- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.153-5.228
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
漁師たちは静かに接近して餌の付いた巨大な釣り針を怪物に飲ませ、空気を詰めた革袋の浮力を利用して深海へ逃げ込もうとする獲物を消耗させ、激闘の末に岸の岩へと釣り糸を繋ぎ止める。
ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
騒がしい金敷の上で破壊の具が打ち鍛えられる。
ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
彼らは速やかに豪勢な腰掛け板を備えた小舟に乗り込み、
σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,
互いに必要なことを無言の頷きで合図しながら出航し、
στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν
静かな櫂のひと掻きで海に微かな白波を立て、
ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
物音を立てぬよう細心の注意を払う。
μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
巨大な怪物がそれに気づいて身をかわし、海底深くに潜って逃げ去り、
βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.1
彼らの苦労が無に帰すことのないようにするためである。
ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ,
しかし、怪獣に近づいて戦いの業をともにするとき、
δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ
まさにそのとき舳先から恐るべき野獣の前に、欺きの災い(罠の餌)
πῆμα δόλου προὔθηκαν· ὁ δʼ ὡς ἴδε δαῖτα βαρεῖαν,
を勇敢にも差し出す。怪物は重々しい餌を目にすると、
ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·
跳びかかり、恥知らずな腹の命じるままに見過ごすことはしなかった。
μάρψε δʼ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δʼ εἴσω
襲いかかって湾曲した破滅を捉えると、
ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,
研ぎ澄まされた釣り針はたちまちその広い喉の奥深くへと沈み込み、
ἐν δʼ ἐπάγη γλωχῖσιν· ὁ δʼ ἕλκεϊ θυμὸν ὀρινθεὶς
逆刺によって突き刺さった。怪物は傷口によって心を掻き乱され、
πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,
まずは苦悶しながら破壊的な顎を激しく振り立て、
χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·
青銅の糸を粉々に砕こうと逸る。
ἀλλʼ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
しかしその労苦は空しく引き延ばされるばかりである。それから怪物は、
σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι
燃えるような苦痛に怒り狂って急ぎ進み、
δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·τῷ δὲ τάχʼ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν
海の潜流の奥処へと潜り込む。
ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισινὅσσον τʼ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
その怪獣に漁師たちはすばやく釣り糸をすべて繰り出す。というのも、人間には、
βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν
抵抗する重い巨獣を引き戻して屈服させるほどの力は備わっていないからである。もし怪物が突進して進もうとすれば、
ἑλκύσει ποτὶ βυσσόν, ὅθʼ ὁρμήσειε φέρεσθαι.
船の腰掛け板もろとも彼らを海底へと容易に引きずり込んでしまうであろう。
οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς
漁師たちは怪物が潜っていくのに対し、
πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ
釣り糸に結びつけられた、
δυομένῳ πέμπουσιν· ὁ δʼ ὀχθίζων ὀδύνῃσι
人の息で満たされた大きな革袋を直ちに水中へと送り込む。怪物は苦痛に苛まれながら革袋を気にも留めず、
ῥινῶν οὐκ ἀλέγει,2 κατὰ δʼ ἔσπασεν οὐκ ἐθέλοντας
海の表面の泡を恋い慕う革袋たちの意に反して、
ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.
それらをいとも容易に引きずり下ろす。
ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
しかし疲れ果てた心で海底に近づくと、
στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
ひどく泡を吹き、気落ちして立ち止まる。ちょうど、
ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου
標柱の折り返し点で激しい汗を流し終えた馬が、
ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
血にまみれた泡を口元に浮かべつつ曲がった轡に顎を噛み合わせ、
ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
熱い息が口から吐き出されるように、
ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
そのように怪獣も激しく喘ぎながら息を休める。
μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
しかし革袋は、怪物が底に留まろうと望んでいるにもかかわらずそれを許さず、
αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
息の力で浮き上がって速やかに上方へと急ぎ、
πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος.
水面へと飛び出す。そして怪物にはまた別の戦いが立ち現れる。
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσιῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
そこで怪物はまず、顎を使って無駄な攻撃を繰り出し、
δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,
後方へと引き戻す革袋を撃退しようと焦る。しかしそれらは飛び上がって怪物を待つことはなく、
φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
逃げ惑う生けるもののように逃げ去る。
αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,
怪獣は苛立ちながら再び最深部の海へと突進し、
πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,
ある時はやむを得ず、ある時は自ら進んで、
ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
引いたり引き戻されたりしながら、数多くの渦を巻いて身をよじる。
ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσιπρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλλην
ちょうど木こりたちが鋸をせわしなく動かして共同の労働に励み、
χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,
竜骨やその他船乗りたちに必要な部材を急ぎ仕上げようとするとき、
ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου
両者が押し当てられた鉄の荒々しい力を引き戻し、
ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων
歯の列が決して一つの道にとどまることなく、
τέτραπται μίαν οἶμον, ἐπειγόμενος δʼ ἑκάτερθεν
両側から急き立てられて叫びを上げ、木を挽き、
κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
絶えず交互に引き戻されるように、
τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ
引き上げられる残忍な獣と他方から無理に引っ張られる革袋との間にも、
νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θʼ ἑτέρωθεν.
同様の争いが繰り広げられる。
πολλὴν δʼ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην
怪物は苦痛に沸き立ちながら、
παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε
血に染まった多くの飛沫を海面の上に吐き出し、
μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
狂乱した息吹が水中で轟き、
ἀμβολάδην· φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν
水はその周囲で泡立ちながら唸りを上げる。あたかも悪しき風を吹かせるボレアースのすべての息吹が、
κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.3
波の下に隠れて宿っているかのようである。
τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ
それほど激しい息が荒々しい力で吐き出され、
δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
膨れ上がる波立ちの中で渦巻く密な渦が、
οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.
裂かれた海路の波をえぐり取る。
οἷον δʼ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντοςΤυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ
ちょうどイオニア海の入り口と轟くティレニア海の狭間の海峡の裂け目が、
εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος
テュパオーンの荒々しい息吹によって狂い乱れて渦を巻き、
μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες
恐ろしい渦巻きが伸びて速い波を曲げ、
κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,
黒いカリュブディスが轟音を立てて引き戻す渦に引かれて回転するように、
ὣς τότε κητείοισιν ὑπʼ ἄσθμασι χῶρος ἁπάντῃ
そのときアムピトリーテーの領域は怪物の息吹によって至る所で引き裂かれ、
ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.
幾つもの渦を巻いて回転する。
ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων
その時、漁師の一人が船腹の深い小舟を素早く漕いで陸へと向かい、
ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρηςὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,4
海岸の岩から釣り糸を結びつけ、
πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.
船尾のとも綱で船を繋ぎ止めたかのようにして、直ちに戻ってくる。
τὸν δʼ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δʼ ὀδυνάων
そして暴れ回る怪物が飽和(疲労困憊)に捉えられ、
θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ
激痛のために凶暴な獣が酩酊したようになり、疲労によってその荒々しい心臓が……
- 5.159ἅλιον δέ κε μόχθου ἄροιντο
接続詞 μή に導かれる否定目的節の動詞(μάθοι, νέοιτο)に続いて、小辞 κε(ἄν) を伴う希求法 ἄροιντο が並列されている。純粋な忌避目的から離れ、「そうして徒労を被ることになる(かもしれない)」という潜在的・帰結的なニュアンスを表す構文転換である。なお μόχθου は動詞 ἄρνυμαι の目的語として属格(部分属格的)にとるか、あるいは写本異読 μόχθον(対格)に準じる表現である。
- 5.180ῥινῶν οὐκ ἀλέγει
動詞 ἀλέγω(心にかける、顧みる)が支配する目的格的属格。ここでの ῥινῶν は解剖学的な「鼻」(ῥίς, ῥινός)ではなく、「革、獣皮」(ῥινός, ῥινοῦ)を指しており、前行の「人の息を満たした革袋」(ἀσκοὺς ... πνοιῆς ἀνδρομέης πεπληθότας)を換喩的に言い換えたものである。
- 5.210φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι
φαίης κεν(ἄν+希求法2人称単数)による「誰であれ〜と言うだろう」という潜在表現(定型的な情景描写の慣用句)。これに不定詞構文(対格不定詞)πᾶσαν ἀϋτμὴν ... αὐλίζεσθαι(すべての息吹が宿っている)が従属し、分詞 κευθομένην(隠された)が主語対格 ἀϋτμήν を修飾している。
- 5.224κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε
ἄν を伴わない一連のアオリストおよび現在希求法(κατάγοιτο, ἅψαιτο, νοστήσειε)は、教訓詩において典型的な手順・手順の展開を活写する「指示的・描写的希求法」(または潜在希求法からの ἄν の脱落)として機能している。主語は不定代名詞 τις であり、「そのとき誰かが……して戻るのがよい/戻るであろう」という一般的行動を述べている。
