- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:159-166
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスは、メイディアスの私的な贅沢は市民の利益にならず、彼が自慢する三段櫂船の寄付もタミュナイ救援への騎兵としての出征を逃れるための口実にすぎなかったことを暴露し、病弱でありながら公役と兵役を両立させた他の市民たちと対比してその卑劣さを告発する。
ἐγὼ δʼ ὅσα μὲν τῆς ἰδίας τρυφῆς εἵνεκα Μειδίας καὶ περιουσίας κτᾶται, οὐκ οἶδʼ ὅ τι τοὺς πολλοὺς ὑμῶν ὠφελεῖ· ἃ δʼ ἐπαιρόμενος τούτοις ὑβρίζει, ἐπὶ πολλοὺς καὶ τοὺς τυχόντας ἡμῶν ἀφικνούμενʼ ὁρῶ. οὐ δεῖ δὴ τὰ τοιαῦθʼ ἑκάστοτε τιμᾶν οὐδὲ θαυμάζειν ὑμᾶς, οὐδὲ τὴν φιλοτιμίαν ἐκ τούτων κρίνειν, εἴ τις οἰκοδομεῖ λαμπρῶς ἢ θεραπαίνας κέκτηται πολλὰς ἢ σκεύη, ἀλλʼ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ,1 ὧν ἅπασι μέτεστι τοῖς πολλοῖς ὑμῶν· ὧν οὐδὲν εὑρήσετε τούτῳ προσόν.
メイディアスが己の私的な贅沢や余剰のために取得している品々が、あなたがた大衆に何の役に立っているのか私には分かりません。しかし、彼がこれらに思い上がって傲慢に振る舞い、我々の多数の者やごく普通の市民たちにその横暴が及んでいるのを私は目撃しています。したがって、誰かが豪勢に家を建てるとか、大勢の女召使いや調度品を所有しているといったことによって、あなたがたが都度こうした振る舞いを称賛したり驚嘆したり、これらに基づいて公共奉仕への熱情を判断したりすべきではありません。むしろ、あなたがた大衆の誰もが与りうる事柄において輝かしく熱意ある人物こそを評価すべきなのです。しかし、彼にはそうした美点が何一つ備わっていないことがお分かりになるでしょう。
ἀλλὰ νὴ Δία τριήρη ἐπέδωκεν· ταύτην γὰρ οἶδʼ ὅτι θρυλήσει, καὶ φήσει ἐγὼ ὑμῖν τριήρη ἐπέδωκα. οὑτωσὶ δὴ ποιήσατε. εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλοτιμίας εἵνεκα ταύτην ἐπέδωκεν, ἣν προσήκει τῶν τοιούτων ἔχειν χάριν, ταύτην ἔχετʼ αὐτῷ καὶ ἀπόδοτε, ὑβρίζειν δὲ μὴ δῶτε· οὐδενὸς γὰρ πράγματος οὐδʼ ἔργου τοῦτο συγχωρητέον. εἰ δὲ δὴ καὶ δειλίας καὶ ἀνανδρίας εἵνεκα δειχθήσεται τοῦτο πεποιηκώς, μὴ παρακρουσθῆτε. πῶς οὖν εἴσεσθε; ἐγὼ καὶ τοῦτο διδάξω· ἄνωθεν δέ, βραχὺς γάρ ἐσθʼ ὁ λόγος, λέξω.
「だがゼウスに誓って、彼は三段櫂船を寄付した。」彼がこのことを口を極めて吹聴し、こう言うであろうことは私も知っています。 「私はあなたがたに三段櫂船を寄付した」と。 では、このように対処してください。アテナイの皆さん、もし彼が名誉を重んじる心からこの船を寄付したのであるならば、そのような行いに対して当然抱くべき感謝を彼に対して抱き、それに報いてやりなさい。ただし、傲慢に振る舞う権利は与えてはなりません。どのような事柄に対しても、いかなる功績に対しても、そのようなことは許されるべきではないからです。しかし、もし彼が卑怯と臆病のゆえにこの寄付を行ったことが示されるならば、欺かれてはなりません。では、いかにしてあなたがたはそれを知るのでしょうか。私はそのこともお教えしましょう。話は短いので、初めから順を追って申し上げます。
ἐγένοντʼ εἰς Εὔβοιαν ἐπιδόσεις παρʼ ὑμῖν πρῶται· τούτων οὐκ ἦν Μειδίας, ἀλλʼ ἐγώ, καὶ συντριήραρχος ἦν μοι Φιλῖνος ὁ Νικοστράτου. ἕτεραι δεύτεραι μετὰ ταῦτʼ εἰς Ὄλυνθον· οὐδὲ τούτων ἦν Μειδίας. καίτοι τόν γε δὴ φιλότιμον πανταχοῦ προσῆκεν ἐξετάζεσθαι. τρίται νῦν αὗται γεγόνασιν ἐπιδόσεις· ἐνταῦθʼ ἐπέδωκεν. πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων παρὼν οὐκ ἐπεδίδου τότε·
かつてあなたがたのもとで、エウボイアへの最初の献金・寄付がありました。メイディアスはこの寄付者の列におらず、私自身が加わっており、ニコストラトスの子ピリノスが私とともに艦長を務めました。次いで、その後オリュントスへの第二の寄付がありました。メイディアスはここにもおりませんでした。しかし、真に名誉を重んじる者であれば、あらゆる場面でその真価を問われるべきはずです。そして今回、この第三の寄付が行われました。ここで彼は寄付をしたのです。どのような経緯ででしょうか。評議会で寄付が募集されていた時、居合わせていた彼はその場では寄付しようとしませんでした。
ἐπειδὴ δὲ πολιορκεῖσθαι τοὺς ἐν Ταμύναις στρατιώτας ἐξηγγέλλετο, καὶ πάντας ἐξιέναι τοὺς ὑπολοίπους ἱππέας, ὧν εἷς οὗτος ἦν, προεβούλευσεν ἡ βουλή, τηνικαῦτα φοβηθεὶς τὴν στρατείαν ταύτην εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν, πρὶν καὶ προέδρους καθέζεσθαι, παρελθὼν ἐπέδωκεν. τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν,2 ὅτι τὴν στρατείαν φεύγων, οὐ φιλοτιμίᾳ, τοῦτʼ ἐποίησεν; τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ.
ところが、タミュナイにいる兵士たちが包囲されたとの知らせが届き、残りの騎兵全員(この男もその一人でした)が出陣すべきであると評議会が予備決議を下したとき、この出征を恐れた彼は、翌朝の民会において、部族代表役員たちが着席するよりも前に進み出て、寄付を申し出たのです。彼自身反論することすらできないほど、名誉心からではなく兵役を逃れるためにこれを行ったことが、何によって明白となるでしょうか。彼がその後に取った行動によってです。
τὸ μὲν γὰρ πρῶτον, ὡς οὐκ ἐδόκει, προϊούσης τῆς ἐκκλησίας καὶ λόγων γιγνομένων, τῆς τῶν ἱππέων βοηθείας ἤδη δεῖν, ἀλλʼ ἀνεπεπτώκει τὰ τῆς ἐξόδου, οὐκ ἀνέβαινʼ ἐπὶ τὴν ναῦν ἣν ἐπέδωκεν, ἀλλὰ τὸν μέτοικον ἐξέπεμψε τὸν Αἰγύπτιον, Πάμφιλον, αὐτὸς δὲ μένων ἐνθάδε τοῖς Διονυσίοις διεπράττετο ταῦτʼ ἐφʼ οἷς νυνὶ κρίνεται·
すなわち当初、民会が進行し議論が重ねられる中で、もはや騎兵の救援は必要とされず、出陣の計画が立ち消えになったように見えたときには、彼は自分が寄付した船に乗り込もうとせず、エジプト人の在留外人であるパンピロスを派遣し、自身は当地に留まってディオニュシア祭において、現在裁かれているこれらの暴挙におよんでいたのです。
ἐπειδὴ δʼ ὁ στρατηγὸς Φωκίων μετεπέμπετο τοὺς ἐξ Ἀργούρας ἱππέας ἐπὶ τὴν διαδοχὴν καὶ κατείληπτο σοφιζόμενος,3 τόθʼ ὁ δειλὸς καὶ κατάρατος οὑτοσὶ λιπὼν τὴν τάξιν ταύτην ἐπὶ τὴν ναῦν ᾤχετο, καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρʼ ὑμῖν ἱππέων, τούτοις οὐ συνεξῆλθεν. εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν, εἰς τὴν γῆν δῆλον ὅτι ᾤχετʼ ἄν.
しかし、将軍ポキオンが交代要員としてアルグラからの騎兵を呼び寄せ、〔メイディアスが〕小細工を弄している現場を押さえられるや、この臆病で呪わしい男はその騎兵の隊列を放棄して船へと逃走し、あなたがたのもとで自ら騎兵指揮官たるに値すると称していた騎兵たちとともに従軍することはありませんでした。もし海上に危険があったならば、彼が陸地へと逃げ去ったであろうことは明白です。
οὐ μὴν Νικήρατός γʼ οὕτως ὁ τοῦ Νικίου, ὁ ἀγαπητός, ὁ ἄπαις, ὁ παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων ὁ τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος ὁ τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ ὁ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.
ニキアスの愛児で、子供がなく、身体が極めて虚弱であったニケラトスは決してこのような振る舞いをしませんでした。アイシオンの子エウクテモンもそうではありませんでしたし、ストラトクレスの子エウテュデモスもそうではありませんでした。彼らは各自自発的に三段櫂船を寄付しながらも、それを口実に兵役から逃げ出すようなことはせず、一方では恩恵と贈り物として都市のために船を航行させ、他方では法律が命じる場において、自らの身体をもって公役を果たすのが当然であると考えていたのです。
ἀλλʼ οὐχ ὁ ἵππαρχος Μειδίας, ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν λιπών, οὗ δίκην ὀφείλει τῇ πόλει δοῦναι, τοῦτʼ ἐν εὐεργεσίας ἀριθμήσει μέρει. καίτοι τὴν τοιαύτην τριηραρχίαν, ὢ πρὸς θεῶν, πότερον τελωνίαν καὶ πεντηκοστὴν καὶ λιποτάξιον καὶ στρατείας ἀπόδρασιν καὶ πάντα τὰ τοιαῦθʼ ἁρμόττει καλεῖν, ἢ φιλοτιμίαν; οὐδένα γὰρ τρόπον ἄλλον ἐν τοῖς ἱππεῦσιν αὑτὸν ἀτελῆ ποιῆσαι στρατείας δυνάμενος ταύτην εὕρηκε Μειδίας καινὴν ἱππικήν τινα πεντηκοστήν.
ところが騎兵隊長メイディアスはそうではありません。法律に定められた隊列を放棄し、都市に対してその罰を受けねばならないはずの行為を、あろうことか善行の部類に数え上げようというのです。しかし神々に誓って問いますが、このような三段櫂船奉仕を、収税や二パーセント関税、あるいは職場放棄や兵役逃走、その他同種のあらゆる名で呼ぶのが相応しいでしょうか、それとも名誉を重んじる熱情と呼ぶべきでしょうか。というのも、メイディアスは騎兵の中で自分が兵役を免除される手段が他になかったため、これを新たな一種の「騎兵の二パーセント関税」として考案したのですから。
- 159ἀλλʼ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ
直前の οὐ δεῖ ... ὑμᾶς, οὐδὲ ... κρίνειν ... から続く構文で、ἀλλά の後には主節の述部([τοῦτον δεῖ τιμᾶν / θαυμάζειν] など)が省略されている。関係代名詞 ὅς ἄν は条件関係節を導き、先行詞を含んで「〜であるような人物こそを(称賛・評価すべきである)」という対格目的語相当の役割を果たす。
- 162τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν
τῷ は疑問代名詞 τίς の単数与格形(τίνι の短縮形)で、手段・基準の与格として「何によって明白なのか」を問う。これに対して直後の τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ が直接の答え(同じく与格)となっている自問自答(hypophora)の修辞。また ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν の ἔχω は不定詞を伴って「〜できる(possum)」の意味を表す。
- 164καὶ κατείληπτο σοφιζόμενος
καταλαμβάνω は分詞を伴って「〜している現場を押さえられる/露見する」を意味し、受動態完了(ここでは過去完了 κατείληπτο)で「策略を弄している最中に露見した」状態を示す。分詞 σοφιζόμενος は主格で主語(メイディアス)の行為を直接補足している。
