← アンドキデス

秘儀について

§8-14

弁護の方針とピュトニコオスによる最初の告発

アンドキデスは出来事を時系列順に弁護する方針を示し、裁判員に先入観のない公平な聴取を求める。続いてシケリア遠征直前の民会においてピュトニコオスと召使いアンドロマコスがアルキビアデスらを秘儀冒涜の廉で告発した最初の経緯を説明し、証言を提出する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

σκοπῶ μὲν οὖν ἔγωγε, ὦ ἄνδρες, πόθεν χρὴ ἄρξασθαι τῆς ἀπολογίας, πότερον ἐκ τῶν τελευταίων λόγων, ὡς παρανόμως με ἐνέδειξαν, ἢ περὶ τοῦ ψηφίσματος τοῦ Ἰσοτιμίδου, ὡς ἄκυρόν ἐστιν, ἢ περὶ τῶν νόμων καὶ τῶν ὅρκων τῶν γεγενημένων, εἴτε καὶ ἐξ ἀρχῆς ὑμᾶς διδάξω τὰ γεγενημένα. ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν, ἐγὼ ὑμῖν ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις ὁμοίως ὀργίζεσθε,1 ἀλλʼ ἕκαστός τι ὑμῶν ἔχει πρὸς ὃ βούλοιτο ἄν με πρῶτον ἀπολογεῖσθαι· ἅμα δὲ περὶ πάντων εἰπεῖν ἀδύνατον. κράτιστον οὖν μοι εἶναι δοκεῖ ἐξ ἀρχῆς ὑμᾶς διδάσκειν πάντα τὰ γενόμενα καὶ παραλείπειν μηδέν. ἂν γὰρ ὀρθῶς μάθητε τὰ πραχθέντα, ῥᾳδίως γνώσεσθʼ ἅ μου κατεψεύσαντο οἱ κατήγοροι.

そこで私自身としては、裁判員の方々、弁護をどこから始めるべきか思案しております。告発者たちの最後の議論から始めて彼らが不法に私を告発状(エンデイクシス)で訴え出た点から論じるべきか、あるいはイソティミデスの民会決議が無効であることについて論じるべきか、それとも制定された法律や誓約について論じるべきか、それとも最初から起こった出来事を皆様に詳しく教えるべきか。そして、何が私を最も当惑させているかを皆様に申し上げますと、それは恐らく皆様の誰もが告発されたすべての事柄に対して一様に憤っているわけではなく、皆様各自が私にまず第一に弁護してほしいと望む事柄をそれぞれ抱いているからであり、しかも同時にすべてのことについて述べるのは不可能だからです。ですから、最初から起こった出来事のすべてを皆様に教え、何一つ省かないことが私にとって最善であると思われます。というのも、実際になされた事柄を正しく知っていただければ、告発者たちが私についていかに嘘八百を並べ立てたかを容易にお分かりいただけるからです。

§9

τὰ μὲν οὖν δίκαια γιγνώσκειν ὑμᾶς ἡγοῦμαι καὶ αὐτοὺς παρεσκευάσθαι, οἷσπερ ἐγὼ πιστεύσας ὑπέμεινα, ὁρῶν ὑμᾶς καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς δημοσίοις περὶ πλείστου τοῦτο ποιουμένους, ψηφίζεσθαι κατὰ τοὺς ὅρκους· ὅπερ καὶ συνέχει μόνον τὴν πόλιν, ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν.2 τάδε δὲ ὑμῶν δέομαι, μετʼ εὐνοίας μου τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι, καὶ μήτʼ ἐμοὶ ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπολογίας τότε ἤδη ψηφίζεσθαι τοῦτο ὅ τι ἂν ὑμῖν αὐτοῖς ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι.

さて、皆様ご自身が正当な判断を下す用意ができていると私は考えておりますし、これこそ私が信じて踏み止まった根拠でもあります。皆様が私的な事柄においても公的な事柄においても、誓約に従って票を投じることを最重要視しておられるのを私は見ているからです。このことこそ、事態がそのようであることを望まない者たちの意に反して、この都市を維持している唯一のものなのです。そこで皆様にお願いしたいのは、私の弁護の弁舌を好意をもってお聞きくださり、私に対する敵対者となったり、語られる言葉の裏を読もうとしたり、言質を捕らえようとしたりせず、弁護を最後まで聞き届けた上で、そのときになって初めて、皆様ご自身にとって最善であり最も誓約にかなうと思われるところに従って票を投じていただきたい、ということです。

§10

ὥσπερ δὲ καὶ προεῖπον ὑμῖν, ὦ ἄνδρες, ἐξ ἀρχῆς περὶ πάντων ποιήσομαι τὴν ἀπολογίαν, πρῶτον μὲν περὶ αὐτῆς τῆς αἰτίας ὅθεν περ ἡ ἔνδειξις ἐγένετο, διόπερ εἰς τὸν ἀγῶνα τόνδε κατέστην, περὶ τῶν μυστηρίων ὡς οὔτʼ ἐμοὶ ἠσέβηται οὐδὲν οὔτε μεμήνυται οὔθʼ ὡμολόγηται, οὐδʼ οἶδα τοὺς μηνύσαντας ὑμῖν περὶ αὐτῶν οὔτʼ εἰ ψευδῆ οὔτʼ εἰ ἀληθῆ ἐμήνυσαν· ταῦθʼ ὑμᾶς διδάξω.

裁判員の方々、前もって皆様に申し上げましたように、私は最初からすべてのことについて弁護を行ってまいります。まずは何よりも、告発状が提出され私がこの裁判に立つに至ったその原因自体について、すなわち秘儀に関して私はいかなる不敬も働いておらず、密告もしておらず、自白もしておらず、秘儀について皆様に密告した者たちが偽りを密告したのか真実を密告したのかすら私は知らないということ、これらのことを皆様にお教えいたします。

§11

ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς3 τοῖς εἰς Σικελίαν, Νικίᾳ καὶ Λαμάχῳ καὶ Ἀλκιβιάδῃ, καὶ τριήρης ἡ στρατηγὶς ἤδη ἐξώρμει ἡ Λαμάχου· ἀναστὰς δὲ Πυθόνικος ἐν τῷ δήμῳ εἶπεν ὦ Ἀθηναῖοι, ὑμεῖς μὲν στρατιὰν ἐκπέμπετε καὶ παρασκευὴν τοσαύτην, καὶ κίνδυνον ἀρεῖσθαι μέλλετε· Ἀλκιβιάδην δὲ τὸν στρατηγὸν ἀποδείξω ὑμῖν τὰ μυστήρια ποιοῦντα ἐν οἰκίᾳ μεθʼ ἑτέρων, καὶ ἐὰν ψηφίσησθε ἄδειαν ᾧ ἐγὼ κελεύω, θεράπων ὑμῖν ἑνὸς τῶν ἐνθάδε ἀνδρῶν ἀμύητος ὢν ἐρεῖ τὰ μυστήρια· εἰ δὲ μή, χρῆσθέ μοι ὅ τι ἂν ὑμῖν δοκῇ, ἐὰν μὴ τἀληθῆ λέγω. ἀντιλέγοντος δὲ Ἀλκιβιάδου πολλὰ καὶ ἐξάρνου ὄντος ἔδοξε τοῖς πρυτάνεσι τοὺς μὲν ἀμυήτους μεταστήσασθαι, αὐτοὺς δʼ ἰέναι ἐπὶ τὸ μειράκιον ὃ ὁ Πυθόνικος ἐκέλευε. καὶ ᾤχοντο, καὶ ἤγαγον θεράποντα Ἀρχεβιάδου τοῦ Πολεμάρχου· Ἀνδρόμαχος αὐτῷ ὄνομα ἦν. ἐπεὶ δὲ ἐψηφίσαντο αὐτῷ τὴν ἄδειαν, ἔλεγεν ὅτι ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γίγνοιτο μυστήρια· Ἀλκιβιάδην μὲν οὖν καὶ Νικιάδην καὶ Μέλητον, τούτους μὲν αὐτοὺς εἶναι τοὺς ποιοῦντας, συμπαρεῖναι δὲ καὶ ὁρᾶν τὰ γιγνόμενα καὶ ἄλλους, παρεῖναι δὲ καὶ δούλους, ἑαυτόν τε καὶ τὸν ἀδελφὸν καὶ Ἱκέσιον τὸν αὐλητὴν καὶ τὸν Μελήτου δοῦλον.

というのも、シケリア遠征のための将軍たち、ニキアス、ラマコス、アルキビアデスのための民会が開かれており、ラマコスの将軍旗艦がすでに出航態勢にあった時のこと、ピュトニコスが民会で立ち上がってこう言いました。 「アテナイの市民の皆様、皆様はこれほどの大軍と軍備を派遣し、危険を引き受けようとしておられます。しかし私は、将軍アルキビアデスが他者たちとともに民家で秘儀を行っていることを皆様にお示しいたします。そしてもし皆様が、私の指名する者に対して免責の決議をしてくださるなら、ここにいる男たちのひとりの召使いで、秘儀に参入していない者が、皆様に秘儀の内容を語るでしょう。もしそうでなければ、私の言うことが真実でない場合、私を皆様の思うようになさってください」アルキビアデスが激しく反論し否認したため、執務評議員(プリュタネイス)たちは秘儀非参入者を退席させ、ピュトニコスが要求した若者を迎えに自ら赴くことを決定しました。彼らは出かけていき、ポレマルコスの息子アルケビアデスの召使いを連れてきました。彼にはアンドロマコスという名がありました。そして人々が彼に免責を議決すると、彼はプルティオンの家で秘儀が行われたと述べました。アルキビアデス、ニキアデス、メレトス、彼ら自身が秘儀を執り行った張本人であり、他の者たちも同席してその行われることを見ていたこと、また召使いたちも、彼自身とその兄弟、笛吹きヒケシオス、メレトスの召使いが同席していたと述べたのです。

§13

πρῶτος μὲν οὗτος ταῦτα ἐμήνυσε, καὶ ἀπέγραψε τούτους· ὧν Πολύστρατος μὲν συνελήφθη καὶ ἀπέθανεν, οἱ δὲ ἄλλοι φεύγοντες ᾤχοντο, καὶ αὐτῶν ὑμεῖς θάνατον κατέγνωτε. καί μοι λαβὲ καὶ ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα. "Ὀνόματα.—τούσδε Ἀνδρόμαχος ἐμήνυσεν· Ἀλκιβιάδην, Νικιάδην, Μέλητον, Ἀρχεβιάδην, Ἄρχιππον, Διογένη, Πολύστρατον, Ἀριστομένη, Οἰωνίαν, Παναίτιον. " πρώτη μέν, ὦ ἄνδρες, μήνυσις ἐγένετο αὕτη ὑπὸ Ἀνδρομάχου κατὰ τούτων τῶν ἀνδρῶν. καὶ μοι κάλει Διόγνητον. "Μάρτυς ἦσθα ζητητής, ὦ Διόγνητε, ὅτε Πυθόνικος εἰσήγγειλεν ἐν τῷ δήμῳ περὶ Ἀλκιβιάδου; ἦ. οἶσθα οὖν μηνύσαντα Ἀνδρόμαχον τὰ ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γιγνόμενα; οἶδα. τὰ ὀνόματα οὖν τῶν ἀνδρῶν ἐστι ταῦτα, καθʼ ὧν ἐκεῖνος ἐμήνυσεν; ἔστι ταῦτα."

この者が最初にこれらの事柄を密告し、彼らの名を告発名簿に載せました。そのうちポリュストラトスは捕らえられて処刑され、他の者たちは逃亡して去り、皆様は彼らに死刑判決を下されました。さあ、私に彼らの名前を取って読み上げてください。 「名前一覧。――以下の者たちをアンドロマコスは密告した。アルキビアデス、ニキアデス、メレトス、アルケビアデス、アルキッポス、ディオゲネス、ポリュストラトス、アリストメネス、オイオニアス、パナイティオス」 裁判員の方々、これがアンドロマコスによってこれらの人々に対してなされた第一の密告でした。さあ、私にディオグネトスを呼んでください。 「証人――ディオグネトス、あなたはピュトニコスが民会でアルキビアデスについて告発(エイサンゲリア)を行ったとき、調査官(ゼーテーテース)でしたか?」「そうであった」「では、アンドロマコスがプルティオンの家で行われた事柄を密告したことを知っていますか?」「知っている」「では、彼が密告した人々とは、まさにこれらの名前の者たちですか?」「まさにその通りである」

構文注3 件
  1. 8ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν, ἐγὼ ὑμῖν ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις ὁμοίως ὀργίζεσθε

    関係代名詞節 ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν は主動詞 ἐρῶ の目的語として機能しているが、その具体的な内容は後続の ὅτι 節によって同格的・説明的に展開されている(先取り構文の一種)。「何が私を最も当惑させているかを申し上げると、それは皆様が……ということである」と構造を整理して読解する。

  2. 9ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν

    属格独立構文(genitive absolute)。形容詞 ἄκων(ἀκόντων)が述語、分詞 τῶν οὐ βουλομένων が意味上の主語となっている。特定の反対者たちを指しているため、否定辞には μή ではなく οὐ が用いられている。

  3. 11ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς

    与格 τοῖς στρατηγοῖς は所有の与格というよりも、「将軍たちのための民会」「将軍たちに関する民会」という関係・利害の与格(dative of reference/interest)である。遠征部隊の出航にあたり、任命された将軍たちの権限や出航準備の最終確認のために開かれた民会を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:8-14