- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.485-3.565
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ミントを混ぜた餌に疑いながらも近寄るボラの生態と釣り上げ方が語られ、続いてメカジキを獲るための特殊な二段仕掛けの釣り針や、船を同類に偽装するティレニア地方の漁法が描かれる。
πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην
固めた乳の賜物(凝乳)とともに。
τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
人々はこれらに香り高き草ミントを混ぜ合わせた。
φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
ミントはかつて地下の娘、コキュートス川のニュムペーであったと人々は言う。
κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
彼女はアイドーネウスの褥に侍った。
Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
しかし彼がアイトナ山の岩峰から乙女ペルセポネーを奪い去ったとき、
δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
そのとき傲慢な言葉を叫び、
ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
嫉妬に狂って不遜にも荒れ狂うミントに対し、
Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
怒ったデーメーテールは履物で踏みつけて粉々に砕いた。
φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
というのも彼女は、自分の方が容姿も気高く、
Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴνεὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων
浅黒い瞳のペルセポネーよりも美しいと語り、アイドーネウスは我がもとへと帰り、
ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
ペルセポネーを館から追放するであろうと豪語したからである。かくも無分別な破滅の言葉が彼女の舌から飛び出したのだ。
ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
そして彼女の名を冠した取るに足らない草が地から生え出でた。
τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
人々はこの草を練り混ぜて釣り針に付けたのである。
κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
ボラはほどなく、その匂いが届くと近づき、
λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
まず釣り針から離れた場所に立って横目で罠を見つめる。
ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
それは、往来の激しい三叉路に行き当たって立ち止まり、思案して、
ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
心が左の道へ進むべきか右の道へ進むべきかと思い巡らす旅人の男に似ている。
ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
男は両側を見渡し、心は波のように揺れ動き、
εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
ようやく遅くになって一つの決断に手を伸ばす。
ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
そのようにボラもまた、
θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
罠か無害な食べ物かと思い巡らし、心は千々に乱れる。
ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
ようやく思いが促して破滅の近くへと進むが、
αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη
すぐに怯えて退く。
εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
触れようとするたびに何度も恐怖が捕らえ、突進する勢いを引き戻すのだ。
ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
それはあたかも、
μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
母の留守中に食べ物や何かしら別のものを欲しがる幼い童女が、
ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
母の怒りを恐れて触れることもできず、
ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
かといって欲しがりながら諦めるにも忍びず、
αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
こっそり忍び寄ってはまた身を引いて、心には時に勇気が、
ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
時に恐ろしい怯えが湧き起こり、
ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
鋭い視線をつねに入り口へと張り詰めているようなものである。
ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
そのようにこの穏やかな魚も、進んでは身を翻す。
ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως
しかし勇気を奮って間近に近づいても、すぐには餌に触れず、
ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
その前に尾で釣り針を払って刺激し、
ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
万一にも肉に生命の温もりがないかを確かめる。
ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
生きているものを食べることは、ボラたちにとって誓って禁忌だからである。
δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
それから口先で周りをこそげ落とすように餌を少しずつ齧る。
πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
漁師はすかさず青銅の針で煽り立てて貫く。
ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
あたかも御者が轡の硬い締めつけによって荒馬を制するように、
ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
ぐっと引き上げ、悶え狂う魚を仇敵たる陸の上へと投げ落とす。
καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
人々は破滅をもたらす釣り針によってメカジキをも欺いた。
ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις·
しかしメカジキに訪れる死はあのようなものではなく、他の魚たちと同じでもない。
οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
釣り針の上に直接餌を設えるのではないからである。
ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
むしろ針自体は裸のままで欺きもなく垂れ下がり、
μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·1
逆向きの二つの鏃で尖らされている。
τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθεμαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου
その釣り針から三掌ほど上の糸に、
δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,
白い魚の柔らかい一匹を口の端から巧みに結びつける。猛り狂ったメカジキがやって来ると、
αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
激しい太刀をもってたちまちその魚の体を切り刻む。
τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
魚が断ち切られると身の部分が結び目から滑り落ち、
αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
釣り針の顎そのものに巻き付く。
αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν
メカジキは曲がった罠とは知らず、重いご馳走を呑み込み、
δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
男の剛力によって釣り上げられるのだ。
πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
狩人たちはメカジキに対して多くの装備を整えるが、
ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
とりわけトゥッレーニアの海の通り道や、聖なる都市マッサリアの周り、
ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·
またケルト人の海域で狩る者たちがそうである。
κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι
そこには途方もなく大きく、
ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
魚たちとは似ても似つかぬ巨大で近寄りがたいメカジキが棲息しているからである。
οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσικαὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
彼らはメカジキそっくりに模した小舟を造り、
ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,
魚の胴体と剣を設えて真っ向から進める。
ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,2
メカジキは立派な漕ぎ座のある船を見ているとは信じず、
ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
同じ種族の別のメカジキだと思い込んで狩りから身を引こうとしない。
πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,
男たちが四方から取り囲むまでそのままでいるのだ。そして三叉の銛に貫かれて初めて自らの破滅に気づくが、
αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
逃げ去ろうと願っても力はなく、
φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα
必然の定めによって屈服する。
φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν
勇猛な魚はしばしば身を守ろうとして船の脇腹をその剣で貫通させることもあるが、
ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς
人々は青銅の斧の一撃で素早くその顎から剣のすべてをへし折る。
ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.
すると船の傷口には折れた剣が栓となって填まり込み、魚は力を奪われて引き上げられるのだ。
ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,
それはあたかも、戦において敵に謀略を企て、
ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,
城壁と都市の内部に入り込もうと望む者たちが、
ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν
討ち死にした死体から武具を剥ぎ取り、
αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·
自ら身にまとって城門の近くへと駆け寄るようなものである。
οἱ δʼ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις
門番たちは急ぎ戻ってきた自軍の市民と思って扉を開け放ち、
ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·3
その同輩たちを見て喜ぶことはないのである。
- 3.533μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς
分詞 ἀκαχμένου(与格/属格ではなく対格男性単数)は前行の主語 τὸ μὲν [sc. ἄγκιστρον] を修飾する離隔構文(hyperbaton)である。μηρίνθου は「釣り糸から(垂れ下がっている)」の離脱・起点の属格、または奪格的属格として ᾐώρηται に係り、διπλῇσιν ἔμπαλιν αἰχμαῖς は「逆向きの二つの切っ先によって」を意味する手段・具格の与格である。
- 3.550ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι
思考・確信を表す動詞 ἐλπόμενος が不定詞 ὁράασθαι を伴い、その否定に οὐ ではなく μή を取っている。確信・誓言・予期を表す動詞が不定詞を導く際に、話者の主観的判断・期待を反映して否定小辞 μή が用いられる詩的・古典的な構文である。
- 3.565ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις
直説法現在 ἀγκλίνουσι にアオリスト γήθησαν が等位接続されている。このアオリストは直前の現在時制と同列に置かれた直言的・格言的アオリスト(gnomic aorist)であり、比喩部において「開けてみたものの、結局その仲間を見て喜ぶことはなかった」という必然的結末を生き生きと描く表現である。
