- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.2.1-2.2.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは母に憤る長男ランプロクレスに対し、恩知らずが不正であることと親が子に与える恩愛の甚大さを説いて諭す。
αἰσθόμενος δέ ποτε Λαμπροκλέα τὸν πρεσβύτατον υἱὸν αὐτοῦ πρὸς τὴν μητέρα χαλεπαίνοντα, εἰπέ μοι, ἔφη, ὦ παῖ, οἶσθά τινας ἀνθρώπους ἀχαρίστους καλουμένους; καὶ μάλα, ἔφη ὁ νεανίσκος. καταμεμάθηκας οὖν τοὺς τί ποιοῦντας1 τὸ ὄνομα τοῦτο ἀποκαλοῦσιν; ἔγωγʼ, ἔφη· τοὺς γὰρ εὖ παθόντας, ὅταν δυνάμενοι χάριν ἀποδοῦναι μὴ ἀποδῶσιν, ἀχαρίστους καλοῦσιν. οὐκοῦν δοκοῦσί σοι ἐν τοῖς ἀδίκοις καταλογίζεσθαι τοὺς ἀχαρίστους;
あるとき、長男のランプロクレスが母親に対して腹を立てているのに気づいて、ソクラテスは言った。「私に言ってごらん、我が子よ。恩知らずと呼ばれる人間たちがいることを知っているかい?」「ええ、よく知っています」と若者は答えた。「では、どのようなことをする者たちを、人々はその名で呼んでいるか理解しているかい?」「もちろんです」と彼は言った。「恩恵を受けながら、恩を返すことができるにもかかわらず返さない者たちを、人々は恩知らずと呼んでいるのです」「それでは、恩知らずの者たちは不正な者たちのうちに数えられると、お前には思えるかい?」
ἔμοιγε, ἔφη. ἤδη δέ ποτʼ ἐσκέψω εἰ ἄρα, ὥσπερ τὸ ἀνδραποδίζεσθαι τοὺς μὲν φίλους ἄδικον εἶναι δοκεῖ, τοὺς δὲ πολεμίους δίκαιον εἶναι, οὕτω καὶ τὸ ἀχαριστεῖν πρὸς μὲν τοὺς φίλους ἄδικόν ἐστι, πρὸς δὲ τοὺς πολεμίους δίκαιον; καὶ μάλα, ἔφη· καὶ δοκεῖ μοι, ὑφʼ οὗ ἄν τις εὖ παθὼν εἴτε φίλου εἴτε πολεμίου μὴ πειρᾶται χάριν ἀποδιδόναι, ἄδικος εἶναι. οὐκοῦν, εἴ γʼ οὕτως ἔχει τοῦτο, εἰλικρινής τις ἂν εἴη ἀδικία ἡ ἀχαριστία; συνωμολόγει. οὐκοῦν ὅσῳ ἄν τις μείζω ἀγαθὰ παθὼν μὴ ἀποδιδῷ χάριν, τοσούτῳ ἀδικώτερος ἂν εἴη; συνέφη καὶ τοῦτο. τίνας οὖν, ἔφη, ὑπὸ τίνων εὕροιμεν ἂν μείζω εὐηργετημένους ἢ παῖδας ὑπὸ γονέων; οὓς οἱ γονεῖς ἐκ μὲν οὐκ ὄντων ἐποίησαν εἶναι, τοσαῦτα δὲ καλὰ ἰδεῖν καὶ τοσούτων ἀγαθῶν μετασχεῖν, ὅσα οἱ θεοὶ παρέχουσι τοῖς ἀνθρώποις· ἃ δὴ καὶ οὕτως ἡμῖν δοκεῖ παντὸς ἄξια εἶναι ὥστε πάντες τὸ καταλιπεῖν αὐτὰ πάντων μάλιστα φεύγομεν, καὶ αἱ πόλεις ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι ζημίαν θάνατον πεποιήκασιν ὡς οὐκ ἂν μείζονος κακοῦ φόβῳ τὴν ἀδικίαν παύσαντες.2
「私にはそう思えます」と彼は言った。 「では、かつてこれまでに考えたことがあるかい。友人を奴隷に売り飛ばすことは不正であるが、敵に対してそうすることは正当であると思われるように、恩知らずであることも、友人に対しては不正であるが、敵に対しては正当であるのかどうかを」「ええ、よく考えました」と彼は言った。「そして私には、友人であれ敵であれ、誰からであれ恩恵を受けながら恩を返そうと努めない者は、不正であると思われます」「では、もしこのことがその通りであるなら、恩知らずとは純然たる不正ということになるだろうか」彼は同意した。「では、より大きな善いことを受けていながら恩を返さない者ほど、それだけいっそう不正であるということになるだろうか」彼はこれにもまた同意した。「それでは」とソクラテスは言った。「子供が親から受けている恩恵よりも大きな恩恵を、誰が誰から受けているのを私たちは見出すことができるだろうか。親は子供たちを、存在しない状態から存在へと至らしめ、また神々が人間に提供してくださるあれほど多くの善美なものを見、あれほど多くの善きものを分かち持てるようにしてくれたのだ。そしてそれらのものは、私たちにとってあらゆる代価に値すると思われるがゆえに、私たちは誰もがそれらを後に遺して去ることを何よりも強く避けるのであり、国々もまた、〔死より〕大きな悪の恐怖によって不正をやめさせることはできないと考えて、最大の不正に対して死刑という刑罰を定めているのだ。
καὶ μὴν οὐ τῶν γε ἀφροδισίων ἕνεκα παιδοποιεῖσθαι τοὺς ἀνθρώπους ὑπολαμβάνεις, ἐπεὶ τούτου γε τῶν ἀπολυσόντων3 μεσταὶ μὲν αἱ ὁδοί, μεστὰ δὲ τὰ οἰκήματα. φανεροὶ δʼ ἐσμὲν καὶ σκοπούμενοι ἐξ ὁποίων ἂν γυναικῶν βέλτιστα ἡμῖν τέκνα γένοιτο· αἷς συνελθόντες τεκνοποιούμεθα.
さらに、人間が情欲のために子供をもうけるのではないことは、お前も承知しているはずだ。なぜなら、これを発散させてくれる者たちなら街路にも満ちており、家々にも満ちているからだ。むしろ私たちは、いかなる女たちから自分たちに最善の子供が生まれるかを考慮していることが明白であり、そうした女たちと結ばれて子供をもうけるのだ。
καὶ ὁ μέν γε ἀνὴρ τήν τε συντεκνοποιήσουσαν ἑαυτῷ τρέφει καὶ τοῖς μέλλουσιν ἔσεσθαι παισὶ προπαρασκευάζει πάντα, ὅσα ἂν οἴηται συνοίσειν αὐτοῖς πρὸς τὸν βίον, καὶ ταῦτα ὡς ἂν δύνηται πλεῖστα· ἡ δὲ γυνὴ ὑποδεξαμένη τε φέρει τὸ φορτίον τοῦτο, βαρυνομένη τε καὶ κινδυνεύουσα περὶ τοῦ βίου καὶ μεταδιδοῦσα τῆς τροφῆς, ᾗ καὶ αὐτὴ τρέφεται, καὶ σὺν πολλῷ πόνῳ διενεγκοῦσα καὶ τεκοῦσα τρέφει τε καὶ ἐπιμελεῖται, οὔτε προπεπονθυῖα οὐδὲν ἀγαθὸν οὔτε γιγνῶσκον τὸ βρέφος ὑφʼ ὅτου εὖ πάσχει, οὐδὲ σημαίνειν δυνάμενον ὅτου δεῖται, ἀλλʼ αὐτὴ στοχαζομένη τά τε συμφέροντα καὶ τὰ κεχαρισμένα πειρᾶται ἐκπληροῦν, καὶ τρέφει πολὺν χρόνον καὶ ἡμέρας καὶ νυκτὸς ὑπομένουσα πονεῖν, οὐκ εἰδυῖα εἴ τινα τούτων χάριν ἀπολήψεται.
そして一方の男は、自分とともに子供をもうけてくれる妻を養い、これから生まれてくる子供たちのために、彼らの生活に役立つと思われるあらゆるものを、しかもできる限り豊かにあらかじめ準備する。他方の女は、この重荷を宿して身ごもり、重苦しさに耐え、生命の危険を冒し、自らが養われているその栄養を分け与え、多くの労苦とともに身ごもり通して産み落とし、養い育て、世話をするのだ。前もって何一つ善いことを受けていたわけでもなく、赤ん坊も、誰から善いことを受けているのかを知らず、また何が必要であるかを合図することすらできないのに、自ら有益なことや喜ばれることを推し量って満たそうと努め、自らがこれらのことに対して何らかの恩返しを受け取ることになるかどうかも知らないまま、昼も夜も労苦に耐えて長い間養い育てるのだ。
καὶ οὐκ ἀρκεῖ θρέψαι μόνον, ἀλλὰ καί, ἐπειδὰν δόξωσιν ἱκανοὶ εἶναι οἱ παῖδες μανθάνειν τι, ἃ μὲν ἂν αὐτοὶ ἔχωσιν οἱ γονεῖς ἀγαθὰ πρὸς τὸν βίον, διδάσκουσιν, ἃ δʼ ἂν οἴωνται ἄλλον ἱκανώτερον εἶναι διδάξαι, πέμπουσι πρὸς τοῦτον δαπανῶντες, καὶ ἐπιμελοῦνται πάντα ποιοῦντες ὅπως οἱ παῖδες αὐτοῖς γένωνται ὡς δυνατὸν βέλτιστοι.
そして養い育てるだけでは十分とせず、子供たちが何かを学ぶに足る年齢になったと思われると、親たち自身が生活のために持っている善き知識を教え、他者の方が教えるのにより適していると思われるものについては、費用を惜しまずその者のもとへと送り、自分たちの子供たちが可能な限り最善の人間となるよう、あらゆる手を尽くして心を配るのだ」
πρὸς ταῦτα ὁ νεανίσκος εἶπεν· ἀλλά τοι εἰ καὶ πάντα ταῦτα πεποίηκε καὶ ἄλλα τούτων πολλαπλάσια, οὐδεὶς ἂν δύναιτο αὐτῆς ἀνασχέσθαι τὴν χαλεπότητα.4 καὶ ὁ Σωκράτης, πότερα δέ, ἔφη, οἴει θηρίου ἀγριότητα δυσφορωτέραν εἶναι ἢ μητρός; ἐγὼ μὲν οἶμαι, ἔφη, τῆς μητρός, τῆς γε τοιαύτης. ἤδη πώποτε οὖν ἢ δακοῦσα κακόν τί σοι ἔδωκεν ἢ λακτίσασα, οἷα ὑπὸ θηρίων ἤδη πολλοὶ ἔπαθον;
これに対して若者は言った。「しかし、たとえ母がこれらすべてのこと、またこれらを何倍も上回るほかのことをなしてくれたとしても、母のあの気難しさには誰も耐えられないでしょう」。するとソクラテスは言った。「では、お前は野獣の凶暴さと母親の凶暴さのどちらが耐えがたいと思うかね?」「私としては、母親、少なくともあのような母親の凶暴さの方が耐えがたいと思います」と彼は言った。「それでは母親は、野獣によってすでに多くの人が被ったような仕方で、お前に噛みついたり蹴とばしたりして何か害を加えたことが、これまでにあったというのかい?」
- 2.2.1τοὺς τί ποιοῦντας
疑問代名詞 τί が定冠詞付きの分詞句 τοὺς ποιοῦντας の内側に埋め込まれた間接疑問構文。「何を行う者たちを……呼ぶのか」の意。
- 2.2.3ὡς οὐκ ἂν μείζονος κακοῦ φόβῳ τὴν ἀδικίαν παύσαντες
ὡς に分詞 παύσαντες と小辞 ἄν が結びついた構文で、主観的理由づけとともに潜在的仮定(「より大きな悪の恐怖によって不正をやめさせることはできないだろうと考え」)を表している。条件文の帰結節に相当する分詞用法。
- 2.2.4τούτου γε τῶν ἀπολυσόντων
τούτου は中性単数属格(前出の ἀφροδίσια を指す)で、未来分詞 ἀπολυσόντων が支配する分離の属格。μεσταί/μεστά が名詞化した未来分詞属格複数 τῶν ἀπολυσόντων を満杯の対象として支配している。
- 2.2.7αὐτῆς ἀνασχέσθαι τὴν χαλεπότητα
動詞 ἀνέχομαι が人の属格(αὐτῆς)と事物の対格(τὴν χαλεπότητα)を併せ持つ構文。「彼女のその気難しさに耐える」の意。
