- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.566-3.648
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
メカジキ、サバ、マグロ、ダツ、タイなどの魚が自らの愚かさや習性によって捕獲される様を描き、続いて地中海に回遊するマグロの大規模な回遊路と、見張り番や都市のごとき網を用いた伝統的なマグロ漁の様子を活写する。
ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.
かくして船の似姿はメカジキをも欺いたのである。
καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
また実に、網の曲がりくねった抱擁の中に包囲されたメカジキも、
κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν
その愚行によって大いに愚かにも破滅する。
ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω
逃れ出ようと熱望して跳ね上がるものの、
χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν
編み合わされた罠の近さに怯えて再び後ろへと退く。自らの顎から生え揃っているような武器のことも念頭になく、
ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,
臆病にも息絶え絶えの心で留まり、
ὄφρα μιν ἐξερύσωσιν ἐπʼ ᾐόνας· ἔνθα δὲ δούροις
ついには人々が彼を岸辺へと引き上げるまでそのままでいる。
ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες
そこで男たちは続けざまに槍を勢いよく振り下ろし、
κρᾶτα συνηλοίησαν, ὁ δʼ ὄλλυται ἄφρονι πότμῳ.
その頭を打ち砕き、彼は愚かな死によって命を落とす。
ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον
愚行はサバをも、肥えたマグロをも、
καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.
ダツをも、広く散在するタイの群れをも捕らえた。
σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶταςἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον
サバたちは網の中に縮こまっている仲間たちを見て、
ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας
網の無数の目を持つ破滅の中へと潜り込むことを欲する。
τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
見つめる彼らの内にそのような悦びが入り込むのだ。それはあたかも、
οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴνμαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσιψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι
燃え盛る火の輝く煌めきを見て光に温められて笑い、
νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
触れようと欲して無邪気な手を炎へと伸ばす世間知らずの子供たちに似ている。だがたちまち火は彼らにとって敵意あるものと現れる。
ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
そのように彼らは帰ることなき待ち伏せの潜み場へと飛び込むことを欲し、
ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.
邪悪な欲望に行き逢うのである。
ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισιἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
そこで、より広い網目に突入した者たちは外へと飛び出すが、
πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
狭い通路に閉じ込められた者たちは締めつけられる過酷な死を遂げて耐え忍ぶ。
πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
網が岸へと引き揚げられるとき、
ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
両側から木釘で留められたかのようにしっかりと嵌まり込んだ多くの魚を諸君は目にするであろう。
τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
ある者たちは今なお破滅の網に入ろうと思い定めており、
τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
ある者たちはすでに災いから逃れ出ようと焦りつつ、
ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
内側から湿った結び目に捕らえられているのだ。
θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
一方、マグロたちもまた、
ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
その愚行によってサバたちと同等の苦難を味わう。というのも、彼らにも同様の破滅への欲望が降りかかり、
ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
欺きの網の脇腹へと混じり込もうとするからである。
ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
しかし彼らにとって腹の奥深くへと潜り込むことはできず、
ἐσδύνειν,1 σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,
曲がった歯で突進し、
σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
自らの巨体に十分な通路を切り開こうと目論む。
ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
だが押し当てられた歯に湿った糸がぴんと張り、逃れる術は全くなく、
ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
口の周りの縛めの中で苦しみながら、
ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
浅はかさゆえに捕らえられて陸へと引きずり上げられる。
καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον
またダツの気性も実にその通りである。
δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
彼女らは網の懐から逃れ出て苦難の外に出ると、再び取って返し、
δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
網糸に憤怒して噛みついては鋸引きのように歯を食い込ませる。だが網糸は彼女らの口の奥へと潜り込み、
ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
内側にある密集した歯を頑なに拘束するのである。
αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
一方、
κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
タイたちは分かたれた均等な隊列をなして進む。彼らに人が釣り針を投げ入れると、
οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
全員が顔を背け、
πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
互いに横目を向け合って近づこうとはしない。
ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
しかし、ある者が別の列から前へ躍り出てすばやく餌を奪い去ると、
ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
そのとき別の者も心に勇気を受け入れ、
ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
釣り針に近づいては引き上げられる。彼らは互いを見合い、
ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
ご馳走を喜んで、引き上げられながらも心を躍らせ、
ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
玩具に歓声を上げる子供たちのように、
πρῶτος ἁλούς,2 ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
誰が真っ先に捕らえられて死ぬかを競い合い先を争うのだ。
θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται
さて、
Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
マグロの種族は広々とした大洋から生じたものである。彼らは春の生殖の狂気に駆り立てられると、
εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
我らが海の領域へと進んでくる。
τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
彼らをまず初めにイベリアの海水のただ中で、
ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
剛力を誇るイベリアの男たちが捕獲する。
δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
二番目にはローヌ川の河口の傍らで、狩人たるケルト人たちと、
Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
ポカイアに由来する古き定住者たちが。
τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
三番目には、トリナクリア島の住民たちや、
ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
ティレニア海の波濤の傍らに住む者たちが捕獲する。
ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
そこから彼らは無辺の深みにおいて思い思いに散らばり、
κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
海全体を回遊する。
πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
春のマグロの大軍が突進するとき、
ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
魚を突く者たちには途方もなく巨大な獲物が現れる。
χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
彼らはまず第一に、
οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαιςοὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
覆いかぶさる崖の下で狭すぎることもなく、風が吹き荒れすぎることもなく、
καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
澄んだ大気と風を遮る隠れ場との程よい釣り合いを備えた海の場所を選び出す。
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
そこでまず第一に、熟練したマグロ見張り番が直立する高い丘へと登り、
ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσαςπαντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
やって来るあらゆる群れを、
πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα
それがどのようなものでどれほどの規模であるかを見定めて仲間に知らせる。するとたちまち、
ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
すべての網が都市のように波間に前進して設営される。
δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
その網の中には門番がおり、門があり、奥深い通路があるのだ。
οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
マグロたちは、部族ごとに進軍する兵士の陣列のように、
ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
素早く列をなして突き進む。ある者は若く、
ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
ある者は年老い、
ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
ある者は壮年の盛りである。彼らは果てしない数となって網の内側へと流れ込む。
εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
彼らが望むかぎり、
δίκτυον·3 ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.
そして網が集められた魚たちを引き上げるまでそうするのである。こうして豊かで際立った狩りが打ち立てられる。
- 3.599ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω / ἐσδύνειν
非人称動詞(ἔστι または ἔξεστι)の省略を伴う構文で、「彼らにとって(網の)腹の内部へと深く潜り込むことはできない」の意。与格 κείνοισιν と不定詞 ἐσδύνειν が結びつき、可能を表す述語が補われる。叙述不定詞(独立不定詞)として「彼らは潜り込もうとはしない」と取る余地もあるが、サバとは異なり体躯の都合で網目をすり抜けて中に入り込めないという物理的制約を述べている文脈から、可能の動詞の省略と解するのが妥当である。
- 3.618σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι / πρῶτος ἁλούς
関係代名詞 ὅς に法小辞 κε と接続法 θάνῃσι が結合した節が、副詞 ὑποφθαδόν(互いに先んじようとして)の目的・内容を補足する間接疑問的・競争目標節として機能している。「誰が最初に捕らえられて死ぬか(を競って)互いに先を争う」の意。
- 3.647εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται / δίκτυον
法小辞 κεν を含む叙事詩的接続詞 εἰσόκεν(=εἰς ὅ κεν)が接続法(ἱμείρωσι, ἀνέληται)を支配する構文。接続詞 καί の前後で主語が転換しており、前半 ἱμείρωσι の主語は前出のマグロの群れ、後半 ἀνέληται の主語は後置された名詞 δίκτυον である。分詞 ἀγρομένους は ἀγείρω の叙事詩的無重複アオリスト中動分詞で、受動の意味(集められた魚たち)として網の目的語になっている。
