- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:10-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被告は、告発人が通常の殺人訴訟(露天審理や厳粛な宣誓、自発的亡命の許容など)の定めに反し、アゴラでの審理や無宣誓の証言という違法な手続きを用いて自身を陥れようとしていると論駁する。
φασὶ δὲ αὖ τό γε ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν,1 ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δʼ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.
彼らはまた、人を殺すことは大いなる重罪であると主張し、私もそれが極めて重い罪であること、また神殿略奪や国家反逆もそうであることを認めます。しかし、それらの各々については別個に法が定められているのです。ところが彼らは私に対し、第一に、殺人罪で訴追された他の者たちには立ち入りを禁ずると布告される場所、すなわちアゴラにおいて裁判を開きました。次いで、法には人を殺した者は死をもって報いられると定められているにもかかわらず、私に対して刑の量刑査定(罰金・刑罰の任意請求)を申し立てました。これは私に都合をよくするためではなく、自らにとって有利となるためのことであり、この点においても彼らは法に定められたものよりも死者に配慮しなかったのです。その理由は、弁論が進むにつれて明らかになるでしょう。
ἔπειτα δέ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ· σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι2 ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτʼ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτʼ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσωζόμην τοῖς ἀγαθοῖς· ἃ σὺ παρελθών, αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ χρῆναι αὐτοῖς σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων.
さらに、諸君の誰もが知っていることと思いますが、すべての法廷は殺人訴訟を野外で審理します。これは他ならぬ、第一に裁判員たちが手の清くない者と同じ建物の中に入らないようにするため、第二に殺人を訴追する者が下手人と同じ屋根の下に入らないようにするためです。ところがあなたは、第一にこの法を踏みにじって、他の者たちとは正反対の扱いをしました。第二に、あなた自身とその血筋と家系に滅亡を呼びかける最大の最も厳かな誓いを立て、自らの告発が殺人そのもの、すなわち私が殺したという事実以外に及ばないことを厳粛に誓うべきであったのに――その手続きの下であれば、私はたとえ多くの悪行をなしていたとしても、事件そのもの以外の理由で有罪とされることはなく、また多くの善行をなしていたとしても、それらの善行によって救われることもなかったでしょう――、あなたはそれらを踏みにじり、自らの勝手な法を捏造して、自らは無宣誓のまま私を告発し、証人たちも無宣誓のまま私に不利な証言をしています。本来なら彼らもあなたと同じ誓いを立て、犠牲の生贄に手を触れて私に不利な証言をしなければならないのにです。その上であなたは裁判員たちに対し、無宣誓の証言者たちを信じて殺人の罪を宣告するよう求めていますが、彼らを信頼できないものにした張本人は現行の法を踏みにじったあなた自身であり、彼らにとって自らの不法行為が法そのものよりも優位に立つべきだと考えているのです。
λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλʼ ᾠχόμην ἂν ἀπιών, ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλʼ ἐρήμην ὀφλεῖν τὴν δίκην, τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν·3 ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.
またあなたは、私が釈放されていたなら留まることなく逃走していただろうと言いますが、あたかもあなたが私を無理やりこの地に連れてきたかのような物言いです。しかしながら、もし私がこの都市を追われることを何とも思っていなかったなら、召喚された際に法廷に出頭せず欠席裁判で敗訴することも、また第一の弁論を終えた後に国外へ退去することも、私には等しく可能だったのです。これらはすべての者に共通して認められている権利です。ところがあなたは、他のギリシア人全体に共通するこの権利を、自ら法を勝手に定めて、私一人から奪おうとしているのです。
καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν,4 ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι τὸ πρᾶγμα ἢ οὔ.
もっとも、こうした事柄に関して定められた法は、すべての法の中で最も優れ、最も敬虔に定められたものであると誰もが認めることでしょう。第一に、それらはこの地で最も古い法であるという特徴をもち、第二に、同一の事柄について常に不変であり続けてきたからです。これこそ法が善く定められていることの最大の証です。なぜなら、時間と経験こそが、善からぬ定めを人間に教え正すものだからです。したがって、諸君は告発人の言葉を手がかりにして法が諸君にとって善く定められているか否かを判断すべきではなく、法を手がかりにして告発人の言葉が事態を正しく法に従って諸君に教えているか否かを判断すべきなのです。
οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν.
このように、殺人に関する法は極めて見事に定められており、これまで何人もこれらを改変しようと敢えてしませんでした。それなのにあなただけが、法を改悪する立法者となる挙に出た上、これらを踏みにじって私を不当に滅ぼそうとしています。あなたが犯しているこれらの不法行為こそ、私にとって最大の証拠なのです。なぜなら、もしあの宣誓を立てねばならないとしたら、あなたのために私に不利な証言をする者など一人もいなかったことを、あなたはよく知っていたからです。
- 10τίμησίν μοι ἐποίησαν
通常の殺人訴訟(δίκη φόνου)では法定刑が死刑(ἀνταποθανεῖν)と固定(ἀγὼν ἀτίμητος)されているのに対し、告発人が現行犯告発(ἀπαγωγή)の手続きを用いたことで、刑罰を査定・請求する形式(ἀγὼν τιμητός)を持ち込んだことを批判している。
- 11δέον σε διομόσασθαι
非人称動詞 δεῖ の分詞中性形による対格独立構文(accusative absolute)。「あなたが……と厳粛に誓うべきであったのに」という、主節の違反行為(ἃ σὺ παρελθών ... κατηγορεῖς)と対比される未遂行の義務を表す。
- 13τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν
前文の ἴσον ἦν μοι に続く不定詞構文で、τὴν προτέραν は ῥῆσιν または ἀπολογίαν の省略を伴う内制対格・副詞的対格(「第一の弁論を終えて」)。通常の殺人裁判では第一弁論の後に被告が自発的亡命を選ぶことが合法的に許されていた。
- 14ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν
前半では αὐτοῖς に一致して与格 ἀρχαιοτάτοις εἶναι となっているが、後半では不定詞 εἶναι の意味上の主語が対格 τοὺς αὐτούς に交替している(異構文)。
