← アンティポン

ヘロデス殺害

§16-22

不当な投獄の告発と事件当夜の航海の経緯

弁護側は、告発人が不当な投獄や変則的な訴訟手続きを用いて自らを不利に陥れたと糾弾し、次いで事件の発端となった航海の正当な目的と、暴風雨による寄港および雨を避けるための乗換という不可抗力の経緯を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16

ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε μηδὲ πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις με ἀποκτεῖναι1 ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;2

さらに、あなたはこの事件の正しさに疑いようもなく確信を持っているかのように、この事件について単一の法廷闘争を起こしたのではなく、この裁判員たちに対しても信を置かないつもりであるかのように、異議と再訴の余地を残しました。その結果、私はここで無罪放免になったとしても何の益もなく、あなたには「彼が免れたのは悪漢としての罪であり、殺人罪の訴追ではない」と言う余地が残り、他方で私を有罪にした暁には、殺人罪の宣告を受けた者として私を死刑に処するよう要求することになるのです。それにしても、これ以上に恐るべき謀略があるでしょうか。もし諸君(告発人ら)にとってはこの法廷の人々を一度説得すれば望むことが成し遂げられるのに対し、私にとっては一度免訴されたとしても、なお同じ危険が残されるとしたら。

§17

ἔτι δὲ μάλʼ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάντων ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθιστάναι κατὰ τὸν νόμον, οὕτως οὗτοι διεπράξαντο τοῦτο ὥστε μὴ ἐγγενέσθαι μοι ποιῆσαι. τῶν δὲ ἄλλων ξένων ὅστις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτʼ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ.3

さらに、裁判員の方々、私はあらゆる人間の中で最も不法に投獄されました。私が法に従って三人の身元引受人を立てようと望んだにもかかわらず、彼らは私がそうすることを許されないように画策したのです。他の異邦人で、これまでに身元引受人を立てようと望んだ者は、誰一人として投獄されたことがありません。しかも、悪漢たち(重罪犯)を取り締まる役人たちも、まさにこの同一の法を用いているのです。したがって、この法は他のすべての人々には共通に適用されているのに、私一人にだけは足枷を解くのに欠落していた(適用されなかった)のです。

§18

τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε ἐμοὶ περιέθεσαν καὶ τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα.

なぜなら、彼らにとってはこれが有利だったからです。第一に、私自身が自分の事柄を処理できず、弁論の準備が最も整わない状態に置かれること、第二に、肉体的な苦痛を受けること、さらには私の友人たちが、肉体的苦痛のために、私に真実を語るよりも彼らに偽りの証言をする方に熱心になることです。そして彼らは、私自身にも私の親族たちにも、全生涯にわたる汚辱を着せたのです。

§19

οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.

このように、私は諸君の法と正義の多くを損なわれた状態で法廷に臨むことになりました。しかしそれでもなお、この状況の中から私が無実であることを示そうと努めましょう。もっとも、長らく企てられ謀られてきた虚偽をその場で論破することは困難なことです。予期していなかった事態には、あらかじめ身を護ることさえ叶わないからです。

§20

ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.

私は、裁判員の方々、ミュティレネから船出したのですが、私によって殺されたと彼らが主張しているかのヘロデスと同じ船に乗って航行していました。私たちはアイノスへと航海していたのですが、私の方は父のもとへ――父は当時たまたまそこにいたからです――、ヘロデスの方はトラキア人たちに奴隷を身請けさせるためでした。彼が身請けさせるべきであった奴隷たちと、身請けするはずのトラキア人たちも同船していました。これらについて、私は諸君に証人たちを提出いたしましょう。

§21

Μάρτυρες ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν αὐτόν, τὸν Ἡρῴδην.4 καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι οὐ τῇ ἐμῇ προνοίᾳ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων·

〔証人たち〕両人の航海の口実(目的)はこの通りでした。ところが私たちはある暴風雨に見舞われ、そのためにメテュムナ領のある場所へと船を寄せることを余儀なくされましたが、そこには、あの船が停泊していたのです。ヘロデスがその船へと乗り換えた後に死んだと彼らが主張している船です。 そして第一に、これらのこと自体をよくご検討ください。それが私の意図によるものではなく、むしろ偶然によって生じたということを。なぜなら、私が彼を説得して同行者とさせたなどとはどこでも立証されておらず、彼自身が私的な用務のために自ら航海を企てていたからです。

§22

οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.

また、私の方も十分な口実なしにアイノスへの航海を行ったようには見えず、私たちがこの場所へと船を寄せたのも何らの企図によるものではなく、やむを得ない事態によるものでした。さらに、停泊した後に別の船への乗り換えがなされたのも、いかなる策略や欺瞞によるものでもなく、これもまたやむを得ない事情によって生じたのです。なぜなら、私たちが乗っていた船には甲板(覆い)がなく、乗り換えた船には甲板があったからです。これは雨のためでした。これらについて、私は諸君に証人たちを提出いたしましょう。

構文注4 件
  1. 16ὥστε μηδέν μοι ἐνθάδε μηδὲ πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις με ἀποκτεῖναι

    ὥστε に導かれる連続構文で、不定詞 εἶναι, ἐξεῖναι が結果節を形成し、最後の ἑλὼν δʼ αὖ ἀξιώσεις は並列的に直説法未来へ転換して告発人の意図・帰結を強調している。複数の否定辞(μηδέν, μηδέ, μηδʼ)の連続は全否定の累積。

  2. 16εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;

    対比構文(ὑμῖν μὲν... ἐμοὶ δέ...)。後半の ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι(直後の「;」は誤植)は ὁ αὐτὸς κίνδυνος ὑπολείπεται にかかる与格であり、ともに εἰ 節の後半をなして非対称な不条理を鋭く提示している。

  3. 17ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ

    動詞 ἐπιλείπω は「不足する、見捨てる」の意。否定・妨害のニュアンスを含む動詞に後続する不定詞に冗長な μή が伴い、「私一人に対してだけ、(法が)足枷を解かないように欠落した(=釈放の手続きが適用されなかった)」という構文をなす。

  4. 21οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν αὐτόν , τὸν Ἡρῴδην

    間接話法構文。φασίν が支配する対格不定詞構文で、不定詞 ἀποθανεῖν の意味上の主語が対格代名詞 αὐτόν であり、同格の τὸν Ἡρῴδην が後置されて明確化されている。分詞 μετεκβάντα は αὐτόν と一致する時を示す副詞的分詞(「乗り換えた後に」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:16-22