← デモステネス

第十八弁論 冠について

§176-181

テーバイ支援の提言とデモステネスの決議案

デモステネスは民会で、テバイとの過去の確執を捨てて軍事力を誇示しつつ支援を申し出るべきだと提言した経緯を回顧し、自ら提案した決議文の朗読を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§176

εἰ μὲν τοίνυν προαιρησόμεθʼ ἡμεῖς ἔφην ἐν τῷ παρόντι, εἴ τι δύσκολον πέπρακται Θηβαίοις πρὸς ἡμᾶς, τούτου μεμνῆσθαι καὶ ἀπιστεῖν αὐτοῖς ὡς ἐν τῇ τῶν ἐχθρῶν οὖσιν μερίδι, πρῶτον μὲν ἃν εὔξαιτο Φίλιππος ποιήσομεν, εἶτα φοβοῦμαι μὴ προσδεξαμένων τῶν νῦν ἀνθεστηκότων αὐτῷ καὶ μιᾷ γνώμῃ πάντων φιλιππισάντων, εἰς τὴν Ἀττικὴν ἔλθωσιν ἀμφότεροι.1 ἂν μέντοι πεισθῆτʼ ἐμοὶ καὶ πρὸς τῷ σκοπεῖν, ἀλλὰ μὴ φιλονικεῖν περὶ ὧν ἂν λέγω γένησθε, οἶμαι καὶ τὰ δέοντα λέγειν δόξειν καὶ τὸν ἐφεστηκότα κίνδυνον τῇ πόλει διαλύσειν.

「そこでもし我々が目下の状況において」と私は言った。「テーバイ人が我々に対して何か恨めしい行いをしたからといって、これを根に持ち、敵の陣営にある者たちとして彼らを信じない道を選ぶならば、第一にピリッポスが祈り求めるであろう通りのことを我々はすることになり、次に、今彼に抵抗している者たちが彼を受け入れ、全員が一つの心となってピリッポス派についた結果、双方揃ってアッティカに攻め寄せてくるのではないかと私は恐れます。しかし、もしあなたがたが私に従い、私の述べることについて論争するのではなく検討することに心を向けてくださるなら、私は言うべきことを述べていると認められ、都市に差し迫った危険を解消できるものと考えます。

§177

τί οὖν φημὶ δεῖν; πρῶτον μὲν τὸν παρόντʼ ἐπανεῖναι φόβον, εἶτα μεταθέσθαι καὶ φοβεῖσθαι πάντας ὑπὲρ Θηβαίων· πολὺ γὰρ τῶν δεινῶν εἰσιν ἡμῶν ἐγγυτέρω, καὶ προτέροις αὐτοῖς ἐστιν ὁ κίνδυνος· ἔπειτʼ ἐξελθόντας Ἐλευσῖνάδε τοὺς ἐν ἡλικίᾳ καὶ τοὺς ἱππέας δεῖξαι πᾶσιν ὑμᾶς αὐτοὺς ἐν τοῖς ὅπλοις ὄντας, ἵνα τοῖς ἐν Θήβαις φρονοῦσι τὰ ὑμέτερα ἐξ ἴσου γένηται τὸ παρρησιάζεσθαι περὶ τῶν δικαίων, ἰδοῦσιν ὅτι, ὥσπερ τοῖς πωλοῦσι Φιλίππῳ τὴν πατρίδα πάρεσθʼ ἡ βοηθήσουσα δύναμις ἐν Ἐλατείᾳ, οὕτω τοῖς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι βουλομένοις ὑπάρχεθʼ ὑμεῖς ἕτοιμοι καὶ βοηθήσετε, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ.

では、何を行うべきだと私は言うのか。まず、現下の恐怖を和らげ、次いで方針を転換し、皆がテーバイ人のために恐れることです。彼らは我々よりもはるかに危難の近くにおり、危険はまず彼らに迫っているのですから。次に、壮年の者たちと騎兵がエレウシスへ出動し、武器を取っているあなたがた自身の姿をすべての人に示すことです。それは、テーバイの中であなたがたに心を寄せている人々が、正義について公然と語る対等な立場を得られるようにするためであり、祖国をピリッポスに売り渡す者たちの側にはエラテイアに救援部隊が控えているのと同様に、自由のために戦うことを望む者たちのためには、誰かが攻め寄せた場合にあなたがたが味方として備えており救援に来てくれるのだと、彼らが目にすることになるからです。

§178

μετὰ ταῦτα χειροτονῆσαι κελεύω δέκα πρέσβεις, καὶ ποιῆσαι τούτους κυρίους μετὰ τῶν στρατηγῶν καὶ τοῦ πότε δεῖ βαδίζειν ἐκεῖσε καὶ τῆς ἐξόδου. ἐπειδὰν δʼ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτῳ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλʼ ἐπαγγέλλεσθαι βοηθήσειν, ἂν κελεύωσιν, ὡς ἐκείνων ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δʼ ἄμεινον ἢ ʼκεῖνοι προορωμένων· ἵνʼ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθʼ ὦμεν διῳκημένοι καὶ μετὰ προσχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν, ἂν δʼ ἄρα μὴ συμβῇ κατατυχεῖν, ἐκεῖνοι μὲν αὑτοῖς ἐγκαλῶσιν ἄν τι νῦν ἐξαμαρτάνωσιν, ἡμῖν δὲ μηδὲν αἰσχρὸν μηδὲ ταπεινὸν ᾖ πεπραγμένον.

これらに続き、十人の使節を選挙し、これらの使節に対し、いつ現地へ進発すべきか、また出撃の時期についても将軍たちとともに決定権を持たせるよう求めます。では使節たちがテーバイに到着したとき、事態をどのように処理するよう私は勧めるでしょうか。この点にどうか最大の注意を向けてください。テーバイ人には何も懇願してはなりません(この時勢においてそれは恥ずべきことです)。そうではなく、彼らが求めるなら救援すると申し出るのです。彼らは極限の危難の中にあるのに対し、我々のほうが彼らよりも先を見通しているという立場をとって。そうすれば、もし彼らがこれを受け入れて我々に説得されるなら、我々は望む事柄を達成し、都市にふさわしい大義名分のもとでこれを行うことができますし、もし万一成功に至らなかったとしても、彼ら自身が今何か過ちを犯すなら自分たちを責めることになり、我々の側には何一つ恥ずべきことも卑屈なこともなされずに済むためです。」

§179

ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν κατέβην. συνεπαινεσάντων δὲ πάντων καὶ οὐδενὸς εἰπόντος ἐναντίον οὐδέν, οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους,2 ἀλλʼ ἀπὸ τῆς ἀρχῆς ἄχρι τῆς τελευτῆς διεξῆλθον, καὶ ἔδωκʼ ἐμαυτὸν ὑμῖν ἁπλῶς εἰς τοὺς περιεστηκότας τῇ πόλει κινδύνους. καί μοι φέρε τὸ ψήφισμα τὸ τότε γενόμενον.

これら、またこれらに類することを述べて私は演壇を降りました。全員が賛同し、誰一人として反対を唱える者がいなかったのち、私はこれらを演説しただけで動議として提案しなかったわけではなく、提案しただけで使節を務めなかったわけでもなく、使節を務めただけでテーバイ人を説得しなかったわけでもありません。そうではなく、最初から最後まで貫徹し、都市を取り囲んでいた危険の中へ、ただ無心に身を捧げてあなたがたに尽くしました。さあ、当時のあの決議文を持ってきてくれ。

§180

καίτοι τίνα βούλει σέ, Αἰσχίνη, καὶ τίνʼ ἐμαυτὸν ἐκείνην τὴν ἡμέραν εἶναι θῶ; βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάτταλον, σὲ δὲ μηδʼ ἥρω τὸν τυχόντα, ἀλλὰ τούτων τινὰ τῶν ἀπὸ τῆς σκηνῆς, Κρεσφόντην ἢ Κρέοντα ἢ ὃν ἐν Κολλυτῷ ποτʼ Οἰνόμαον κακῶς ἐπέτριψας;3 τότε τοίνυν κατʼ ἐκεῖνον τὸν καιρὸν ὁ Παιανιεὺς ἐγὼ Βάτταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πατρίδι. σὺ μέν γʼ οὐδὲν οὐδαμοῦ χρήσιμος ἦσθα· ἐγὼ δὲ πάνθʼ ὅσα προσῆκε τὸν ἀγαθὸν πολίτην ἔπραττον. λέγε τὸ ψήφισμά μοι. ΨΗΦΙΣΜΑ ΔΗΜΟΣΘΕΝΟΥΣ. "ἐπὶ ἄρχοντος Ναυσικλέους, φυλῆς πρυτανευούσης Αἰαντίδος, σκιροφοριῶνος ἕκτῃ ἐπὶ δέκα, Δημοσθένης Δημοσθένους Παιανιεὺς εἶπεν· ἐπειδὴ Φίλιππος ὁ Μακεδὼν ἔν τε τῷ παρεληλυθότι χρόνῳ παραβαίνων φαίνεται τὰς γεγενημένας αὐτῷ συνθήκας πρὸς τὸν Ἀθηναίων δῆμον περὶ τῆς εἰρήνης, ὑπεριδὼν τοὺς ὅρκους καὶ τὰ παρὰ πᾶσι τοῖς Ἕλλησι νομιζόμενα εἶναι δίκαια, καὶ πόλεις παραιρεῖται οὐδὲν αὐτῷ προσηκούσας, τινὰς δὲ καὶ Ἀθηναίων οὔσας δοριαλώτους πεποίηκεν οὐδὲν προαδικηθεὶς ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ἔν τε τῷ παρόντι ἐπὶ πολὺ προάγει τῇ τε βίᾳ καὶ τῇ ὠμότητι·"

それにしてもアイスキネス、あの日に君がどういう人物であり、私がどういう人物であったと見なしてほしいのか。君が私を悪口と嘲笑を込めて呼ぶバッタロスと私が扱われ、君は並みの英雄どころか、舞台の上の役柄であるクレスポンテスやクレオン、あるいはかつてコッリュトスで君が無残にも台無しにしたあのオイノマオスであったとでも見なしてほしいのか。そのとき、まさにあの危機において、パイアニア区の私バッタロスは、コトキダイ区の君オイノマオスよりも祖国にとって大いに価値ある存在であることが示されたのだ。君はどこにおいても何の役にも立たなかったが、私は善良な市民にふさわしいあらゆる務めを果たしていた。私に決議文を読んでくれ。 デモステネスの決議文「ナウシクレスがアルコンの年、アイアンティス部族がプリュタネイアを務め、スキロポリオン月第十六日に、パイアニア区のデモステネスの子デモステネスが提案した。マケドニアのピリッポスは過去において、アテナイの民衆との間で和平に関して結ばれた条約を明らかに踏みにじり、誓いと全ヘラス人の間で正しいとみなされている法を蔑ろにし、自身には何の権利もない都市を奪い、またアテナイに属するいくつかの都市を、アテナイの民衆から事前に何の不正も受けていないにもかかわらず槍で捕獲して服属させ、現在においても暴力と残虐さを大いに推進しているゆえに――」

構文注3 件
  1. 176προσδεξαμένων τῶν νῦν ἀνθεστηκότων αὐτῷ καὶ μιᾷ γνώμῃ πάντων φιλιππισάντων, εἰς τὴν Ἀττικὴν ἔλθωσιν ἀμφότεροι

    属格絶対構文「προσδεξαμένων... φιλιππισάντων」が恐れの接続詞「μή」に導かれる従属節の中に置かれ、主語「ἀμφότεροι」(フィリッポスおよびテーバイ側の双方)が直説法ではなく接続法「ἔλθωσιν」で結ばれる構造。属格絶対は時または条件(「受け入れ…ついた結果」)を表す。

  2. 179οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους

    連続する対句(gradatio / climax)による修辞的構文。「AをしたがBをしなかったということはなく、BをしたがCをしなかったということもなく…」という二重否定の連鎖によって、発言から立法、使節活動、説得までの全過程を一切の遺漏なく完遂したことを強調している。

  3. 180ὃν ἐν Κολλυτῷ ποτʼ Οἰνόμαον κακῶς ἐπέτριψας

    「ἐπιτρίβω」(すりつぶす、破滅させる)に役名「Οἰνόμαον」が直接結びつく劇壇の俗語的表現。「オイノマオスの役を台無しにした・演じ損なって殺した」の意で、アイスキネスの俳優としての力量不足を揶揄する文脈である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:176-181