← デイナルコス

デモステネス弾劾

§8-15

アレオパゴス評議会への誹謗とティモテオスの先例

弁士は、かつて評議会の権威を認めていたデモステネスが今やそれを誹謗している欺瞞を突き、彼の弁明の虚偽を暴いた上で、過去の英雄ティモテオスの厳罰の先例を引いて彼を処罰するよう陪審員に求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

ὦ Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ κατὰ σοῦ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ἢ ποῖ νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν;1

ヘラクレスよ!デモステネスよ、ではなぜ民会において、もし評議会があなたについて有罪を報告したなら、自らに死刑という処罰を受け入れると同意したのですか。またなぜあなたは、評議会の報告を頼りにして多くの人々を死に追いやったのですか。あるいは民衆は、いまやどこへ赴き、あるいは誰に目に見えぬ重大な不正について捜査するよう命じて真実を見出せばよいというのでしょうか。

§9

τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, ὁ δημοτικὸς εἶναι φάσκων, ᾧ τὴν τῶν σωμάτων φυλακὴν ὁ δῆμος παρακαταθήκην ἔδωκεν, ᾧ τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, ὃ διαπεφύλαχε τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, ὃ φυλάττει τὰς ἀπορρήτους διαθήκας, ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται.

というのも、民衆的な人物であると自称するあなたが、かつては信義厚いと認められていた審議会を打ち壊そうとしているからです。民衆はこの審議会に市民の身体の護衛を寄託物として委ね、国制と民主政をしばしばその手に任せてきました。そしてこの審議会こそ、その審議会を誹謗しようとしているあなた自身の、あなたが言うように幾度も謀略を受けた身体を守り抜いてきたのであり、国家の救済が置かれている秘密の保管文書を守護しているのです。

§10

δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ ἃ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν ὁ δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος· ἤ, εἰ ταῦθʼ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθʼ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι,2 πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας· ὅπου γʼ οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς "ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους." οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, ὦ Δημόσθενες. "ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν." οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. "ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας."

実際、ある意味でこの審議会がこう被るのはもっともなこと、自業自得なのです。私の考えるところを語りましょう。彼らには二つのうちどちらかを選ぶ義務があったのです。すなわち、民衆が指示したとおり、ペルシア王のもとから到来した三百タラントンに関する以前の捜査をも行い、その時にこの野獣のごとき男が罪の報いを受け、その金銭を分配した者たちが白日のもとに曝され、この男が裏切ったテーバイ人をめぐる裏切りが立証されて、この民衆指導者がしかるべき報いを受けることでわれわれがその害を免れるようにすべきであったか――あるいは、もしあなたがたがデモステネスにそれらのことを容認し、都市においてあなたがたに対して収賄する者が多数現れることを望んでいたのであれば、かつての出来事においてあなたがたの性質を経験していたはずの彼らは、今回報告された金銭についての捜査を受け入れるべきではなかったのです。というのも、この男や他の者たちに対する今回の報告がこれほど立派にかつ正当になされ、アレオパゴス評議会がデモステネスの勢力にもデマデスの勢力にも屈せず、正義そのものと真実をより重んじたにもかかわらず、デモステネスは何ら悪びれずにあちこちを歩き回り、評議会を誹謗し、自分自身について語り、おそらくはすぐさまあなたがたをも欺こうとしてあなたがたに対しても口にするであろう言葉を並べているのです。「私があなたがたのためにテーバイ人を同盟者にしたのだ」と。 そうではありません!デモステネスよ、あなたは両都市にとっての共通の利益を破滅させたのです。 「私が全員をカイロネイアに整列させたのだ。」 そうではありません!あなたはただ一人自分だけがかの地の隊列を放棄したのです。 「私があなたがたのために多くの使節を務めたのだ。」

§13

ἐφʼ αἷς οὐκ οἶδʼ ὅ τι ποτʼ ἂν ἐποίησεν ἢ τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ ἃ συνεβούλευσεν, ὃς ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην ὅμως ἀξιοῖ δωρεὰς αὑτῷ δεδόσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ δήμου ἃ ἂν βούληται.

それらの使節によって、もし彼が助言した事柄が成就していたとしたら、彼がいったい何をなし、どのような言葉を語ったか想像もつきません。彼はあのような不運と災禍の中で全世界を行き巡ったにもかかわらず、なおも自分に最大の賜物が与えられるべきであり、祖国に敵対して贈り物を受け取り、民衆に対して望むことを何であれ語り、行うことが許されるべきだと要求しているのです。

§14

καὶ Τιμοθέῳ μέν, ὦ Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθʼ ὑπόλογον,3 οὐδὲ τῆς τότʼ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε τὰς τοιαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων·

そしてアテナイの人々よ、あなたがたは、ペロポネソスを周航し、ケルキュラでの海戦でラケダイモン人に勝利し、ギリシア人を解放したコノンの息子であり、サモス、メトネ、ピュドナ、ポテイダイア、さらにこれらに加えて他の二十の都市を奪取したティモテオスに対してすら斟酌せず、当時行われていた裁判をも、票を投じる際に立てていた誓いをも、そのような恩恵と引き換えにすることなく、百タラントンの罰金を科しました。アリストフォンが、彼がキオス人やロドス人から金を受け取ったと主張したからにほかなりません。

§15

τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην — ἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις;4 ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος.

それなのに、この忌まわしい男、スキタイ人――思わず言葉が激しくなってしまいますが――、一人の男ではなくアレオパゴス評議会全体が捜査した上で、あなたがたに敵対して金銭を保持していると報告し、国家に敵対して報酬を受け取り収賄したと報告され、そのことが立証されているこの男を、あなたがたは処罰して他の者たちに対する見せしめとしないのでしょうか。この男は王の金から金貨を受け取ったことが明白であるばかりか、この都市そのものからも利益を搾取し、いまやハルパロスによって都市に持ち込まれた金銭にすら手を伸ばさずにはいられなかったのです。

構文注4 件
  1. 8εὕρῃ τὴν ἀλήθειαν

    疑問副詞 ποῖ および代名詞 τίσι に導かれる審議の接続法(deliberative subjunctive)。「どこへ行き、誰に命じて真実を見出せばよいのか(見出しえようか)」という当惑・修辞的問いを表す。

  2. 10δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ ... ζητεῖν ... ἵνα ... ἀπηλλάγμεθα ... ἤ, εἰ ... μὴ προσδέχεσθαι

    非人称動詞 ἐχρῆν(過去における義務・反実仮想的ニュアンス)が対格 αὐτούς と二つの不定詞(ἢ ... ζητεῖν と ἤ ... μὴ προσδέχεσθαι)を支配する骨格。さらに前者の不定詞句内には目的節 ἵνα + 直説法過去 ἀπηλλάγμεθα が続き、過去において実現しなかった目的・結果(「〜を免れていたであろうに」)を表す。

  3. 14οὐκ ἐποιήσασθʼ ὑπόλογον

    成句 ὑπόλογον ποιοῦμαι(配慮・考慮に入れる、斟酌する)。与格 Τιμοθέῳ とともに用いられ、「ティモテオスに対して斟酌・宥恕しなかった」という意味をなす。後続の οὐδὲ ... ἀντικατηλλάξασθε τὰς τοιαύτας εὐεργεσίας(そのような功績を交換条件としなかった)と呼応している。

  4. 15τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην ... τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις;

    文頭に置かれた対格 τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην が、長大な関係節(ὃν ... καὶ ὃς ...)と挿入句(ἐξάγομαι γάρ)によって主動詞から大きく引き離された後、指示代名詞 τοῦτον によって再度拾われて分詞 τιμωρησάμενοι および主動詞 παράδειγμα ποιήσετε の目的語となっている倒置・再開構文(resumption)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:8-15