← デモステネス

第二十一弁論 メイディアス弾劾

§167-173

艦長職の私的悪用と公役による免責の否定

デモステネスは、メイディアスが艦長職を自らの資材運搬などの私利に悪用した事実を証言によって暴露し、たとえ公役を果たしたとしても傲慢な暴行を免責される特権にはなり得ず、むしろ彼は過分な官職と名誉を既に受けておきながら数々の不正を重ねてきたと弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§167

καὶ γὰρ αὖ τοῦτο. τῶν ἄλλων ἁπάντων τῶν ἐπιδόντων τριηράρχων παραπεμπόντων ὑμᾶς ὅτε δεῦρʼ ἀπεπλεῖτʼ ἐκ Στύρων, μόνος οὗτος οὐ παρέπεμπεν, ἀλλʼ ἀμελήσας ὑμῶν χάρακας καὶ βοσκήματα καὶ θυρώμαθʼ ὡς αὑτὸν καὶ ξύλʼ εἰς τὰ ἔργα τὰ ἀργύρειʼ ἐκόμιζεν, καὶ χρηματισμός, οὐ λῃτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τούτῳ. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω σύνιστε μὲν τὰ πολλὰ τούτων, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ. ΜΑΡΤΥΡΕΣ "Κλέων Σουνιεύς, Ἀριστοκλῆς Παιανιεύς, Πάμφιλος, Νικήρατος Ἀχερδούσιος, Εὐκτήμων Σφήττιος, καθʼ ὃν καιρὸν ἐκ Στύρων ἀπεπλέομεν δεῦρο τῷ στόλῳ παντί, ἐτύχομεν τριηραρχοῦντες καὶ αὐτοὶ καὶ Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν. παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει,1 καὶ τῶν τριηράρχων ἐχόντων παράγγελμα μὴ χωρίζεσθαι ἕως ἂν δεῦρο καταπλεύσωμεν, Μειδίας ὑπολειφθεὶς τοῦ στόλου, καὶ γεμίσας τὴν ναῦν ξύλων καὶ χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν, κατέπλευσεν εἰς Πειραιᾶ μόνος μεθʼ ἡμέρας δύο, καὶ οὐ συγκατέστησε τὸν στόλον μετὰ τῶν ἄλλων τριηράρχων." εἰ τοίνυν ὡς ἀληθῶς, ἄνδρες Ἀθηναῖοι, οἷάπερ φήσει καὶ καταλαζονεύσεται πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα, τοιαῦτʼ ἦν αὐτῷ τὰ λελῃτουργημένα καὶ πεπραγμένα, καὶ μὴ τοιαῦθʼ οἷʼ ἐγὼ δεικνύω, οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν.2 ἐγὼ γὰρ οἶδʼ ὅτι πολλοὶ πολλὰ κἀγάθʼ ὑμᾶς εἰσιν εἰργασμένοι, οὐ κατὰ τὰς Μειδίου λῃτουργίας, οἱ μὲν ναυμαχίας νενικηκότες, οἱ δὲ πόλεις εἰληφότες, οἱ δὲ πολλὰ καὶ καλὰ ὑπὲρ τῆς πόλεως στήσαντες τρόπαια·

さらにまた、次のようなこともあります。寄付を行った他のすべての艦長たちが、あなたがたがステュラから当地へと船で帰還する際に護送していた時、この男一人だけが護送せず、あなたがたを無視して、自分のところへ運ぶ杭や家畜や扉の板、銀鉱山へと運ぶ木材を輸送していたのであり、この忌まわしい男にとって艦長職は私利の追求であって公役ではなかったのでした。もっとも、私が真実を述べていることはこれらの大半についてあなたがたがご承知のことですが、それでもあなたがたのために証人たちを喚問いたします。 証人たち「スニオン区のクレオン、パイアニア区のアリストクレス、パンピロス、アケルドウス区のニケラトス、スペットス区のエウクテモンは証言する。ステュラから艦隊全体で当地へと船で帰還した際、私たち自身も、私たちが彼のために証言しているデモステネスによって現在告発されているメイディアスも、艦長を務めていた。全艦隊が隊列を組んで航行し、各艦長には当地に入港するまで離脱しないよう指示が出ていたにもかかわらず、メイディアスは艦隊から遅れ、船に木材、杭、家畜、その他諸々の品を積み込み、二日遅れで一人ペイライエウスに入港し、他の艦長たちとともに艦隊を帰港させなかった」それゆえアテナイの皆さん、彼がまさに今からあなたがたに向かって語り、自慢げに誇張するであろう通りのことが、仮に本当に彼の果たした公役であり功績であって、私が示しているようなものではなかったとしても、そのような場合でさえ、彼が犯した数々の傲慢な振る舞いに対する罰を公役によって逃れることは、到底正当化され得ないはずです。というのも、メイディアスの公役などとは比べものにならないほど、あなたがたに数々の偉大で善い働きをなした多くの人々がいることを私は知っているからです。ある者は海戦に勝利し、ある者は諸都市を奪取し、ある者は都市のために多くの輝かしい戦勝記念碑を建てました。

§170

ἀλλʼ ὅμως οὐδενὶ πώποτε τούτων δεδώκατε τὴν δωρειὰν ταύτην οὐδʼ ἂν δοίητε, ἐξεῖναι τοὺς ἰδίους ἐχθροὺς ὑβρίζειν αὐτῶν ἑκάστῳ, ὁπότʼ ἂν βούληται καὶ ὃν ἂν δύνηται τρόπον. οὐδὲ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι· τούτοις γὰρ δὴ μέγισται δέδονται δωρειαὶ παρʼ ὑμῶν καὶ ὑπὲρ μεγίστων. οὐδʼ ἂν ἠνέσχεσθε, εἰ προσέγραψέ τις ἐν τῇ στήλῃ ἐξεῖναι δὲ καὶ ὑβρίζειν αὐτοῖς ὃν ἂν βούλωνται· ὑπὲρ γὰρ αὐτοῦ τούτου τὰς ἄλλας ἔλαβον δωρειάς, ὅτι τοὺς ὑβρίζοντας ἔπαυσαν.

それにもかかわらず、あなたがたは彼らの誰に対しても、各自の個人的な敵に対して望む時に、可能などのような方法ででも傲慢に振る舞うことを許すという特権など与えたことはありませんし、与えるはずもありません。ハルモディオスとアリストゲイトンに対してさえそうではありませんでした。彼らにはあなたがたから最大の功績に対して最大の特権が与えられたのです。もし誰かがその石柱に、「また、彼らが望む誰に対しても傲慢に振る舞うことを許す」と書き加えたとしたら、あなたがたは決して容認しなかったでしょう。彼らが他の特権を受けたのは、まさにそのことのため、すなわち傲慢に振る舞う者たちをやめさせたことのゆえであったからです。

§171

ὅτι τοίνυν καὶ κεκόμισται χάριν, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν, οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν (μικρὰ γὰρ αὕτη γέ τις ἦν), ἀλλὰ καὶ τῶν μεγίστων, καὶ τοῦτο βούλομαι δεῖξαι, ἵνα μηδʼ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν, ὄντα τοιοῦτον οἷός ἐστι, καὶ πάλιν ἵππαρχον, ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον, καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην, καὶ τὰ τοιαῦτα δή.

それゆえアテナイの皆さん、彼が自ら果たした公役にふさわしい恩恵(そもそもそれは極めて小さなものでしたが)のみならず、最大の公役にふさわしい恩恵をも、すでにあなたがたから受け取っているということを私は示したいのです。それは、あなたがたがこの忌まわしい男に対して何ら負い目があるなどと考えないようにするためです。実際、アテナイの皆さん、あなたがたは彼がこのような男であるにもかかわらず、パラロス号の管理官に選出しましたし、また公的な行列で馬に乗ってアゴラを通ることもできないのに騎兵隊長に、さらには密儀の監督官、かつては犠牲祭執行官、牛の購入官など、その類いの役に任命したのです。

§172

εἶτα πρὸς τῶν θεῶν τὸ τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν καὶ πονηρίαν ταῖς παρʼ ὑμῶν ἀρχαῖς καὶ τιμαῖς καὶ χειροτονίαις ἐπανορθοῦσθαι μικρὰν ὑπολαμβάνετʼ εἶναι δωρειὰν καὶ χάριν; καὶ μὴν εἴ τις αὐτοῦ ταῦτʼ ἀφέλοιτο ἱππάρχηκα, τῆς Παράλου ταμίας γέγονα, τίνος ἔστʼ ἄξιος οὗτος;

そうであるならば、神々に誓って申しますが、生まれつきの邪悪さや臆病さや不道徳さを、あなたがたからの官職や栄誉や選出によって覆い隠し立て直してもらったことが、小さな贈り物や恩恵であるとお考えでしょうか。ましてや、もし誰かが彼からこれら、「私は騎兵隊長を務めた、パラロス号の管理官であった」という肩書を取り去ったなら、この男に何の価値が残るというのでしょうか。

§173

ἀλλὰ μὴν κἀκεῖνό γʼ ἐπίστασθε, ὅτι τῆς μὲν Παράλου ταμιεύσας Κυζικηνῶν ἥρπασε πλεῖν ἢ πέντε τάλαντα, ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην, πάντα τρόπον περιωθῶν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκεν, τὰ χρήματα δʼ αὐτὸς ἔχει· ἵππαρχος δὲ χειροτονηθεὶς λελύμανται τὸ ἱππικὸν ὑμῶν, τοιούτους θεὶς νόμους οὓς πάλιν αὐτὸς ἔξαρνος ἦν μὴ τεθεικέναι.3

さらにあなたがたは、次のことも知っておられます。彼がパラロス号の管理官であった時、キュジコス人たちから五タラントン以上を奪い取り、その罪で処罰されないようにあらゆる手段で人々を圧迫し追い立て、条約を乱して、あの都市を我々の都市の敵となし、金は自身で握っていることを。また、騎兵隊長に選出されたときには、後になって、自分が制定したことを自ら否認するような法律を制定して、あなたがたの騎兵隊を台無しにしてしまったことを。

構文注3 件
  1. 168παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει

    名詞 τοῦ στόλου(単数)に対して分詞 πλεόντων(複数)が一致している構文(意味上の呼応、constructio ad sensum)。集合名詞 στόλος が構成員たち(各船の乗組員や指揮官たち)を意味するため、意味に合わせて複数分詞が取られている独立属格構文である。

  2. 169οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν

    非人称構文(οὐκ ἂν δίκαιον ἦν αὐτὸν ἐκφυγεῖν…)に代えて、主語に人を立てる人称構文(δίκαιος ἂν ἦν+不定詞 ἐκφυγεῖν)が用いられている。また、ὧν ὕβρικεν は τούτων ἃ ὕβρικεν の関係代名詞の誘引(先行詞の属格への同化)である。

  3. 173ἔξαρνος ἦν μὴ τεθεικέναι

    否定・否認を意味する表現(ἔξαρνος εἶναι)の補足不定詞に伴う余剰な否定辞 μή。否認内容(「制定しなかった」ではなく「制定した」こと)を否定するギリシア語の慣用構文であり、文脈上は「制定したことを否認した」の意味になる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:167-173