← デイナルコス

デモステネス弾劾

§16-23

テーバイ見殺しの罪と過去の処刑判例

弁論者は、法に従った高潔な先人ティモテオスと対比しつつ、デモステネスがペルシア王の資金を私匿してわずか10タラントンの供出を拒みテーバイを見殺しにした罪を告発し、軽微な罪で極刑を下した過去の判例を挙げて彼に死刑を科すよう陪審員に求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16

καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας;1 ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφʼ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.

それにしても、ティモテオスによって成し遂げられた善き事柄の何分の一に、デモステネスがテーバイへと赴いた使節の功績が当たるというのでしょうか。あるいは、この男が誇示している行為に、ティモテオスやコノンがあなたがたに施したあの恩恵を引き比べてみれば、この男の言葉をあえて聞こうとするあなたがたを誰もが嘲笑するのではないでしょうか。しかしながら、国家と祖先たちにふさわしい行いをあなたがたのために果たした人々を、このような人間の屑と比較してはなりません。そこで、ティモテオスに対して出された決議を提示したうえで、再びこの男に関する議論に戻ることにしましょう。読んでください。

§17

Ψήφισμα ὁ τοιοῦτος, ὦ Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς αὐτῆς πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι, εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν.

決議 デモステネスよ、当時の同胞市民たちから当然にも寛容と感謝を受けてしかるべきであったこのような立派な市民は、言葉によってではなく行動によって国家に大きな善行をもたらし、同じ国制を一貫して守り通してあなたのようにあちこち変節することもなく、法を超越するほど過大な賜物を民衆に要求することもなく、また法に従って票を投じることを誓った者たちに敬神の念よりも他の何かを優先させるべきだと考えることもなく、ただ裁判官たちがそう判断するのであれば裁判を受けることすら甘受し、時勢を言い訳にすることもなく、心に別のことを思いながら民衆の前で演説することもなしに生涯を終えたのです。

§18

οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον,2 ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρʼ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλόμενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδʼ ἐναντίον τῶν Ἑλλήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρʼ αὑτοῖς ὑπὸ τῶν Μακεδόνων ἐν τῇ πόλει γιγνόμενα φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρᾶν τὰς εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, —

アテナイの男子諸君、あなたがたはこの忌まわしい人間を死刑に処さないのですか。この男は、他の多くの重大な過失に加えて、テーバイ人の都市が破滅させられるのを座視したのです。彼らの救済のためにペルシア王から三百タラントンを受け取っていながら、またアルカディア軍がイスツモスに到来し、アンティパトロスからの使節を成果なく送り返す一方で、悲惨な境遇にあったテーバイ人からの使節を受け入れたにもかかわらずです。テーバイの使節たちは海路を経てようやくアルカディア人のもとに辿り着き、彼らが語ったところによれば、生い茂る小枝を編んだ嘆願者の枝と伝令杖を手にして、テーバイ人が現体制に対して反乱を起こしたのは、ギリシア人に対する友好関係を破棄しようと望んででも、ギリシア人に敵対する行為を何か行おうとしてでもなく、ただ自らのもとでマケドニア人によって都市においてなされている仕打ちにもはや耐えられず、奴隷状態を甘受することも、自由民の身体に加えられる侮辱を見ていることもできなくなったからなのだとアルカディア人に告げようとしていたのです。

§20

οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν,3 καὶ ἐλεησάντων ἐν οἷς ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετʼ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντʼ αἰτοῦντος ὥστʼ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματʼ εἰς τὴν τῆς πόλεως σωτηρίαν, οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις.

――この彼らに対してアルカディア人が喜んで救援に向かう態勢を整え、彼らが置かれていた災禍を憐れみ、時勢のゆえに肉体においてはアレクサンドロスに従うことを強いられてはいるものの、好意においてはテーバイ人およびギリシア人の自由とともにあることを明白にし、さらにストラトクレスも述べたとおり彼らの将軍アステュロスが金で動く人物であって、テーバイ人に救援軍を率いていくために十タラントンを要求し、使節たちも王の金を持っていると知っていたこの男のもとに赴き、都市の救済のために金銭を支払ってくれるよう懇願し嘆願したというのに、この忌まわしく不信心で卑劣な利得をむさぼる男は、テーバイ人の救済に向けてこれほど大きな希望の光が見えていたにもかかわらず、自分が保持していた巨額の金銭からわずか十タラントンを出すことすらあえてしようとはせず、むしろストラトクレスも言ったように、出陣したアルカディア軍が再び故郷へと去りテーバイ人を救援しないようにするために、他の者たちがこの金銭を支払うのを黙って見過ごしたのです。

§22

ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ.

デモステネスとその金銭欲が全ギリシアにとって微小な災禍や取るに足らない災禍の原因となったとあなたがたは思われるでしょうか。あるいは、このような所業を成し遂げたこの男が、あなたがたから何らかの憐憫を受けるに値し、現在および過去に行われた不正の双方に対して極刑を受けるに値しないとでもいうのでしょうか。アテナイの人々よ、本日あなたがたによって下される判決を、すべての人間が耳にすることでしょう。そして裁判を下すあなたがたが、このような所業を犯した者をいかに処遇するかを注視することでしょう。

§23

ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω4 μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος.

あなたがたこそは、この男によって犯された不正よりもはるかに小さな罪のゆえに、ある者たちに対して重く容赦のない罰を科してきた人々です。あなたがたは、ペレネ出身の自由人の子供を製粉所に監禁したという理由で製粉業者メノンを死刑に処しました。またエレウシス祭においてロドス出身の女キタラ奏者を辱めたという理由でアフィドナ区のテミスティオスを死刑に処し、さらにオリュントス出身の若い娘を売春宿に置いたという理由でエウテュマコスをも死刑に処したのです。

構文注4 件
  1. 16ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας

    先行詞 πρεσβείας が関係代名詞 ἃς に引きずられて関係節内部に取り込まれた「逆同化(inverse attraction)」構文。文脈上は τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν αἱ πρεσβεῖαι, ἃς Δημοσθένης ἐπρέσβευσεν という意味関係を表す。

  2. 18οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον

    否定辞 οὐκ と未来直説法二人称(ἀποκτενεῖτε)の組み合わせによる表現で、強い催促・命令(「殺さないのか、いや殺すべきだ」)を表す慣用的疑問構文。この主節に関係代名詞 ὃς 以下の重層的な従属節・絶対属格節が長大に連なり、途中で破格構文(アナコルートン)により §21 の新たな主節(οὐκ ἐτόλμησεν ... ἀλλὰ περιεῖδεν ...)へと転じて文末の πάλιν ἀπελθεῖν οἴκαδε ... καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις に至る。

  3. 20οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν

    関係代名詞与格 οἷς は直前のテーバイ人使節(およびテーバイ人)を指す連結関係詞で、後続の不定詞 βοηθεῖν の補語として機能しつつ絶対属格構文(ἑτοίμων γενομένων τῶν Ἀρκάδων)全体を前文に結びつけている。

  4. 23διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω

    前置詞 διά が対格中性複数名詞化形容詞 ἐλάττω(= ἐλάττονα, 罪・不正)を支配し、それに比較の属格 τῶν ... ἀδικημάτων と差の度量を表す与格 πολλῷ が結びついた構造。「この男によって犯された不正よりもはるかに小さな(過悪の)ために」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:16-23