντοι καὶ λόγῳ καὶ ἔργῳ πειρώμενον ἐμὲ ἀνιᾶν οὐκ ἂν δυναίμην οὔτʼ εὖ λέγειν οὔτʼ εὖ ποιεῖν, ἀλλʼ οὐδὲ πειράσομαι.

「私によく言ってくれる者にはよく言い、よくしてくれる者にはよくしてやる心得があるというのに、どうして私が兄弟を扱う心得がないなどということがありましょうか」とカイレクラテスは言った。「しかし、言葉でも行いでも私を苦しめようと試みる者に対しては、よく言ってやることも、よくしてやることも私にはできませんし、試みることすらしません」

§2.3.9

καὶ ὁ Σωκράτης ἔφη· θαυμαστά γε λέγεις, ὦ Χαιρέκρατες, εἰ κύνα μέν, εἴ σοι ἦν ἐπὶ προβάτοις ἐπιτήδειος ὢν καὶ τοὺς μὲν ποιμένας ἠσπάζετο, σοὶ δὲ προσιόντι ἐχαλέπαινεν, ἀμελήσας ἂν τοῦ ὀργίζεσθαι ἐπειρῶ εὖ ποιήσας πραΰνειν αὐτόν, τὸν δὲ ἀδελφὸν φὴς μὲν μέγα ἀγαθὸν εἶναι ὄντα πρὸς σὲ οἷον δεῖ, ἐπίστασθαι δὲ ὁμολογῶν καὶ εὖ ποιεῖν καὶ εὖ λέγειν οὐκ ἐπιχειρεῖς μηχανᾶσθαι ὅπως σοι ὡς βέλτιστος ᾖ.3

するとソクラテスは言った。「カイレクラテスよ、お前は驚くべきことを言うものだ。もしお前に羊番に適した犬がいて、羊飼いたちには愛想よくするのに、近づいてくるお前に向かって吠えかかったとしたら、お前は腹を立てるのをやめて、よくしてやることでそれを手なずけようと試みるだろうに。それなのに兄弟については、自分に対してあるべき姿であってくれれば大いなる善きものであると言い、自らもよくしてやりよく言ってやる心得があると認めながら、彼がお前にとって最善の兄弟となるよう工夫しようとは試みないのだから」

§2.3.10

καὶ ὁ Χαιρεκράτης, δέδοικα, ἔφη, ὦ Σώκρατες, μὴ οὐκ ἔχω ἐγὼ τοσαύτην σοφίαν4 ὥστε Χαιρεφῶντα ποιῆσαι πρὸς ἐμὲ οἷον δεῖ. καὶ μὴν οὐδέν γε ποικίλον, ἔφη ὁ Σωκράτης, οὐδὲ καινὸν δεῖ ἐπʼ αὐτόν, ὡς ἐμοὶ δοκεῖ, μηχανᾶσθαι, οἷς δὲ καὶ σὺ ἐπίστασαι αὐτὸς οἴομαι ἂν αὐτὸν ἁλόντα περὶ πολλοῦ ποιεῖσθαί σε.

するとカイレクラテスは、「ソクラテス、私にはカイレフォンを私に対してあるべき姿にするほどの知恵がないのではないかと恐れます」と言った。するとソクラテスは言った。「いや、私の考えでは、彼に対して何か込み入ったことや目新しいことを工夫する必要はまったくない。お前自身が心得ているまさにそのことによって彼を捉え、お前を大いに大切にするようにさせることができると私は思うのだ」

構文注4 件
  1. 2.3.1καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου

    καὶ ταῦτα(「それも〜だというのに」)に属格絶対構文が後続している。複数中性の τῶν μὲν は直前の複数名詞 χρήματα(財産)を、単数男性の τοῦ δὲ は単数男性名詞 ἀδελφός(兄弟)をそれぞれ受けて対比している。

  2. 2.3.3ὥσπερ ἐκ πολιτῶν μὲν γιγνομένους φίλους, ἐξ ἀδελφῶν δὲ οὐ γιγνομένους

    ὥσπερ の後ろに対格分詞構文が置かれている。直前の主節の動詞(ἀμελοῦσιν)に呼応して、主語の考えや口実を表す思惟動詞(νομίζοντες 等)が含意された対格不定詞に準ずる用法、あるいは対格絶対構文(accusative absolute)の慣用として機能しており、「市民からは友が生じるが、兄弟からは生じないかのように(見なして)」という意味を表す。

  3. 2.3.9θαυμαστά γε λέγεις, ὦ Χαιρέκρατες, εἰ κύνα μέν, εἴ σοι ἦν ἐπὶ προβάτοις ἐπιτήδειος ὢν καὶ τοὺς μὲν ποιμένας ἠσπάζετο, σοὶ δὲ προσιόντι ἐχαλέπαινεν, ἀμελήσας ἂν τοῦ ὀργίζεσθαι ἐπειρῶ εὖ ποιήσας πραΰνειν αὐτόν, τὸν δὲ ἀδελφὸν φὴς μὲν μέγα ἀγαθὸν εἶναι ὄντα πρὸς σὲ οἷον δεῖ, ἐπίστασθαι δὲ ὁμολογῶν καὶ εὖ ποιεῖν καὶ εὖ λέγειν οὐκ ἐπιχειρεῖς μηχανᾶσθαι ὅπως σοι ὡς βέλτιστος ᾖ.

    θαυμαστὸν εἰ... 構文の中に、条件文と反実仮想が複雑に入れ子になっている。文の骨格は εἰ κύνα μέν ... [ἐπειρῶ ἄν], τὸν δὲ ἀδελφὸν ... οὐκ ἐπιχειρεῖς という μέν...δέ の対比である。前半の κύνα μέν の節内には、さらに条件節 εἴ σοι ἦν ... ἐχαλέπαινεν とその帰結主節 ἀμελήσας ἂν ... ἐπειρῶ(反実仮想過去/未完了過去)が組み込まれている。

  4. 2.3.10δέδοικα, ἔφη, ὦ Σώκρατες, μὴ οὐκ ἔχω ἐγὼ τοσαύτην σοφίαν

    懸念を表す動詞 δέδοικα に μὴ οὐ 節が後続する構文。「〜ではないのではないかと恐れる(〜できないのではないかと心配する)」という、否定の結果に対する懸念を表す。動詞 ἔχω は接続法現在(あるいは直説法現在)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.3.1-2.3.10