- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.1.29-2.1.34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
悪徳の割り込みに対し、徳が快楽の空虚さと悪徳に従う者の悲惨な末路を論駁し、徳に伴う真の名誉と労苦の果ての至福を説く。ソクラテスはプロディコスの寓話の結末を語り終え、アリスティッポスに将来への配慮を促す。
καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, ὥς φησι Πρόδικος· ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥᾳδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε.
そして悪徳は口を挟んで言った、プロディコスが語るところによれば。「ヘラクレスよ、この女が歓喜に至る道として、いかに険しく長い道をあなたに語って聞かせているかお気づきですか。しかし私は、幸福へと至る平易で短い道へとあなたを案内しましょう」。
καὶ ἡ Ἀρετὴ εἶπεν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίμπλασαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη, ἵνα δὲ ἡδέως πίῃς, οἴνους τε πολυτελεῖς παρασκευάζῃ καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσῃς ἡδέως, οὐ μόνον τὰς στρωμνὰς μαλακάς, ἀλλὰ καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ· οὐ γὰρ διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῇς ὕπνου ἐπιθυμεῖς· τὰ δʼ ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη·1 οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δʼ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα.
すると徳が言った。「哀れな者よ、一体お前に何の善いものがあるというのか。あるいは、それらのために何一つ行おうと欲しないお前が、どんな快いものを知っているというのか。お前は快いものへの欲望すら待つことができず、欲する前にあらゆるもので満腹し、空腹になる前に食べ、渇く前に飲み、快く食べるために料理人を工面し、快く飲むために高価な葡萄酒を用意しては夏に雪を走り回って探し、快く眠りにつくためには寝床を柔らかにするだけでなく、寝台の足台までも用意している。労苦するがゆえではなく、なすべきことを何一つ持たないがゆえにお前は眠りを欲するのだ。そして色欲については、必要とする前に強い、あらゆる手管を弄して男たちを女のように扱っている。お前は自分自身の仲間たちをそのように教育し、夜には放埒を尽くし、昼には最も有益な時間を眠りこけて過ごさせているのだ。
ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρριψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δʼ ἄν σοι λεγούσῃ τι πιστεύσειε; τίς δʼ ἂν δεομένῃ τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ2 νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι.
お前は不死でありながら神々からは放逐され、善き人間たちからは軽蔑されている。そしてあらゆるものの中で最も甘美な聞くべきもの、すなわち自分への賞賛を聞いたことがなく、あらゆるものの中で最も甘美な見るべきものを見たこともない。というのも、お前は自分自身の善美な業をこれまでに何一つ見たことがないからだ。お前が何かを語ったとして、誰がお前を信じるだろうか。何かを求めたとして、誰が助けの手を差し伸べるだろうか。分別のある者で、誰があえてお前の徒党の一員となろうとするだろうか。彼らは若いうちは肉体が虚弱であり、年老いてからは魂が無分別となり、若さの間は骨折らずに艶やかに養われ、老境を過ぎるときは苦労してやつれ果て、過去になしたことには恥じ入り、現在なしていることには圧迫され、若さのうちに快いものを駆け抜け、困難なものを老後へと先送りしてしまった者たちである。
ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτʼ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκω, ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός.
しかし私は神々と共にあり、善き人間たちと共にある。神的なものであれ人間的なものであれ、善美な業は私なしには成就しない。私は神々のもとでも、また私が相応しい人間たちのもとでも、何よりも尊ばれており、職人たちには愛される同労者、家長たちには忠実な家の守り手、召使いたちには情け深い庇護者、平時における労苦の善き助け手、戦における業の確固たる同盟者、そして友情の最善の共有者である。
ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δʼ ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι.3
私の友人たちには、食物と飲み物の甘美で煩いのない享受がある。彼らはそれらを欲するようになるまで耐え忍ぶからである。また彼らには、骨折らない者たちよりも快い眠りが与えられ、眠りから覚めても苦痛を感じることはなく、またそのために義務を果たすことを怠ることもない。そして若者たちは年長者たちの賞賛に喜び、年長者たちは若者たちからの敬意に誇りを感じる。そして過去の行いを楽しく思い起こし、現在の行いを立派に成し遂げることを喜び、私のおかげで神々には愛され、友人たちからは親しまれ、祖国からは重んじられている。そして定められた最期が訪れたときも、忘却のうちに見捨てられて横たわるのではなく、記憶とともに永遠の時を通じて讃え歌われ、繁栄を保つのだ。善き親たちの子ヘラクレスよ、あなたには、このようなことを労苦し抜くことによって、最も祝福された幸福を獲得することが許されているのである」。
οὕτω πως διώκει Πρόδικος τὴν ὑπʼ Ἀρετῆς Ἡρακλέους παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν. σοὶ δʼ οὖν ἄξιον, ὦ Ἀρίστιππε, τούτων ἐνθυμουμένῳ πειρᾶσθαί τι καὶ τῶν εἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν.
プロディコスは、ヘラクレスが徳によって受けた教育を、大体このように論じている。もっとも彼は、その思想を私が今語ったよりもはるかに荘重な言葉で飾ったのではあるが。さればアリスティッポスよ、あなたもこれらのことを心に留め、以後の人生の時間についても何かしら配慮するよう努めるのがふさわしいのである。
- 2.1.30γυναιξὶ τοῖς ἀνδράσι χρωμένη
動詞 χρῶμαι が二重与格をとる構文。「A(与格)を B(与格)として用いる/扱う」を意味し、ここでは τοῖς ἀνδράσι(男性たちを)が対象、γυναιξί(女性たちとして)が述語的与格として機能している。
- 2.1.31τοῦ σοῦ θιάσου ... οἳ
集合名詞 θίασος(信徒集団、徒党)を先行詞とし、関係代名詞 οἵ が男性複数となっている意味の一致(constructio ad sensum)。徒党を構成する個々の人間たちを指しているため、文法上の単数ではなく複数で受けられている。
- 2.1.33ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι
非人称動詞 ἔξεστι(〜することが許されている、可能である)の構文。意味上の主語である与格代名詞 σοι に一致して、分詞 διαπονησαμένῳ も与格となっている(対格 διαπονησάμενον となることも文法上ありうるが、与格が選ばれている)。「労苦し抜いたあかつきに(獲得することが可能である)」という条件・様態を表す。
