← アンドキデス

秘儀について

§59-67

告白の正当性とディオクレイデスの処刑

アンドキデスは真実を告発したことで近親者や国家を救い、実際に罪を犯した四人以外に新たな犠牲者を出さなかったことを論じ、自身が落馬負傷して犯行に加担できなかった経緯と、虚偽の告発者ディオクレイデスが自白・処刑されるに至った全容を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§59

ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος·1 εἰπὼν δὲ τὰ ὄντα αὐτός τε ἐσῳζόμην καὶ τὸν πατέρα ἔσῳζον καὶ τοὺς ἄλλους συγγενεῖς, καὶ τὴν πόλιν ἐκ φόβου καὶ κακῶν τῶν μεγίστων ἀπήλλαττον. φυγάδες δὲ διʼ ἐμὲ τέτταρες ἄνδρες ἐγίγνοντο, οἵπερ καὶ ἥμαρτον· τῶν δʼ ἄλλων, οἳ πρότερον ὑπὸ Τεύκρου ἐμηνύθησαν, οὔτε δήπου οἱ τεθνεῶτες διʼ ἐμὲ μᾶλλον ἐτέθνασαν, οὔτε οἱ φεύγοντες μᾶλλον ἔφευγον.

このように、私が語らなかったならばこうした事態が生じていたのです。しかし真実を話すことによって、私自身も救われ、父や他の親族たちをも救い、国家を恐怖と最大の災難から解放したのです。そして私のために亡命者となったのは、実際に罪を犯した四人の男たちだけでした。以前テウクロスによって告発された他の者たちについては、すでに処刑された者たちが私のためにさらに処刑されたわけでもなく、亡命していた者たちがさらに亡命したわけでも決してありません。

§60

ταῦτα δὲ πάντα σκοπῶν ηὕρισκον, ὦ ἄνδρες, τῶν παρόντων κακῶν ταῦτα ἐλάχιστα εἶναι, εἰπεῖν τὰ γενόμενα ὡς τάχιστα καὶ ἐλέγξαι Διοκλείδην ψευσάμενον, καὶ τιμωρήσασθαι ἐκεῖνον, ὃς ἡμᾶς μὲν ἀπώλλυεν ἀδίκως, τὴν δὲ πόλιν ἐξηπάτα, ταῦτα δὲ ποιῶν μέγιστος εὐεργέτης ἐδόκει εἶναι καὶ χρήματα ἐλάμβανε.

これらすべてを考慮して、裁判員の方々、私は眼前の悪事の中で、起きた真相を一刻も早く話し、嘘をついたディオクレイデスの虚偽を暴き、我々を不当に破滅させ国家を欺きながら、そうした行いによって最大の恩人であると見なされ金銭を受け取っていたあの男を処罰することが、最も小さな災難であると悟ったのです。

§61

διὰ ταῦτα εἶπον τῇ βουλῇ ὅτι εἰδείην τοὺς ποιήσαντας, καὶ ἐξήλεγξα τὰ γενόμενα, ὅτι εἰσηγήσατο μὲν πινόντων ἡμῶν ταύτην τὴν βουλὴν Εὐφίλητος, ἀντεῖπον δὲ ἐγώ, καὶ τότε μὲν οὐ γένοιτο διʼ ἐμέ, ὕστερον δʼ ἐγὼ μὲν Κυνοσάργει ἐπὶ πωλίον ὅ μοι ἦν ἀναβὰς ἔπεσον καὶ τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην,2 φερόμενός τε ἐπὶ κλίνης ἀπεκομίσθην οἴκαδε· αἰσθόμενος δʼ Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ μεθέξειν τοῦ ἔργου καὶ περικόψειν τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον. ταῦτα δʼ ἔλεγεν ἐξαπατῶν ἐκείνους· καὶ διὰ ταῦτα ὁ Ἑρμῆς ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγῂς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν τῶν Ἀθήνησιν, ὡς ἐμοῦ τοῦτο ποιήσοντος,3 ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος.

このゆえに私は評議会に対して、犯行に及んだ者たちを知っていると告げ、起きた事の真相を明らかにしました。すなわち、我々が酒を飲んでいた折にエウフィレートスがこの計画を持ち出し、私が反対したため、その時は私のせいで実行されなかったこと、その後、私がキュノサルゲスで所有していた子馬に乗っていたところ落馬し、鎖骨を折り頭に重傷を負って、寝台に乗せられて家へと運ばれたこと、私の容態に気づいたエウフィレートスが、彼らに向かって、私が一緒にこれを行うよう説得され、その犯行に加担してフォルバンテイオンの傍らのヘルメス像を毀損することに同意したと言ったことを(話したのです)。しかし彼は彼らを欺くためにこう言ったのであり、このゆえに皆様が全員ご覧になっている、我々の父祖の屋敷の傍らにあり、アイゲイス部族が奉納したあのヘルメス像だけが、エウフィレートスが彼らに語ったように、私がこれを実行するはずであったがゆえに、アテナイにあるヘルメス像の中でただ一つ毀損されずに済んだのです。

§63

οἱ δʼ αἰσθόμενοι δεινὰ ἐποίουν, ὅτι εἰδείην μὲν τὸ πρᾶγμα, πεποιηκὼς δὲ οὐκ εἴην. προσελθόντες δέ μοι τῇ ὑστεραίᾳ Μέλητος καὶ Εὐφίλητος ἔλεγον ὅτι γεγένηται, ὦ Ἀνδοκίδη, καὶ πέπρακται ἡμῖν ταῦτα. σὺ μέντοι εἰ μὲν ἀξιοῖς ἡσυχίαν ἔχειν καὶ σιωπᾶν, ἕξεις ἡμᾶς ἐπιτηδείους ὥσπερ καὶ πρότερον· εἰ δὲ μή, χαλεπώτεροί σοι ἡμεῖς ἐχθροὶ ἐσόμεθα ἢ ἄλλοι τινὲς διʼ ἡμᾶς φίλοι. εἶπον αὐτοῖς ὅτι νομίζοιμι μὲν διὰ τὸ πρᾶγμα Εὐφίλητον πονηρὸν εἶναι, ἐκείνοις δὲ οὐκ ἐμὲ δεινὸν εἶναι, ὅτι οἶδα, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἔργον πολλῷ, ὅτι πεποίηται. ὡς οὖν ἦν ταῦτʼ ἀληθῆ, τόν τε παῖδα τὸν ἐμὸν παρέδωκα βασανίσαι, ὅτι ἔκαμνον καὶ οὐδʼ ἀνιστάμην ἐκ τῆς κλίνης, καὶ τὰς θεραπαίνας ἔλαβον οἱ πρυτάνεις, ὅθεν ὁρμώμενοι ταῦτʼ ἐποίουν ἐκεῖνοι.

彼らはこれに気づいて激怒しました。私がその計画を知っていながら、実行しなかったからです。そして翌日、メレートスとエウフィレートスが私のところへやって来てこう言いました。 「アンドキデス、これらの事は起こり、我々によって実行された。しかし、もし君が平穏を保ち沈黙を守るつもりがあるなら、以前と同様に我々を味方として持つことができるだろう。だが、もしそうしないなら、我々は君にとって、他の誰かが我々のために味方となる以上に、恐るべき敵となるだろう」私は彼らに、その行いのゆえにエウフィレートスは悪人であると思うが、彼らにとって恐るべきなのは、私が知っていることではなく、むしろその行為自体が、それがなされてしまったことがはるかに恐るべきなのだ、と言いました。

§65

ἐξελέγχοντες δὲ τὸ πρᾶγμα ἥ τε βουλὴ καὶ οἱ ζητηταί, ἐπειδὴ ἦν ᾗ ἐγὼ ἔλεγον καὶ ὡμολογεῖτο πανταχόθεν, τότε δὴ καλοῦσι τὸν Διοκλείδην· καὶ οὐ πολλῶν λόγων ἐδέησεν, ἀλλʼ εὐθὺς ὡμολόγει ψεύδεσθαι, καὶ ἐδεῖτο σῴζεσθαι φράσας τοὺς πείσαντας αὐτὸν λέγειν ταῦτα· εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης.4

そこで、これらが真実であることを証明するために、私は召使の少年を引き渡して拷問にかけさせ、私が病に臥せっていて寝台から起き上がることすらできなかったことを明らかにさせ、また彼らが拠点としてこれらの犯行に及んだ〔家の〕召使の女たちを政庁官たちが連行しました。 そして評議会と捜査官たちがこの事件を徹底的に究明し、私が話した通りであり各方面から合致することが確認されたとき、まさにその時に彼らはディオクレイデスを召喚したのです。そして多くの言葉を費やす必要もなく、彼は直ちに嘘をついていたことを自白し、自分にこれらのことを言うよう唆した者たちの名を明かすので助命してほしいと懇願しました。

§66

καὶ οὗτοι μὲν δείσαντες ᾤχοντο φεύγοντες· ὑμεῖς δὲ ἀκούσαντες ταῦτα Διοκλείδην μὲν τῷ δικαστηρίῳ παραδόντες ἀπεκτείνατε, τοὺς δὲ δεδεμένους καὶ μέλλοντας ἀπολεῖσθαι ἐλύσατε, τοὺς ἐμοὺς συγγενεῖς, διʼ ἐμέ, καὶ τοὺς φεύγοντας κατεδέξασθε, αὐτοὶ δὲ λαβόντες τὰ ὅπλα ἀπῇτε, πολλῶν κακῶν καὶ κινδύνων ἀπαλλαγέντες.

それはフェグース区のアルキビアデスとアイギナ島出身のアミアントスであるというのです。 そしてこの者たちは恐れて逃亡しました。

§67

ἐν οἷς ἐγώ, ὦ ἄνδρες, τῆς μὲν τύχης ᾗ ἐχρησάμην δικαίως ἂν ὑπὸ πάντων ἐλεηθείην, τῶν δὲ γενομένων ἕνεκα εἰκότως ἂν ἀνὴρ ἄριστος δοκοίην εἶναι, ὅστις εἰσηγησαμένῳ μὲν Εὐφιλήτῳ πίστιν τῶν ἐν ἀνθρώποις ἀπιστοτάτην ἠναντιώθην καὶ ἀντεῖπον καὶ ἐλοιδόρησα ἐκεῖνον ὧν ἦν ἄξιος, ἁμαρτόντων δʼ ἐκείνων τὴν ἁμαρτίαν αὐτοῖς συνέκρυψα, καὶ μηνύσαντος κατʼ αὐτῶν Τεύκρου οἱ μὲν αὐτῶν ἀπέθανον οἱ δʼ ἔφυγον, πρὶν ἡμᾶς ὑπὸ Διοκλείδου δεθῆναι καὶ μέλλειν ἀπολεῖσθαι. τότε δὲ ἀπέγραψα τέτταρας ἄνδρας, Παναίτιον, Διάκριτον, Λυσίστρατον, Χαιρέδημον·

皆様はこれを聞き、ディオクレイデスを法廷に引き渡して死刑に処し、投獄されて処刑されようとしていた人々、すなわち私の親族たちを私のおかげで釈放し、追放されていた者たちを呼び戻し、皆様自身も武器を手に取って、数多くの災難と危険から解放されて帰宅したのです。 これらの事において、裁判員の方々、私が被った不運については当然すべての人から同情されるべきであり、なされた事柄ゆえには当然最も優れた人間であると見なされるべきです。私は、エウフィレートスが人々の間で最も信用ならない誓約を持ち出したとき、それに反対し異議を唱え、彼にふさわしい侮辱を加えたものの、彼らが罪を犯したときには彼らの過ちを一緒に隠してやり、我々がディオクレイデスによって投獄され破滅させられそうになる前には、テウクロスが彼らを告発したことによって、彼らのうちある者は死刑となりある者は亡命したのです。そしてその時に至って私は、パナイティオス、ディアクリトス、リュシストラトス、カイレデモスの四人を告発したのです。

構文注4 件
  1. 59ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος

    否定辞 μή を伴う属格独立構文(ἐμοῦ μὴ εἰπόντος)は反実仮想条件節(εἰ μὴ εἶπον)に相当し、未完了過去 ἦν は過去の反実仮想の帰結節を表す。直前の 58 節末尾で列挙された親族や市民の破滅という事態を指している。

  2. 61τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην

    受動態・中動態の受身形(συνετρίβην, κατεάγην)に伴う対格(τὴν κλεῖν, τὴν κεφαλήν)は限定の対格(関係の対格)、または受動文において損害を受けた身体の部位を表す対格。主語(私)がその部位において負傷したことを示す。

  3. 62ὡς ἐμοῦ τοῦτο ποιήσοντος

    未来分詞の属格独立構文に接続詞 ὡς が付加されたもので、主節の主語や他者(ここでは犯行グループ)の主観的意図・予期(「私がこれを行うはずだという前提・名目で」)を表す。直後の ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος がその根拠を補足している。

  4. 65εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης

    間接話法の対格不定詞構文。先行する発言・告白の動詞群(ὡμολόγει, φράσας)から発言の骨子が継続しており、「(教唆した者たちは)フェグース区のアルキビアデスとアイギナのアミアントスであると(述べた)」というディオクレイデスの自白内容を補完している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:59-67