- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.229-5.305
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
怪物が疲弊し革袋が浮上すると、漁師たちは武器を手にして猛攻を加え、傷口に汚水を注ぎ込んで怪獣を衰弱させる。瀕死の怪物は舟に繋がれ、勝利の歌とともに捕虜のように陸へと曳航される。
κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,1
屈服し、忌まわしい滅びの天秤が傾くと、
ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης
まさに最初の革袋が浮上して勝利の結末を告げ、
ἀγγέλλων, μέγα δʼ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.
狩人たちの胸に大いなる勇気を奮い立たせた。
οἶον δʼ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο
苦難に満ちた戦争から帰還する使者を、
κήρυκʼ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳφαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,
白い衣を纏い晴れやかな顔貌をしているのを見て、
αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκʼ ἀκοῦσαι,ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε
吉報を今まさに聞こうと待ちわびていた味方の戦友たちが歓喜して迎え入れるように、
ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δʼ ἄλλοι
彼らは下から昇ってくる吉報の皮を認めるとそのように歓喜した。
ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,
そして直ちに他の革袋も浮上して海から姿を現し、
βριθὺ πέλωρ σύροντες· ὁ δʼ ἕλκεται οὐλόμενος θὴρ
重い怪物を引きずり上げる。かの破滅的な獣は、
οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.
労苦と傷に心を狂わせながら、不承不承に引き寄せられる。
ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
その時、漁師たちの剛胆さが目覚め、
εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
急ぎ漕ぐ櫂で手漕ぎ舟を間近へと進める。
πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴσπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
逸る者たちの轟然たる叫び声と海上の叫喚は高く鳴り響き、
κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν
互いに戦いへと呼び立て合う。あたかも人間たちの武勇の労苦(海戦)
δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
を目の当たりにしているかのようである。それほどまでの武威が心に立ち現れ、
τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
それほどまでの喧噪と追撃への熱望が満ちているからである。
τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
遠くにいる山羊飼いや、山あいで厚い毛の羊の群れを率いる羊飼い、
αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
あるいは松を伐採する木こり、
ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων
あるいは野獣を仕留める狩人の誰かがその不穏な轟音を耳にし、
θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
驚嘆して海と渚の近くへとやって来て、
στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
突き出た崖の上に立って、
φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
海底の争闘における男たちの途方もない労苦と、
εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
驚異の狩猟の結末を見守る。消えることのない海の軍神アレースが彼らを奮い立たせるのである。
ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν
ある者は掌に鋭い三叉の銛を振りかざし、
πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσινεὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
ある者は鋭利な鏃の矢を放ち、ある者たちは湾曲した鎌を携え、
ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
またある者は両刃の牛殺しの大斧を振るう。すべての人に労苦があり、
χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
頑丈な鉄の刃が皆の手を武装させ、
βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες.
彼らは間近に突進しながら怪獣を撃ち、突き刺す。
αὐτὰρ ὅ γʼ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,
だが怪物は驕慢な武勇を忘れ果て、
οὐδʼ ἔτʼ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν
たとえ望んでも、
νῆας ἐπεσσυμένας, πτερύγων δʼ ὑπεραχθέϊ ῥιπῇ
押し寄せる舟を顎で阻む力はもはやない。
ἄκρῃ τʼ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων
ただ鰭の重々しい煽りと尾の先端で海底の波をえぐり、
ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δʼ ἐρετμῶν
舟を後方へと艫に向かって押し返し、
ἀνδρῶν τʼ ἠνορέην γνάμπτει πάλιν, ἠΰτʼ ἀήτης
櫂の働きと男たちの武勇を押し戻す。
ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·
あたかも逆風が舳先に向かって逆波を巻き起こすかのようである。
τῶν δʼ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,κῦμα δʼ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο
しかし戦いを挑もうと逸る彼らの叫び声は轟き、
ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ
全海波は破滅的な傷口から流れ出る血潮で汚れる。夥しい水は巨獣の血で泡立ち、
αἵματι κητείῳ, γλαυκὴ δʼ ἐρυθαίνεται ἃλμη.
青黒い潮は赤く染まる。
ὡς δʼ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖοκόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων
ちょうど冬の濁流が赤土の尾根から膨れ立つ湾へと下り、
ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,
渦に混じりながら血のような泥が水勢によって押し流され、
κιρναμένη δίνῃσιν· ἑκὰς δʼ ἐρυθαίνεται ὕδωρ
黄土によって遠くまで水が赤く染まり、
ξανθῆς ἐκ κονίης, λύθρος δʼ ἔχει ὥστε θάλασσαν,
血潮のような泥が海を覆うように、
ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται
そのとき海路は、
φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.
投射物によって切り裂かれた怪物が注ぎ出す血潮で真紅に染まる。
ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου
さらに彼らは汚れて苦い汚水を汲み取り、
πευκεδανὸν στάζουσʼ·2 ἡ δʼ ἕλκεσι μισγομένη ἃλς
その傷口へと注ぎ込む。その塩水が傷口に混じり合うと、
ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
あたかも火が燃え盛るように最も破滅的な死を点火した。
ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
ゼウスの鞭によって天空の火が海を渡る竜骨を打ち、
πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
煤けた突風がそれを呑み尽くし、
ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσειμισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,
神なる炎と混じり合った海がそれをなお一層激しく燃え立たせるように、
ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
腐臭を放つ悪臭の汚水の荒々しい水は、
ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
怪物の激しい傷と苦痛をさらに燃え立たせる。
ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
しかし、幾重にも切り刻まれた激痛に屈服し、
ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
今や無惨な死の門口へと運命が怪物を運ぶとき、
μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον
漁師たちは怪物を陸へと繋ぎ止め、
γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,
歓喜して引きずる。怪物は多くの逆刺に釘のように貫かれ、
πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
破滅的な死の結末にあって酒に酔ったかのように首を揺らしながら、
νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
不承不承に引かれていく。
οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
彼らは大いなる勝利の讃歌を称え、
εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ
急ぐ櫂に鋭い調子を歌いながら、
ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
櫂の進航を急ぎ海上で勝ち鬨を叫ぶ。
ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος
ちょうど海戦が決着したとき、
νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
敵船と船上の戦士たちを繋ぎ止め、
δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
歓喜して陸へと急ぎ連行し、
γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι
船漕ぎの勝利の海戦讃歌を高らかに叫び、
ναυμάχον εἰρεσίης παιήονα·3 τοὶ δʼ ἀέκοντες
かの者たちが不承不承に、
ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,
嘆きながら必然によって敵に従うように、
ὣς οἵ γʼ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης
彼らもまた塩海の恐るべき巨獣を繋ぎ留め、
γηθόσυνοι κατάγουσιν ἐπʼ ᾐόνας· ἀλλʼ ὅτε χέρσῳ
歓喜して渚へと連行する。
ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος
しかし怪物が陸地に近づいたとき、まことの破滅が怪物を駆り立てた。
- 5.229κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα
直前の箇所の末尾の接続詞 ὅτε(ὅτε... λάβῃ... μεθύῃ...)に牽引される接続法現在 κλίνηται と接続法アオリスト ῥέψῃ の並列。「滅びの天秤が傾く(ῥέψῃ... τάλαντα)」はホメロス以来の叙事詩的慣用表現であり、運命の決定と死の到来を象徴する。
- 5.279ῥόον ἄντλου πευκεδανὸν στάζουσʼ
ἄντλος は船底に溜まる汚水(ビルジ)を指す名詞で、ペウケダノス(πευκεδανός「苦い、刺激性の」)の修飾を受ける ῥόον の限定属格。傷口に塩分の濃い汚水を注ぐことで激痛を与え、怪獣にとどめを刺す戦術的行為を活写している。
- 5.301ναυμάχον εἰρεσίης παιήονα
βοόωσι(叫ぶ)に対する同格または内容限定の対格(内分対格的用法)。海戦勝利時の漕手たちが櫂の拍子に合わせて歌う鬨の声を指し、続く直喩全体を海戦の捕虜曳航になぞらえる構図を成立させている。
