- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:182-189
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスが提出した対ピリッポス決議文の全文が読み上げられ、テーバイとの同盟結成と出撃態勢が定められる。演説に戻ったデモステネスは、この決議こそが危難を払い去ったのであり、当時沈黙して後から批判するアイスキネスの姿勢を真の助言者ではなく誣告者の所業であると弾劾する。
"καὶ γὰρ Ἑλληνίδας πόλεις ἃς μὲν ἐμφρούρους ποιεῖ καὶ τὰς πολιτείας καταλύει, τινὰς δὲ καὶ ἐξανδραποδιζόμενος κατασκάπτει, εἰς ἐνίας δὲ καὶ ἀντὶ Ἑλλήνων βαρβάρους κατοικίζει ἐπὶ τὰ ἱερὰ καὶ τοὺς τάφους ἐπάγων, οὐδὲν ἀλλότριον ποιῶν οὔτε τῆς ἑαυτοῦ πατρίδος οὔτε τοῦ τρόπου, καὶ τῇ νῦν αὐτῷ παρούσῃ τύχῃ κατακόρως χρώμενος, ἐπιλελησμένος ἑαυτοῦ ὅτι ἐκ μικροῦ καὶ τοῦ τυχόντος γέγονεν ἀνελπίστως μέγας· "
「事実、彼はあるギリシア諸都市には守備隊を置き国制を破壊し、ある都市は奴隷化して徹底的に破壊し、またある都市にはギリシア人に代わって蛮族を入植させて神域や墓地へと引き入れており、自らの祖国やその気風に聊かも背かない振る舞いをし、目下自らに恵まれた運命を飽くことなく濫用し、自分が取るに足りない偶然の境遇から思いがけず強大になったことを忘れているのである。
"καὶ ἕως μὲν πόλεις ἑώρα παραιρούμενον αὐτὸν βαρβάρους καὶ ἰδίας, ὑπελάμβανεν ἔλαττον εἶναι ὁ δῆμος ὁ Ἀθηναίων τὸ εἰς αὑτὸν πλημμελεῖσθαι· νῦν δὲ ὁρῶν Ἑλληνίδας πόλεις τὰς μὲν ὑβριζομένας, τὰς δὲ ἀναστάτους γιγνομένας, δεινὸν ἡγεῖται εἶναι καὶ ἀνάξιον τῆς τῶν προγόνων δόξης τὸ περιορᾶν τοὺς Ἕλληνας καταδουλουμένους·"
そしてアテナイの民衆は、彼が奪っている都市が蛮族のものや固有のものであるのを見ていた間は、自分たちに対して不正がなされることはそれほど重大ではないと考えていた。しかし今や、ギリシア諸都市が辱められ、あるいは破壊し尽くされるのを見て、ギリシア人たちが隷属させられるのを傍観することは耐え難く、先祖の名声に恥じることであると見なす。
"διὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων, εὐξαμένους καὶ θύσαντας τοῖς θεοῖς καὶ ἥρωσι τοῖς κατέχουσι τὴν πόλιν καὶ τὴν χώραν τὴν Ἀθηναίων, καὶ ἐνθυμηθέντας τῆς τῶν προγόνων ἀρετῆς, διότι περὶ πλείονος ἐποιοῦντο τὴν τῶν Ἑλλήνων ἐλευθερίαν διατηρεῖν ἢ τὴν ἰδίαν πατρίδα, διακοσίας ναῦς καθέλκειν1 εἰς τὴν θάλατταν καὶ τὸν ναύαρχον ἀναπλεῖν ἐντὸς Πυλῶν, καὶ τὸν στρατηγὸν καὶ τὸν ἵππαρχον τὰς πεζὰς καὶ τὰς ἱππικὰς δυνάμεις Ἐλευσῖνάδε ἐξάγειν, πέμψαι δὲ καὶ πρέσβεις πρὸς τοὺς ἄλλους Ἕλληνας, πρῶτον δὲ πάντων πρὸς Θηβαίους διὰ τὸ ἐγγυτάτω εἶναι τὸν Φίλιππον τῆς ἐκείνων χώρας,"
それゆえ、アテナイの都市と領土を守護する神々と英雄たちに祈願し生贄を捧げ、先祖の徳を、すなわち彼らが自分たち自身の祖国を維持すること以上にギリシア人の自由を維持することを重んじたことを銘記した上で、アテナイの評議会と民衆は以下を決議した。二百隻の船を海へ降ろし、海軍指揮官はピュライの内側へ航行すること、将軍と騎兵指揮官は歩兵部隊と騎兵部隊をエレウシスへ出動させること、さらに他のギリシア人たちへ、とりわけ何よりもまずピリッポスがその領土に最も近接しているゆえにテーバイ人へ使節を派遣すること。
"παρακαλεῖν δὲ αὐτοὺς μηδὲν καταπλαγέντας τὸν Φίλιππον ἀντέχεσθαι τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, καὶ ὅτι ὁ Ἀθηναίων δῆμος, οὐδὲν μνησικακῶν εἴ τι πρότερον γέγονεν ἀλλότριον ταῖς πόλεσι πρὸς ἀλλήλας, βοηθήσει2 καὶ δυνάμεσι καὶ χρήμασι καὶ βέλεσι καὶ ὅπλοις, εἰδὼς ὅτι αὐτοῖς μὲν πρὸς ἀλλήλους διαμφισβητεῖν περὶ τῆς ἡγεμονίας οὖσιν Ἕλλησι καλόν, ὑπὸ δὲ ἀλλοφύλου ἀνθρώπου ἄρχεσθαι καὶ τῆς ἡγεμονίας ἀποστερεῖσθαι ἀνάξιον εἶναι καὶ τῆς τῶν Ἑλλήνων δόξης καὶ τῆς τῶν προγόνων ἀρετῆς."
そして彼らに、ピリッポスに何一つ怯えることなく、自分たち自身と他のギリシア人の自由を守り抜くよう勧告すること、またアテナイの民衆は、かつて都市同士の間に何か不和が生じていたとしても決して過去の怨みを根に持たず、軍事力、資金、投射兵器、重装武具をもって救援するであろうこと――ギリシア人である自分たち同士が覇権をめぐって争うことは立派なことであるが、異民族の男に支配されて覇権を奪われることは、ギリシア人の名声にも先祖の徳にも恥ずべきことであると心得ているがゆえに――これを伝えること。
"ἔτι δὲ οὐδὲ ἀλλότριον ἡγεῖται εἶναι ὁ Ἀθηναίων δῆμος τὸν Θηβαίων δῆμον οὔτε τῇ συγγενείᾳ οὔτε τῷ ὁμοφύλῳ. ἀναμιμνῄσκεται δὲ καὶ τὰς τῶν προγόνων τῶν ἑαυτοῦ εἰς τοὺς Θηβαίων προγόνους εὐεργεσίας· καὶ γὰρ τοὺς Ἡρακλέους παῖδας ἀποστερουμένους ὑπὸ Πελοποννησίων τῆς πατρῴας ἀρχῆς κατήγαγον, τοῖς ὅπλοις κρατήσαντες τοὺς ἀντιβαίνειν πειρωμένους τοῖς Ἡρακλέους ἐγγόνοις, καὶ τὸν Οἰδίπουν καὶ τοὺς μετʼ ἐκείνου ἐκπεσόντας ὑπεδεξάμεθα, καὶ ἕτερα πολλὰ ἡμῖν ὑπάρχει φιλάνθρωπα καὶ ἔνδοξα πρὸς Θηβαίους·"
さらにアテナイの民衆は、テーバイの民衆を血縁においても同族関係においても疎遠な存在とは考えていない。また、自らの先祖がテーバイ人の先祖に施した恩義を思い起こす。事実、ペロポネソス人によって父祖伝来の支配権を奪われたヘラクレスの子らを復権させ、ヘラクレスの末裔に抵抗しようと試みた者たちを武器によって打ち倒したのであるし、オイディプスと彼とともに追放された者たちを我々が受け入れたこともあり、その他にもテーバイ人に対して我々には数多くの友好的で名誉ある事績が存在する。
"διόπερ οὐδὲ νῦν ἀποστήσεται ὁ Ἀθηναίων δῆμος τῶν Θηβαίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι συμφερόντων. συνθέσθαι δὲ πρὸς αὐτοὺς συμμαχίαν καὶ ἐπιγαμίαν ποιήσασθαι καὶ ὅρκους δοῦναι καὶ λαβεῖν. πρέσβεις Δημοσθένης Δημοσθένους Παιανιεύς, Ὑπερείδης Κλεάνδρου Σφήττιος, Μνησιθείδης Ἀντιφάνους Φρεάρριος, Δημοκράτης Σωφίλου Φλυεύς, Κάλλαισχρος Διοτίμου Κοθωκίδης."
それゆえアテナイの民衆は、今においてもテーバイ人と他のギリシア人の利益から退くことはない。彼らと同盟を結び、通婚関係を定め、誓いを交わすものとする。使節は、パイアニア区のデモステネスの子デモステネス、スペットス区のクレアンドロスの子ヒュペレイデス、プレアッリオイ区のアンティパネスの子ムネシテイデス、プリュア区のソーピロスの子デモクラテス、コトーキダイ区のディオティモスの子カライスクロス。」
αὕτη τῶν περὶ Θήβας ἐγίγνετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων.3 τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος. ἦν μὲν τοίνυν τοῦ δικαίου πολίτου τότε δεῖξαι4 πᾶσιν, εἴ τι τούτων εἶχεν ἄμεινον, μὴ νῦν ἐπιτιμᾶν.
これこそがテーバイをめぐる事態の発端であり最初の確立であった。これ以前の時期には、これらの者たちによって両都市が敵意と憎悪と不信へと引きずり込まれていたのである。この決議文が、当時都市を取り囲んでいた危険を、あたかも雲のように消し去ったのだ。それゆえ、公正な市民の務めとは、もしこれらよりも優れた方策を持っていたならば、その時すべての人に示すことであって、今になって非難することではなかったのだ。
ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης, οὐδὲ τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι, τῇ τύχῃ, τῷ καιρῷ, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκʼ ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει.
なぜなら、助言者と誣告者とは、他のどの点においても全く似ていないが、この点において互いに最も大きく異なっているからである。すなわち前者は、事態の前に意見を表明し、納得した人々、運命、好機、そして望む者すべてに対して自らに責任を課す。これに対して後者は、言うべき時に口をつぐみ、何か困難が生じると、これを中傷するのである。
- 184εὐξαμένους καὶ θύσαντας ... καὶ ἐνθυμηθέντας ... διακοσίας ναῦς καθέλκειν
非人称決定表現 δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ(決議文の定型句)に続く構文。主動詞の補足となる不定詞(καθέλκειν, πέμψαι)の意味上の主語としてアテナイ人全体が想定されており、それに先行する分詞群(εὐξαμένους, θύσαντας, ἐνθυμηθέντας)は与格(τῇ βουλῇ καὶ τῷ δήμῳ)ではなく不定詞の意味上の主語に一致して対格形をとっている。
- 185παρακαλεῖν δὲ αὐτοὺς ... καὶ ὅτι ὁ Ἀθηναίων δῆμος ... βοηθήσει
使節に対する訓令の内容を述べる箇所で、間接話法の構文交替が生じている。前半は不定詞 παρακαλεῖν の補足として不定詞句 ἀντέχεσθαι が続き、後半は接続詞 καί で結ばれつつ直接 ὅτι 節(ὅτι ... βοηθήσει)へと構文が移行している(使節が伝えるべき言明内容「〜と告げること」への推移)。
- 188τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων
構文の骨格は絶対属格 τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων(これらの者たち=親マケドニア派によって両都市が敵意・憎悪・不信へと引きずり込まれていた中で)。句頭の τὰ πρὸ τούτων は副詞的対格で「これ以前の時期においては」の意をなし、絶対属格句の成立する時間的背景を指定している。
- 188ἦν μὲν τοίνυν τοῦ δικαίου πολίτου τότε δεῖξαι
不完全過去 ἦν と所有・本分を表す述語属格 τοῦ δικαίου πολίτου が結びついた構文。「当時〜を示すことこそが公正な市民の本分であった(務めであった)」の意を表す。主語は不定詞 δεῖξαι であり、事実に反する過去の義務・なされるべきであった行為を含意している。
