- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:51-58
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンドキデスは獄中で親族たちから懇願され、無実の者たちや国家の危機を救うために真犯人を告白せざるを得なかった苦渋の決断を語り、その行動が卑劣ではなく正当であったと訴える。
λέγοντος δέ, ὦ ἄνδρες, Χαρμίδου ταῦτα, ἀντιβολούντων δὲ τῶν ἄλλων καὶ ἱκετεύοντος ἑνὸς ἑκάστου, ἐνεθυμήθην πρὸς ἐμαυτόν, ὢ πάντων ἐγὼ δεινοτάτῃ συμφορᾷ περιπεσών, πότερα περιίδω τοὺς ἐμαυτοῦ συγγενεῖς ἀπολλυμένους ἀδίκως, καὶ αὐτούς τε ἀποθανόντας καὶ τὰ χρήματα αὐτῶν δημευθέντα, πρὸς δὲ τούτοις ἀναγραφέντας ἐν στήλαις ὡς ὄντας ἀλιτηρίους τῶν θεῶν τοὺς οὐδενὸς αἰτίους τῶν γεγενημένων, ἔτι δὲ τριακοσίους Ἀθηναίων μέλλοντας ἀδίκως ἀπολεῖσθαι, τὴν δὲ πόλιν ἐν κακοῖς οὖσαν τοῖς μεγίστοις καὶ ὑποψίαν εἰς ἀλλήλους ἔχοντας, ἢ εἴπω1 Ἀθηναίοις ἅπερ ἤκουσα Εὐφιλήτου2 αὐτοῦ τοῦ ποιήσαντος; ἔτι δὲ ἐπὶ τούτοις καὶ τόδε ἐνεθυμήθην, ὦ ἄνδρες, καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν τοὺς ἐξημαρτηκότας καὶ τὸ ἔργον εἰργασμένους, ὅτι οἱ μὲν αὐτῶν ἤδη ἐτέθνασαν ὑπὸ Τεύκρου μηνυθέντες, οἱ δὲ φεύγοντες ᾤχοντο καὶ αὐτῶν θάνατος κατέγνωστο, τέτταρες δὲ ἦσαν ὑπόλοιποι οἳ οὐκ ἐμηνύθησαν ὑπὸ Τεύκρου τῶν πεποιηκότων, Παναίτιος, Χαιρέδημος, διάκριτος, Λυσίστρατος·
カルミデスがこのように語り、他の者たちも懇願し、一人ひとりが私に嘆願したとき、裁判員の方々、私は心の中でこう考えました。 「ああ、私はあらゆる災難のうちで最も恐ろしいものに陥ってしまった。私は自分の親族たちが不当に破滅させられ、彼ら自身が死刑に処されて財産が没収され、その上に、起きた事件について何一つ罪のない者たちでありながら、神々の冒涜者として石碑に刻まれるのを黙って見過ごすべきなのだろうか。さらにアテナイ人のうち三百人が不当に処刑されようとしており、国家は最大の危難のうちにあってお互いに猜疑心を抱いているというのに。それとも、実際に犯行に及んだ当人であるエウフィレートスから聞いたことを、アテナイ人たちに話すべきなのだろうか」さらに裁判員の方々、私はこれらに加えて次のことも思い巡らし、過ちを犯してその犯行を実行した者たちのことを心の中で熟考しました。すなわち、彼らのうちある者たちはすでにテウクロスに告発されて処刑されており、ある者たちは亡命して立ち去り、死刑を宣告されていたこと、そして実行犯のうちテウクロスによって告発されていなかった残りの者は四人、パナイティオス、カイレデモス、ディアクリトス、リュシストラトスであったということです。
οὓς εἰκὸς ἦν ἁπάντων μάλιστα δοκεῖν εἶναι τούτων τῶν ἀνδρῶν οὓς ἐμήνυσε Διοκλείδης, φίλους ὄντας τῶν ἀπολωλότων ἤδη. καὶ τοῖς μὲν οὐδέπω βέβαιος ἦν ἡ σωτηρία, τοῖς δὲ ἐμοῖς οἰκείοις φανερὸς ὁ ὄλεθρος, εἰ μή τις ἐρεῖ Ἀθηναίοις τὰ γενόμενα. ἐδόκει οὖν μοι κρεῖττον εἶναι τέτταρας ἄνδρας ἀποστερῆσαι τῆς πατρίδος δικαίως, οἳ νῦν ζῶσι καὶ κατεληλύθασι καὶ ἔχουσι τὰ σφέτερα αὐτῶν, ἢ ἐκείνους ἀποθανόντας ἀδίκως περιιδεῖν.
彼らは、すでに破滅した者たちの友人であったため、ディオクレイデスが告発したそれらの男たちのうちに含まれると誰よりも思われるのが当然でした。そして彼らに対しては救済がまだ確実でなかったのに対し、もし誰かがアテナイ人たちに起きた真相を話さなければ、私の近親者たちにとっては破滅が明白だったのです。それゆえ私には、いま現在生きて帰国し自分の財産を保持している四人の男たちを正当に祖国から追放するほうが、あの親族たちが不当に殺されるのを見過ごすよりも優っていると思われたのです。
εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, ἢ τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην — ἃ ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με — σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων.
それゆえ裁判員の方々、もし皆様、あるいは他の市民のうちの誰かに、あたかも私が仲間たちを破滅させ自分自身が助かるために告発したかのような――私を中傷しようと敵たちが言いふらしていたような――考えがかつて私に対して生じていたとすれば、実際に起きた事柄そのものから検討してください。
νῦν γὰρ ἐμὲ μὲν λόγον δεῖ δοῦναι τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων οἵπερ ἥμαρτον καὶ ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ· ἐγὼ γὰρ ἐφίημι· ὑμᾶς δὲ δεῖ μαθεῖν τὰ γενόμενα.
というのも今や、過ちを犯し、これらのことを行って逃亡した当人たちがその場にいながら、私自身が自分の行いについて真実とともに弁明をしなければならないからであり、彼らは私が嘘をついているか真実を語っているかを最もよく知っており、私の弁論の最中に私を論駁することが許されているのです。私がそれを許しているからです。そして皆様は起きた真相を知る必要があるのです。
ἐμοὶ γάρ, ὦ ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, ἀλλὰ πρῶτον μὲν ὑμᾶς, εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα δὲ καὶ ἡμῖν, εἶπον δὲ ἃ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.
私にとって、裁判員の方々、この裁判で最も重大なことは、生き延びた上で卑劣な人間だと思われないこと、それどころかまず皆様が、そして他のすべての者たちも、起きたことのうち何一つとして私の手によって卑劣さや臆病さによってなされたのではなく、何よりも国家に、次には我々にも降りかかった災難ゆえになされたのであり、私がエウフィレートスから聞いたことを話したのは、親族や友人たちへの配慮から、そして国家全体への配慮からであり、私の考えるところでは徳によるものであって卑劣さによるものではないと知っていただくことなのです。もしこれらのことがこの通りであるならば、私は救われ、皆様にとって卑劣な人間ではないと思われるに値すると考えます。
φέρε δή — χρὴ γάρ, ὦ ἄνδρες, ἀνθρωπίνως περὶ τῶν πραγμάτων ἐκλογίζεσθαι, ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ3 — τί ἂν ὑμῶν ἕκαστος ἐποίησεν; εἰ μὲν γὰρ ἦν δυοῖν τὸ ἕτερον ἑλέσθαι, ἢ καλῶς ἀπολέσθαι ἢ αἰσχρῶς σωθῆναι, ἔχοι ἄν τις εἰπεῖν κακίαν εἶναι τὰ γενόμενα· καίτοι πολλοὶ ἂν καὶ τοῦτο εἵλοντο, τὸ ζῆν περὶ πλείονος ποιησάμενοι τοῦ καλῶς ἀποθανεῖν·
さあ――裁判員の方々、あたかも自分自身がその災難の中にいるかのように、物事を人間らしく深く思い巡らすべきです――皆様の各々ならどうしたでしょうか。もし二つのうちいずれか一方を選ぶこと、すなわち名誉ある死を遂げるか、恥ずべき生き延び方をするかであったなら、起きたことは卑劣であると誰かが言うこともできるでしょう。もっとも、多くの者はこれですら選び、名誉ある死よりも生きることを重んじることでしょうが。
ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι4 μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺς συγγενεῖς καὶ ἀνεψιοὺς τοσούτους, οὓς οὐδεὶς ἄλλος ἀπώλλυεν ἢ ἐγὼ μὴ εἰπὼν ὡς ἕτεροι ἥμαρτον. Διοκλείδης μὲν γὰρ ψευσάμενος ἔδησεν αὐτούς, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν ἢ πυθέσθαι Ἀθηναίους πάντα τὰ πραχθέντα· φονεὺς οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἃ ἤκουσα. ἔτι δὲ τριακοσίους Ἀθηναίων ἀπώλλυον, καὶ ἡ πόλις ἐν κακοῖς τοῖς μεγίστοις ἐγίγνετο.
しかし、事態がこれらと正反対であった場合、すなわち、何一つ不敬なことをしていないのに沈黙を守って自分自身も最も恥ずべき死を遂げ、その上、父が殺され、義兄弟やこれほど多くの親族や従兄弟たちが殺されるのを黙って見過ごすことになり、彼らを破滅させるのは、他の誰でもなく、他人が罪を犯したのだと言わなかったこの私であったのです。ディオクレイデスは嘘をついて彼らを投獄したのであり、アテナイ人たちが行われたことの全容を知ることのほかに、彼らの救済は一切あり得なかったのです。したがって、私が聞いたことを皆様に話さなければ、私が彼らの殺人者となっていたのです。さらに私は三百人のアテナイ人を破滅させることになり、国家は最大の危難に陥るところだったのです。
- 51πότερα περιίδω ... ἢ εἴπω
直接疑問文における「熟慮の接続法 (deliberative subjunctive)」の並列構文(πότερα ... ἤ「〜すべきか、それとも…すべきか」)。自問自答の内的独白を直接話法で表している。
- 51ἅπερ ἤκουσα Εὐφιλήτου
動詞 ἀκούω が人(情報源)の属格 Εὐφιλήτου と、事物(内容)の対格(関係代名詞 ἅπερ)を同時に取る構文。「エウフィレートスから聞いた事柄」を意味する。
- 57ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ
ὥσπερ ἂν と分詞対格 αὐτὸν ὄντα の結合。条件文の帰結(反実仮想ないし潜在「あたかも自分が災難の中にあるかのように」)が分詞構文に圧縮された慣用表現。対格 αὐτόν は、先行する非人称表現 χρὴ ἐκλογίζεσθαι の意味上の主語(一般的不定の「人」)に一致している。
- 58ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι
ὅπου は対比の副詞節(「〜であるのに対して」)を導く。主節は ἦν を主動詞とし、述語として不定詞(ἀπολέσθαι ... περιιδεῖν)が置かれている。不定詞の意味上の主語は、行為者として与格 σιωπήσαντι αὐτῷ に置かれている(「沈黙を守った場合、自らも最も恥ずべき形で死ぬこと」)。
