← アンドキデス

秘儀について

§1-7

出廷の理由と公平な聴取の懇願

アンドキデスは、自らが逃亡を拒んで法廷に出頭した無実の確信と祖国への愛着を強調し、告発者たちに惑わされず弁護の言にも公平な好意を寄せるよう裁判員に要請する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

τὴν μὲν παρασκευήν, ὦ ἄνδρες, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν, ὥστʼ ἐμὲ κακῶς ποιεῖν ἐκ παντὸς τρόπου, καὶ δικαίως καὶ ἀδίκως, ἐξ ἀρχῆς ἐπειδὴ τάχιστα ἀφικόμην εἰς τὴν πόλιν ταυτηνί, σχεδόν τι πάντες ἐπίστασθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺς λόγους ποιεῖσθαι· ἐγὼ δέ, ὦ ἄνδρες, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρʼ ὑμῶν.

裁判員の方々、私の敵たちが、正当にも不当にも、あらゆる手段で私を害そうとする準備と執念については、私がこの都市に到着してすぐの当初から、ほぼ皆様全員がご存じであり、これらについて多くの言葉を費やす必要はまったくありません。他方、私は、裁判員の方々、正当なこと、すなわち皆様にとっては与えるのが容易であり、私にとっては皆様から得るのに極めて値打ちのあることを皆様にお願いしようと思います。

§2

καὶ πρῶτον μὲν ἐνθυμηθῆναι1 ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶς μοι ἀνάγκης οὔσης παραμεῖναι, οὔτʼ ἐγγυητὰς καταστήσας οὔθʼ ὑπὸ δεσμῶν ἀναγκασθείς, πιστεύσας δὲ μάλιστα μὲν τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ μὴ περιόψεσθαί με ἀδίκως ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίως κατά τε τοὺς νόμους τοὺς ὑμετέρους καὶ τοὺς ὅρκους οὓς ὑμεῖς ὀμόσαντες μέλλετε τὴν ψῆφον οἴσειν.

そしてまず第一に、私が今ここに来たのは、留まるべき何の強制もないのに、身元引受人を立てることもなく、投獄によって強いられたのでもなく、何よりも正義を信じ、次いで皆様をも信じて、皆様が正当な判断を下し、私が敵たちによって不当に滅ぼされるのを看過することなく、むしろ皆様自身の法律と、皆様が誓いを立ててそのもとで票を投じようとしている誓約とに従って、正当に救ってくださると信じたからであることを、心に留めていただきたいのです。

§3

εἰκότως δʼ ἄν, ὦ ἄνδρες, τὴν αὐτὴν γνώμην ἔχοιτε περὶ τῶν ἐθελοντῶν εἰς τοὺς κινδύνους καθισταμένων, ἥνπερ αὐτοὶ περὶ αὑτῶν ἔχουσιν. ὁπόσοι μὲν γὰρ μὴ ἠθέλησαν ὑπομεῖναι καταγνόντες αὑτῶν ἀδικίαν, εἰκότως τοι καὶ ὑμεῖς τοιαῦτα περὶ αὐτῶν γιγνώσκετε οἷά περ καὶ αὐτοὶ περὶ σφῶν αὐτῶν ἔγνωσαν· ὁπόσοι δὲ πιστεύσαντες μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην2 οἵαν περ καὶ αὐτοὶ περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.

また裁判員の方々、皆様が自ら進んで危機へと身を投じる者たちに対して、彼ら自身が自らに対して抱いているのと同じ考えを抱かれるのは当然のことでしょう。というのも、自らの不正を自覚して踏み止まろうとしなかった者たちに対しては、皆様が彼らについて、彼ら自身が自分自身について下したのと同じような判断を下されるのは当然だからです。これに対して、いかなる不正も働いていないと確信して踏み止まった者たちに対しては、皆様も彼らについて、彼ら自身が自らに対して抱いたのと同じ考えを抱き、不正を働いたとあらかじめ決めつけないことが正当なのです。

§4

αὐτίκα ἐγὼ πολλῶν μοι ἀπαγγελλόντων ὅτι λέγοιεν οἱ ἐχθροὶ ὡς ἄρα ἐγὼ οὔτʼ ἂν ὑπομείναιμι οἰχήσομαί τε φεύγων, — τί γὰρ ἂν καὶ βουλόμενος Ἀνδοκίδης ἀγῶνα τοσοῦτον ὑπομείνειεν, ᾧ ἔξεστι μὲν ἀπελθόντι ἐντεῦθεν ἔχειν πάντα τὰ ἐπιτήδεια, ἔστι δὲ πλεύσαντι εἰς Κύπρον, ὅθεν περ ἥκει, γῆ πολλὴ καὶ ἀγαθὴ διδομένη καὶ δωρεὰν ὑπάρχουσα; οὗτος ἄρα βουλήσεται περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ κινδυνεῦσαι; εἰς τί ἀποβλέψας; οὐχ ὁρᾷ τὴν πόλιν ἡμῶν ὡς διάκειται;3 ἐγὼ δέ, ὦ ἄνδρες, πολὺ τὴν ἐναντίαν τούτοις γνώμην ἔχω. ἄλλοθί τε γὰρ ὢν πάντα τὰ ἀγαθὰ ἔχειν στερόμενος τῆς πατρίδος οὐκ ἂν δεξαίμην· τῆς τε πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι, πολύ γʼ ἂν αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ τοῦ σώματος τοῦ ἐμαυτοῦ.

例えば現に私の場合、敵たちが『アンドキデスが留まるはずなどなく、逃亡して去ってしまうだろう。なぜなら、いったい何を望んでアンドキデスはこれほどの裁判に踏み止まるだろうか。彼にはここを立ち去ればすべての生活物資を手に入れることができ、しかも彼がやって来た地であるキプロスへ航行すれば、与えられて無償で手元にある広大で肥沃な土地があるというのに。それなのにこの男が自らの身の危険を冒そうとするだろうか。何に目を向けてのことか。我らの都市がどのような状況にあるか彼には見えていないのか』と言っていると、多くの人々が私に報告してきたときにも、しかし裁判員の方々、私はこれらとはまったく正反対の考えを抱いています。祖国を奪われて他の地にあってすべての善きものを手に入れることなど、私は受け入れたくありません。また、まさに敵たち自身が言うようにこの都市がそのような状況にあるとしても、現在おそらく極めて繁栄しているように私には思われる他の都市の市民であるよりも、むしろはるかにこの都市の市民であることを受け入れたいのです。まさにそう考えて、私は自らの身柄に関する裁定を皆様に委ねたのです。

§6

αἰτοῦμαι οὖν ὑμᾶς, ὦ ἄνδρες, εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ τῷ ἀπολογουμένῳ ἢ τοῖς κατηγόροις, εἰδότας ὅτι κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἀνάγκη τὸν ἀπολογούμενον ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύσαντες καὶ συνθέντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο· ἐγὼ δὲ μετὰ δέους καὶ κινδύνου καὶ διαβολῆς τῆς μεγίστης τὴν ἀπολογίαν ποιοῦμαι. εἰκὸς οὖν ὑμᾶς ἐστιν εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ ἢ τοῖς κατηγόροις.

そこで裁判員の方々、私は弁護を行う私に対し、告発者たちに対するよりも多くの好意を寄せてくださるようお願いいたします。たとえ皆様が同等に耳を傾けてくださるとしても、弁護を行う者が不利な立場に置かれるのは必然であると知ってのことです。告発者たちは長きにわたって謀議を巡らし準備を整え、自らは危険に身を置くこともなく告発を行ったのに対し、私は恐れと危険、そして最大の誹謗を背負いながら弁護を行っているからです。したがって、皆様が告発者たちよりも私により多くの好意を寄せてくださるのが当然なのです。

§7

ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην λαβεῖν παρὰ τῶν κατηγόρων ἢ παρὰ τῶν κατηγορουμένων· οἱ δὲ αὖ, μαρτυρήσαντες τὰ ψευδῆ ἀδίκως ἀνθρώπους ἀπολέσαντες, ἑάλωσαν παρʼ ὑμῖν ψευδομαρτυρίων, ἡνίκʼ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότʼ οὖν ἤδη πολλὰ τοιαῦτα γεγένηται, εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ κατηγόρηται ἢ μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου λόγων· εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε4 ἀπολογουμένου.

さらにまた、次のことも銘記すべきです。すなわち、すでに多くの人々が多くの恐るべき告発をなしながら、その場で偽りを述べていることがあまりにも明白に論破され、皆様が告発された者たちよりも告発者たちから処罰を取り立てることをはるかに望んだほどであったこと、また一方で、偽りの証言をして人々を不当に死に至らしめながら、被害者たちにとってはもはや何の益にもならなくなった時に至って、皆様のもとで偽証罪の有罪宣告を受けた者もいたことです。このようにすでに多くの同様の事例が生じている以上、皆様が告発者たちの言葉をいまだ信用できるものとみなさないのが当然です。なぜなら、告発された内容が恐るべきものか否かは告発者の言葉から知ることができますが、それが真実か偽りかは、弁護を行う私の言葉をもお聞きになるより前に、皆様が知ることはできないからです。

構文注4 件
  1. 2ἐνθυμηθῆναι

    直前の δεήσομαι ὑμῶν δίκαια(私は皆様に正当なことを要請する)に後続し、要請の内容を補足する不定詞構文(または命令の意味を担う不定詞)。主節の動詞 δεήσομαι に呼応して「〜を心に留めていただくこと」を表す。

  2. 3δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην

    人称構文(δίκαιός εἰμι + 不定詞)。非人称構文 δίκαιόν ἐστιν ὑμᾶς ... ἔχειν(「皆様が〜を持つのが正当である」)に相当する表現であり、主語 ὑμεῖς が δίκαιοί に一致して主格で置かれている。

  3. 4οὐχ ὁρᾷ τὴν πόλιν ἡμῶν ὡς διάκειται

    先取り構文(prolepsis)。従属節(ὡς 節)の主語となるべき「我らの都市」(ἡ πόλις ἡμῶν)が、主節の動詞 ὁρᾷ の対格目的語(τὴν πόλιν ἡμῶν)として主節に引き出されている(「我らの都市がどのような状況にあるかが彼には見えないのか」)。

  4. 7οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε

    主節が否定(οὐχ οἷόν τε)であるため、時間節を導く πρίν が ἄν と接続法(ἀκούσητε)を伴って「〜するまでは(…できない)」という限定条件を表す定型構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:1-7